← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§76.3-77.2

将彗星视为第六颗行星的毕达哥拉斯学派理论

评注毕达哥拉斯学派关于彗星是罕见显现的第六颗行星的学说,解释了其与水星的相似性,以及彗星视大小因与恒星聚合显现而产生的变化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.57

" Τῶν δ’ Ἰταλικῶν τινες καὶ τῶν καλουμένων Πυθαγορείων ἕνα λέγουσιν αὐτὸν εἶναι τῶν πλανητῶν ἀστέρων, ἀλλὰ διὰ πολλοῦ τε χρόνου τὴν φαντασίαν αὐτοῦ εἶναι καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, ὅπερ συμβαίνει καὶ περὶ τὸν τοῦ Ἑρμοῦ ἀστέρα· διὰ γὰρ τὸ μικρὸν ἐπαναβαίνειν πολλὰς ἐκλείπει φάσεις, ὥστε διὰ χρόνου φαίνεσθαι πολλοῦ." Ἰταλικῶν καὶ Πυθαγορείων τῶν αὐτῶν,1 ὡς εἰ ἔλεγεν Ἰταλικῶν τῶν καὶ Πυθαγορείων· ἐν Ἰταλίᾳ γὰρ ὁ Πυθαγόρας τῆς ἑαυτοῦ φιλοσοφίας τὰ διδασκαλεῖα συνεστήσατο. τούτων οὖν τινες μετὰ τοὺς πλανωμένους πέντε, ὧν ἀρτίως ἐμνήσθημεν, ἕκτον ἀστέρα πλανώμενον ὑπετίθεντο τὸν κομήτην· σύνδρομον δὲ τῷ ἡλίῳ ὄντα καὶ ὑπὸ τῶν αὐγῶν αὐτοῦ καλυπτόμενον βραδέως φαίνεσθαι, ὅπερ καὶ ἐπὶ τοῦ Ἑρμαϊκοῦ ἀστέρος ὁρῶμεν γινόμενον· καὶ οὗτος γὰρ ἐπ’ ὀλίγον τοῦ ἡλίου διιστάμενος σπανίως φαίνεται. διὰ τί δὲ καὶ οὗτος ὁ κομήτης ποτὲ μὲν μείζων φαίνεται ποτὲ δὲ ἐλάττων, αἰτιάσονται τὴν ἅμα αὐτῷ τῶν ἀπλανῶν σύμφασιν· ὅταν μὲν γὰρ ἐνταῦθα γίνηται ἐν ᾧ πλείονές εἰσι τῶν ἀπλανῶν ἢ μείζους, καὶ αὐτὸν μείζονα φαίνεσθαι, ἡνίκα δὲ μετ’ ἐλαττόνων ἢ ἀμυδροτέρων τῷ μεγέθει, μικρότερον γίνεσθαι. καὶ τῶν διαφόρων δὲ σχημάτων καὶ οὗτοι τὴν διάφορον μετὰ τῶν ἀπλανῶν σχέσιν αἰτιάσονται· εἰ γὰρ μὴ ταῦτα λέγοιεν, ἐξ αὐτῆς ἔχουσι τὸν ἔλεγχον τῆς αἰσθήσεως. καὶ τοῦ σπανίως δὲ φαίνεσθαι τὴν αὐτὴν λέγουσιν αἰτίαν, τὸ σύνδρομον εἶναι τῷ ἡλίῳ τὸν κομήτην καὶ διὰ πολλοῦ χρόνου παραλλάττειν αὐτόν· τοῦτο γὰρ ἐδήλωσεν Ἀριστοτέλης εἰπὼν καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, τουτέστι τὴν ἀπὸ τοῦ ἡλίου διάστασιν ἐπὶ μικρὸν ποιεῖσθαι διάστημα, ὅπερ καὶ ἐπὶ τοῦ Ἑρμαϊκοῦ γίνεται· διὰ γὰρ τὸ μικρὸν αὐτὸν ἐπαναβαίνειν φησὶ πολλὰς ἐκλείπειν φάσεις, τουτέστι διὰ τὸ μικρὸν ἀποχωρεῖν τοῦ ἡλίου τὰς πολλὰς ἐκλείπειν φάσεις, τουτέστιν οὐ φαίνεται πολλάκις. φάσιν γὰρ καλοῦσι τῶν ἀστέρων τὴν μετὰ τὴν κρύψιν τοῦ ἡλίου πρώτην αὐτῶν γινομένην ἐξ αὐτοῦ παράλλαξιν, ἐν ᾗ φανερὸς ἡμῖν γίνεται. ὀλίγον οὖν ὁ τοῦ Ἑρμοῦ παραλλάττων τὸν ἥλιον λανθάνει τὴν ἡμετέραν αἴσθησιν οὐ συνεχῶς φαινόμενος διὰ τὴν ἐγγύτητα· εἰς γὰρ τὸ θεαθῆναι τοῦτον δεῖ καὶ τὴν μεγίστην αὐτὸν διαστῆναι τοῦ ἡλίου διάστασιν, ἧς οὐ διίσταται μείζονα [τε], καὶ καθαρὰν αἰθρίαν εἶναι, καὶ ἐν ὕψει ἑστῶτα πολλῷ κατοπτεύειν αὐτόν. ἐντεῦθεν οὖν, ὡς εἶπον, αἱ πολλαὶ τούτου διαστάσεις ἀπὸ τοῦ ἡλίου λανθάνουσιν ἡμᾶς. τοῦτό ἐστιν ὅπερ εἶπε πολλὰς ἐκλείπει φάσεις· δέον γὰρ φανῆναι πολλάκις διαστάντα τῶν αὐγῶν τοῦ ἡλίου διὰ τὴν μικρὰν ἀπόστασιν οὐ φαίνεται.2

