← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§75.9-76.2

前人关于彗星为行星会合的学说

菲洛波庞介绍了亚里士多德转入对彗星和银河的探讨,阐述了其考察前人学说的常规方法,并详细解释了阿那克萨戈拉与德谟克利特将彗星视为五大行星聚合显现(视近接合)的学说以及由此推演出的对大小和形状变化的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.56

" Περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλουμένου γάλακτος λέγωμεν διαπορήσαντες πρὸς τὰ παρὰ τῶν ἄλλων εἰρημένα πρῶτον." Εἰπὼν πρὸ τούτων περὶ τῶν ταχείας ποιούντων τὰς μεταβολάς, τῶν τε καθ’ ὕπαρξιν φαινομένων ἀληθῆ καὶ τῶν κατὰ μόνην φαντασίαν καὶ τῶν ἐξ ἀμφοῖν, ὑπάρξεώς τε καὶ φαντασίας, λέγει νῦν περὶ τῶν ἐπὶ πλείονα μενόντων χρόνον, ἅπερ οὐκ ἔστι φάσματα· τὰ γὰρ κατὰ μόνην φαντασίαν καὶ δόκησιν ὁρώμενα θᾶττον διαλύεται. τὰ περὶ ἅλω καὶ ἴριδος, καὶ αὐτῶν ὄντων ἐμφάσεων ἐργώδη τὴν διδασκαλίαν ἐχόντων, ἐν τῷ τρίτῳ διδάσκει λόγῳ.1 ἔστι δὲ τὰ περὶ ὧν διδάσκει νῦν οἵ τε κομῆται καὶ ὁ καλούμενος γαλαξίας κύκλος. ὅπερ δὲ τῷ φιλοσόφῳ ποιεῖν ἔθος ἐπὶ τῶν φυσικῶν ζητημάτων ἑκάστου, τοῦτο ποιεῖ καὶ νῦν τὰς τῶν παλαιοτέρων περὶ τοῦ προκειμένου δόξας προϊστορῶν καὶ τὰς οὐ καλῶς ἐχούσας ἐλέγχων πρῶτον, εἶτα τὴν οἰκείαν περὶ τοῦ ζητουμένου διδάσκων ὑπόληψιν. Ἀναξαγόρας μὲν οὖν καὶ Δημόκριτός φασιν εἶναι τοὺς κομήτας σύμφασιν τῶν πλανητῶν ἀστέρων, ὅταν διὰ τὸ πλησίον ἐλθεῖν δόξωσι θιγγάνειν ἀλλήλων, τῶν πέντε πλανωμένων ἅμα δηλονότι. οὗτοι δ’ εἰσὶν ὅ τε τοῦ Κρόνου καλούμενος καὶ ὁ τοῦ Διὸς καὶ ὁ τοῦ Ἄρεος καὶ ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τῆς Ἀφροδίτης· οὐ γὰρ δὴ καὶ τὸν ἥλιον συνηρίθμουν καὶ τὴν σελήνην· δῆλον γὰρ εἶχε τὸν ἔλεγχον. ὅταν οὖν, φασίν, εἰς τοῦτο πλησιάσωσιν οὗτοι καὶ θιγγάνειν ἀλλήλων δόξωσιν (οὐ γὰρ δή γε θιγγάνουσιν ἐν τῷ αὐτῷ μὴ ὄντες ἐπιπέδῳ) μέγεθος ἀποτελοῦσι καὶ μίαν ἐργάζονται σύμφασιν, τουτέστιν ἓν φῶς ἐκ πάντων συμπεφορημένον φαίνεται. καὶ οἶμαί γε, εἴ τις αὐτοὺς ἠρώτησε, τί δήποτε οὖν ποτὲ μὲν μείζων ὁ κομήτης ποτὲ δ’ ἐλάττων φαίνεται, εἶπον ἂν ὡς ὁπηνίκα πυκνοτέραν πρὸς ἀλλήλους τὴν θέσιν ἔχοιεν, ἐλάττονα φαίνεσθαι τὸν κομήτην, ὁπότε δὲ διεστήκοιέν πως καὶ μὴ λίαν ἐγγὺς εἴησαν, μείζονα εἶναι δοκεῖν, καὶ μάλιστα ὅταν καὶ τῶν ἀπλανῶν τινες αὐτοῖς πλησιάσαντες μίαν ἅμα τούτοις ποιήσωνται σύμφασιν. εἰ δὲ καὶ τῶν ἄλλοτε ἄλλων αὐτοῦ σχημάτων τὴν αἰτίαν ζητοῦμεν, εἰπεῖν ἂν πάλιν τὴν διάφορον αὐτῶν πρὸς ἀλλήλους θέσιν τε καὶ σχέσιν τούτων αἰτίαν εἶναι,2 τῶν μὲν ἐπ’ εὐθείας κειμένων τῶν δ’ ἐκ πλαγίου, νοτιωτέρων ὄντων ἢ βορειοτέρων, ἢ ὁπωσοῦν ἄλλως δυνατὸν εἴη θέσεως αὐτοὺς ἔχειν πρὸς ἀλλήλους ἢ σχέσεως.

