- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:77.38-78.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯详细阐述了希波克拉底学说中太阳与彗星的相对位置(二至点以及天球各圆在地平上下的几何划分)如何决定彗发显现的几何理据,并总结了彗星罕见显现的原因。
εἴτε γὰρ ἐν ταῖς θεριναῖς ὁ ἀστὴρ εἴτε ἐν ταῖς χειμεριναῖς, τοῦ ἡλίου τὴν ἑτέραν ἔχοντος, πολλῆς ἐν ἑκατέρῳ μέρει τῆς ὑγρότητος οὔσης ἕλκειν μὲν ὁ ἀστὴρ ἀτμίδα δύναται, οὐ γίνεται δὲ κομήτης οὕτως ἔχων· αἱ γὰρ πρὸς τὴν ἀτμίδα φερόμεναι ἡμῶν ὄψεις καὶ ἀνακλώμεναι οὐκ ἀφικνοῦνται πρὸς τὸν ἥλιον διὰ τὴν μεγίστην αὐτοῦ ἀπόστασιν· τῆς γὰρ κατὰ πλάτος τῶν πλανωμένων κινήσεως μεγίστη ἐστὶν αὕτη διάστασις ἡ μεταξὺ τῶν τροπικῶν. ἀλλ’ οὐδ’ εἰ ἀμφότεροι ἐν ταῖς χειμεριναῖς εἶεν τροπαῖς ἢ τούτων πλησίον, κόμη περὶ τὸν ἀστέρα συνίσταται, τοῦ ἡλίου ὑπὸ γῆν ὄντος καὶ πλείστην ἀφεστῶτος διάστασιν· δῆλον γὰρ ὡς ἐν ταῖς νυξὶν ὁ ἀστὴρ οὗτος φαίνεται. ἐπειδὴ γὰρ οἱ περὶ τὰς τροπὰς τὰς χειμερινὰς κύκλοι τὸ κέντρον ὑπὸ γῆν ἔχουσι, μεῖζον μέν ἐστιν ἡμικυκλίου τὸ ὑπὸ γῆν αὐτῶν μέρος, ἔλαττον δὲ τὸ ὑπὲρ γῆν τοσαύτην ἔχον τὴν μείωσιν, ὅσην ἐκεῖνο τὴν πρόσθεσιν·1 διὸ καὶ μείζους ἔσθ’ ὅτε τῶν ἡμερῶν εἰσιν αἱ νύκτες. αἱ οὖν πρὸς τὴν ἀτμίδα φερόμεναι ὄψεις ἡμῶν καὶ ἐξ αὐτῆς τοὔμπαλιν ἀνακλώμεναι καὶ κάτω φερόμεναι οὐκ ἐξικνοῦνται πρὸς τὸν ἥλιον διὰ τὸ τὴν μείζονα τοῦ κύκλου περιφέρειαν τὴν ὑπὸ γῆν αὐτὸν διιέναι. εἰ δὲ ἐν ταῖς θεριναῖς τροπαῖς ἀμφότεροι γένοιντο ὅ τε ἀστὴρ καὶ ὁ ἥλιος, ἐπειδὴ τῶν ἐνταῦθα κύκλων ἔμπαλιν ὑπὲρ γῆν ὄντος τοῦ κέντρου μείζονα μὲν ἡμικυκλίου τὰ ὑπὲρ γῆν ἐστι μέρη τῶν κύκλων, ἐλάττονα δὲ τὰ ὑπὸ γῆν, διὸ καὶ μικραὶ μὲν αἱ νύκτες εἰσί, μείζους δὲ τοὔμπαλιν αἱ ἡμέραι, δύνανται τῇ ἀτμίδι προσπεσοῦσαι ἡμῶν αἱ ὄψεις ἄνω κειμένῃ καὶ ἐξ αὐτῆς ἀνακλώμεναι φέρεσθαι κάτω πρὸς τὸν ἥλιον τὴν μικρὰν περιφέρειαν τοῦ κύκλου τὴν ὑπὸ γῆν διερχόμενον. δεῖ οὖν κατὰ τούτους εἰς τὸ γενέσθαι τὸν ἀστέρα κομήτην καὶ ἐν ὑγροτέροις αὐτὸν εἶναι τόποις καὶ τὸν ἥλιον τοιαύτην πρὸς αὐτὸν ἔχειν σχέσιν ὑπὸ γῆν ὄντα, ὡς δύνασθαι τὰς ὄψεις ἡμῶν ἐκ τῆς ὑπ’ αὐτὸν ἀτμίδος ἀνακλωμένας ἐπὶ τὸν ἥλιον φέρεσθαι· ὡς εἰ θάτερον τούτων λείψειεν, οὐ γίνεται κομήτης ὁ ἀστήρ.2 καὶ οὗτοι δὲ τοῖς Πυθαγορείοις ὁμοίως τὸν ἀστέρα τοῦτον σύνδρομον εἶναι τῷ ἡλίῳ φασὶ καὶ σπανίως αὐτοῦ διίστασθαι· διόπερ ὑπὸ τῶν αὐγῶν αὐτοῦ σκεπόμενον ἐπὶ πλεῖστον ὀλιγάκις ἔλεγον φαίνεσθαι κατὰ τὴν εἰρημένην ὑπόθεσιν· τὸ αὐτὸ δὲ τοῦτο καὶ τὸν τοῦ Ἑρμοῦ πάσχειν διὰ τὴν αὐτὴν αἰτίαν, ὡς φθάσαντες εἴπομεν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια τοιαύτη. λοιπὸν τὴν λέξιν σκοπήσωμεν.
