← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§74.1-75.8

明暗混合产生的色彩与流星现象的总结

斐洛波诺斯阐释了亚里士多德关于黑白混合产生色彩多样性及其在昼夜可见性的论述(342b18–20),结合烟中火焰与书写对比的例子加以说明,并就流星等现象的总结性结语(342b21)分析了它们迅速变化的共性以及被称为“显现”的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.54

" Ὅλως δ’ ἐν τῷ μέλανι τὸ λευκὸν πολλὰς ποιεῖ ποικιλίας, οἷον ἡ φλὸξ ἐν τῷ καπνῷ. ἡμέρας μὲν οὖν ὁ ἥλιος κωλύει, νυκτὸς δ’ ἔξω τοῦ φοινικοῦ τὰ ἄλλα δι’ ὁμόχροιαν οὐ φαίνεται." Τὸ λευκόν, φησί, καὶ τὸ μέλαν (λευκὸν δὲ νῦν λέγεται τὸ λαμπρόν) ἐν τῇ ποιᾷ μίξει πολλὰς ποιεῖ χρωμάτων διαφορὰς κατὰ τὴν ἑκατέρου τούτων πρὸς τὸ λοιπὸν ἄνεσίν τε καὶ ἐπίτασιν, οἷον τὸ φοινικοῦν, τὸ πράσινον, τὸ ἁλουργόν, τὸ ἐρυθρὸν καὶ εἴ τι τοιοῦτον ἕτερον, ὧν ὁ λόγος τῆς συμμετρίας ἄρρητος.1 παράδειγμα τούτων δίδωσι τὸ διὰ τοῦ καπνοῦ φαινόμενον πῦρ πολλὰς ἐμφαῖνον χρωμάτων διαφορὰς ἄλλοτε ἄλλας πρὸς τὴν τοῦ καπνοῦ ποιότητα τὴν ἐκ τῆς διαφόρου τῶν καιομένων ὕλης γινομένην. τούτων οὖν, φησί, τῶν διαφόρων χρωμάτων ὅσα μέν ἐστι πυρώδη, ἐν ἡμέρᾳ οὐ διαφαίνεται διὰ τὴν πρὸς τὸν ἥλιον ὁμοιότητα συγκαλυπτόμενα ὑπ’ αὐτοῦ, ὅσα δὲ νένευκε πρὸς τὸ μέλαν, φανερὰ πᾶσίν ἐστιν· ἐν νυκτὶ δὲ τοὐναντίον ὅσα μέν ἐστι λευκὰ καὶ πυρώδη, διαλάμπει, ὅσα δὲ πρὸς τῷ μέλανι, πάντα κρύπτεται, τὸ ἁλουργόν, τὸ πορφυροῦν, τὸ πράσινον, τὸ κυανοῦν. μόνον δέ, φησί, τὸ φοινικοῦν διαφαίνεται· πλεονάζει γὰρ ἐν αὐτῷ τὸ λευκόν, ὡς ἐν τοῖς ἄλλοις τὸ μέλαν. ὁρῶμεν γὰρ καὶ τοῦ ἡλίου ἄρτι δεδυκότος περὶ τὸν ὁρίζοντα φοινικοῦν χρῶμα φαινόμενον, ὅτι ὁ ἀὴρ ἐκεῖνος ἠρέμα πως ἀχλυώδης ἐστί, τῶν ὄψεων ἡμῶν ἐκ τῆς ἀχλύος ἀνακλωμένων ἐπὶ τὸν ἥλιον καὶ τῇ μίξει τῶν χρωμάτων τὰς τοιαύτας ποιουσῶν φαντασίας. διὸ καὶ ἡ μὲν ἀπὸ μέλανος γραφὴ ἐν λευκοῖς τοῖς ὑποδεχομένοις γίνεται, ἡ δὲ λευκογραφία καὶ χρυσογραφία τοὐναντίον ἐν μέλανι· τὸ γὰρ ἐναντίον ἐν τῷ ἀντικειμένῳ διαφανέστερον, τὸ δ’ ὅμοιον ἐν τῷ ὁμοίῳ δυσδιάκριτον, οἷον εἰ ἐν λευκῷ τινι σώματι λευκογραφήσεις ἢ ἐν μέλανι διὰ μέλανος γράψειας. ὅθεν καὶ οἱ ἐν νυκτὶ μελανειμονοῦντες μᾶλλόν εἰσι τῶν λευχειμονούντων δυσδιάκριτοι, καὶ ἐν ἡμέρᾳ τοὔμπαλιν οἱ λευχειμονοῦντες, [ἢ] εἰ ἐν ἡλίῳ μάλιστα τύχοιεν, ἀμυδρὰν ἔχουσι τὴν ἀντίληψιν.

“一般而言,黑色之中的白色会产生多种斑斓,正如烟中的火焰。因此在白天,太阳阻碍了它们被看见;而在夜晚,除了绯红,其余颜色由于色泽相同而无法显现。” 他说,白与黑(此处“白”是指明亮)在某种混合中,按照它们彼此相对的松弛与张力,产生诸多色彩的差异,例如绯红、草绿、海紫、赤红以及任何其他此类颜色,其调配的比例是无法言表的。他以穿过烟雾显现的火作为这些现象的例证,这种火根据所燃烧的不同质料产生的烟雾性质,时而呈现出这种、时而呈现出那种多种多样的色彩差异。因此他说,在这些不同的颜色中,凡属火状的,在白天由于与太阳相似而被它遮蔽,从而无法被辨识,而凡是偏向于黑色的,对所有人都是清晰可见的;但在夜晚则相反,凡是白色和火状的,都闪耀发光,而偏向黑色的则全部被隐藏,如海紫、紫红、草绿、深青。他说,唯有绯红能够透现出来;因为在其中白色占优势,正如在其他颜色中黑色占优势一样。实际上,我们在太阳刚刚落山时也会看到地平线附近显现出绯红色,这是因为那里的空气不知何故略带薄雾,我们的视线从薄雾上反射到太阳上,并通过色彩的混合产生了此类表象。因此,用墨水书写是在白色的承载物上进行的,而用白墨或金泥书写相反则是在黑色上进行的;因为对立之物在与其对立之物中更为鲜明,而相似之物在相似之物中则难以分辨,犹如在白色物体上用白字书写,或在黑色物体上用墨书写一样。由此,夜晚穿黑衣者比穿白衣者更难以辨认;而在白天相反,穿白衣者,尤其是如果恰好处于阳光之下,便只能被模糊地领会。