“关于彗星和所谓的银河,让我们在首先针对其他人所说的探讨疑难之后再行论述。” 在此之前,论述了产生迅速变化的事物——既包括凭实在存在而显现为真实的事物,也包括仅凭表象的事物,以及由实在与表象两者共同构成的事物——之后,他现在论述那些停留更长时间的事物,它们并不是虚幻的显现;因为仅凭表象和假象被看见的事物会更快消散。关于晕和虹,由于它们本身也是映像且其讲授颇为繁难,他在第三卷中进行讲授。而他现在所讲授的事物,则是彗星以及所谓银河圈。哲学家在每一个自然学探究中所习惯做的事,他现在也同样在做:预先叙述前人关于当前论题的见解,首先驳斥那些不妥当的见解,随后讲授自己关于所探究论题的判断。于是,阿那克萨戈拉和德谟克利特主张彗星是行星的聚合显现,即当它们因相互接近而看似彼此接触之时——显然是指五颗行星同时如此。这些就是所谓的克洛诺斯之星、宙斯之星、阿瑞斯之星、赫尔墨斯之星和阿佛洛狄忒之星;因为他们决没有把太阳和月亮一同算入,因为反驳是显而易见的。因此他们说,每当这些行星接近至此并且看似彼此接触时(因为它们既然不在同一平面上,决不可能真正接触),它们便构成一个体量并造成单一的聚合显现,也就是显现出由所有行星聚集而成的单一光芒。我认为,如果有人问他们,为什么彗星有时显现得较大,有时显现得较小,他们会说,每当它们彼此之间的位置更为密集时,彗星便显现得较小,而每当它们以某种方式分立且不甚接近时,它便显得较大,尤其是当某些恒星也接近它们并与它们共同构成单一的聚合显现时更是如此。如果我们还探究它时而呈现这种、时而呈现那种形态的原因,他们又会说,它们彼此之间不同的位置和关联就是这些形态的原因,其中一些成直线排列,另一些处于斜向,或偏南或偏北,或者处于它们彼此之间可能具有的任何其他位置或关联之中。

语法注2 条
  1. 1.56τὰ περὶ ἅλω καὶ ἴριδος, καὶ αὐτῶν ὄντων ἐμφάσεων ἐργώδη τὴν διδασκαλίαν ἐχόντων, ἐν τῷ τρίτῳ διδάσκει λόγῳ

    句首的 τὰ περὶ ἅλω καὶ ἴριδος 是主要动词 διδάσκει 的直接宾语,因插入的属格独立结构(καὶ αὐτῶν ὄντων... ἐχόντων)而被提前,起到主题化的突出作用。在该从属分词结构中,ἐργώδη 作为宾语 τὴν διδασκαλίαν 的谓词性形容词(即“使其讲授是繁难的”)。

  2. 1.56εἰπεῖν ἂν πάλιν τὴν διάφορον αὐτῶν πρὸς ἀλλήλους θέσιν τε καὶ σχέσιν τούτων αἰτίαν εἶναι

    不定式 εἰπεῖν 与 ἄν 连用,承接前文反事实条件句的结论(εἶπον ἄν...),表达对条件 εἰ καὶ... ζητοῦμεν 的假想性推论结果。其未明示的主语是“他们”(阿那克萨戈拉与德谟克利特),引出宾格加不定式结构(τὴν διάφορον... αἰτίαν εἶναι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:75.9-76.2