因为无论该星是在夏至[回归线]还是在冬至[回归线],只要太阳占据另一位置,由于两个区域都有丰富的水汽,该星固然能够吸引蒸气,但处于这种状态时并不会变成彗星;因为投向蒸气并被反射的我们的视线,由于太阳处于最大距离而无法到达太阳。因为在行星的纬向运动中,回归线之间的这一距离是最大的分立。但是,即使两者都在冬至回归线或其附近,在该星周围也不会形成彗发,因为此时太阳在地平之下并隔开最大的距离;因为显而易见,这颗星是在夜间显现的。因为冬至回归线附近的各圆其中心在地平之下,所以它们在地平之下的部分大于半圆,而地平之上的部分则较小,其减小的幅度正如那[地平之下的]部分所增加的幅度一样;因此在某些时候黑夜也长于白昼。所以,投向蒸气、由此反向反射并向下投去的我们的视线,由于太阳运行于地平之下较大的圆周部分,无法到达太阳。然而,如果该星与太阳两者都处于夏至回归线,由于此处的各圆相反地中心在地平之上,各圆在地平之上的部分大于半圆,地平之下的部分则较小(因此黑夜短而白昼相反地更长),落于处于上方的蒸气并由此反射的我们的视线,便能够向下投向正穿过地平之下较小圆周部分的太阳。因此,按照他们的看法,要使该星成为彗星,它自身必须处于较湿润的区域,且处于地平之下的太阳对它必须具有这样一种关系,使得从其下方的蒸气反射出的我们的视线能够投向太阳;因此,如果这两者缺少其一,该星便不会成为彗星。而且这些人也与毕达哥拉斯派类似,说这颗星与太阳同行,极少与其分离;因此根据所述的假说,他们说由于大部分时间被太阳的光芒所遮蔽,它极少显现;而且正如我们之前所言,〔他们说〕水星也因同样的原因遭遇这完全相同的情形。所论述内容的大意便是如此。接下来让我们考察原文的字句。
- 1.58τοσαύτην ἔχον τὴν μείωσιν, ὅσην ἐκεῖνο τὴν πρόσθεσιν
由关系形容词 τοσαύτην... ὅσην 构成的相关结构。中性代词 ἐκεῖνο 指代前文的 τὸ ὑπὸ γῆν αὐτῶν μέρος,在关系从句中省略了分词 ἔχον(或动词 ἔχει);整个结构的骨架为:地平之上的部分所具有的减少量,正等同于那地平之下的部分所具有的增加量。
- 1.58ὡς εἰ θάτερον τούτων λείψειεν, οὐ γίνεται κομήτης ὁ ἀστήρ
连词 ὡς 引出紧接前文 δεῖ... 的结果性说明(“以至于……”或“因此……”)。该条件句构成了混合条件句:条件从句使用希求法不定过去时 λείψειεν(设定一种潜在假设:“若二者缺其一”),而主句使用直陈式现在时 οὐ γίνεται,以现在时断定其必然的一般性事实结果(“该星便不会成为彗星”)。