§1.55

"Περὶ μὲν οὖν τῶν διαθεόντων ἀστέρων καὶ τῶν ἐκπυρουμένων, ἔτι δὲ τῶν ἄλλων τῶν τοιούτων φασμάτων, ὅσα ταχείας ποιεῖται τὰς φαντασίας, ταύτας ὑπολαβεῖν δεῖ τὰς αἰτίας." Συμπεραίνεται πάντα τὰ ἐξ ἀρχῆς εἰρημένα καὶ τὴν κοινωνίαν αὐτῶν ἀπήγγειλε, δι’ ἣν καὶ κατὰ συνέχειαν περὶ τούτων ἐδίδαξε πάντων, τὸ ταχείας τὰ εἰρημένα πάντα ποιεῖσθαι τὰς μεταβολάς,2 τουτέστι μὴ ἐπὶ πολὺν μένειν χρόνον, ὡς οἱ κομῆται, ἀλλ’ ἐν ὀλίγῳ διαλύεσθαι. τούτων οὖν τῆς γενέσεως τὰς αἰτίας δεῖ νομίζειν τὰς εἰρημένας παρ’ ἡμῶν. τῷ δὲ κοινῶς περὶ πάντων εἰπεῖν τῶν τοιούτων φασμάτων, ὅσα ταχείας ποιεῖται τὰς φαντασίας, ἔοικεν ἅπαντα λέγειν εἶναι φαντάσματα. ἢ οὖν [οὐ] κοινότερον ἁπλῶς τὰ φαινόμενα φάσματα προσηγόρευσεν, ἢ ὅτι3 κἂν ὕπαρξιν ἔχωσιν οἱ διάττοντες, ἀλλὰ συμπέπλεκταί τι καὶ φαντασίας αὐτοῖς, ὡς εἴπομεν. τῶν γὰρ μὴ κατὰ ῥῖψιν ἀλλ’ ἔξαψιν γινομένων διαττόντων ἡ κίνησις δοκοῦσά ἐστι κίνησις, οὐχ ὑπάρχουσα· οὐ γὰρ ἓν ἦν τὸ κινούμενον, ἀλλ’ ὕλη τις ἄλλοτε ἄλλη μεταλαμβάνουσα τῆς ἐξάψεως. ἀλλὰ καὶ ἐν ταῖς αἰξὶν αἱ παρεκπυρώσεις, ἐξ ὧν ἡ τῶν τριχῶν ἐγίνετο φαντασία, δοκοῦσαν εἶχον, οὐ πάντως ἀληθῆ συνέχειαν πρὸς τὴν ὅλην ἐκπύρωσιν.

“因此,关于穿梭的星辰和被点燃的现象,以及产生迅速表象的其他此类显现,应当认为这些就是其原因。” 他总结了从一开始所说的一切,并说明了它们的共同特征——正是由于这一特征,他才连续地讲授了所有这些现象——即上述一切都经历迅速的变化,也就是不像彗星那样停留很长时间,而是在短时间内消散。因此,关于这些现象的生成,应当认为其原因就是由我们所陈述的那些。由于他总括地论及所有“产生迅速表象的此类显现”,他似乎在说它们全都是虚幻的表象。因此,或者他仅仅是在更宽泛的意义上把显现的事物称为“显现”,或者是因为即使流星具有实在的存在,但正如我们所说,某种表象也交织在其中。因为对于那些不是通过抛射而是通过点燃产生的流星,其运动只是表象上的运动,而非实际存在的;因为运动的物体并不是单一的,而是不同质料在不同时间相继接纳了点燃。而且,在“山羊”[状流星]中,产生毛发表象的侧向引燃,与整个发火之间也只具有表象上的连续性,而绝非真实的连续性。

语法注3 条
  1. 1.54ὧν ὁ λόγος τῆς συμμετρίας ἄρρητος

    关系代词 ὧν 指代前面列举的各种颜色(绯红、草绿等),λόγος 在此表示“比例”。整句结构表示“其调配比例是无法言表的”。

  2. 1.55τὸ ταχείας τὰ εἰρημένα πάντα ποιεῖσθαι τὰς μεταβολάς

    带冠词的不定式短语 τὸ ... ποιεῖσθαι 作为同位语,用以说明前面的 τὴν κοινωνίαν αὐτῶν(它们的共同特征)。中动语态 ποιεῖσθαι 说明主语 τὰ εἰρημένα πάντα 自身经历或产生迅速的转变。

  3. 1.55ἢ οὖν [οὐ] κοινότερον ἁπλῶς τὰ φαινόμενα φάσματα προσηγόρευσεν, ἢ ὅτι

    这是 ἢ οὖν ... ἢ ὅτι ...(“或者……或者因为……”)的选择结构。遵循底本的删除标记[οὐ],排除否定词,解读为肯定分句“在更宽泛的意义上把显现的事物称为显现”。后半部分的 ἢ ὅτι 则引出另一种原因或解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:74.1-75.8