“意大利人以及所谓毕达哥拉斯派中的某些人说,它是行星之一,但它的显现是在隔了很长时间之后,且其超逾幅度极小,这同样发生于赫尔墨斯之星的情形;因为由于升起幅度微小,它错过了许多次显现,以致在隔了很长时间之后才显现出来。” 意大利人与毕达哥拉斯派指的是同一些人,就如同他说“意大利人,即毕达哥拉斯派”一样;因为毕达哥拉斯正是在意大利建立了自己哲学的学园。因此,他们中的某些人在我们刚才提到的五颗行星之外,假定彗星为第六颗行星;并且认为,由于它与太阳同调运行并被太阳的光芒所掩盖,因而罕见地显现,正如我们在赫尔墨斯之星的情形中也见到的那样;因为这颗星也因距太阳仅有微小的分立而罕见显现。至于为什么这颗彗星也是时而显得较大、时而显得较小,他们会归因于恒星与它一同发生的聚合显现;因为每当它处于恒星数量较多或体积较大的位置时,它自身也显现得较大,而当它处于在体积上较小或较暗淡的恒星之中时,它便变得较小。对于不同的形态,他们同样会归因于它与恒星之间的不同关联;因为如果他们不说这些,他们仅凭感官知觉本身就会遭到驳斥。对于罕见地显现,他们也说明了同样的原因,即彗星与太阳同调运行,且隔了很长时间才偏离太阳;因为亚里士多德说“且其超逾幅度极小”指明了这一点,即它脱离太阳的分立只在极小的距离内发生,这同样发生于赫尔墨斯之星的情形;因为他说由于它升起幅度微小因而错过了许多次显现,意思是说由于脱离太阳的距离微小因而错过了许多次显现,也就是说它并不经常被看见。因为他们把星体在被太阳隐蔽之后首次偏离太阳的偏离称为星体的“显现”,在此显现中它对我们变得可见。因此,赫尔墨斯之星偏离太阳极少,因其接近而不持续显现,从而逃过了我们的知觉;因为为了看到这颗星,它既必须达到它脱离太阳的最大距度(它不再有比这更大的分立),又必须天气晴朗无云,且人必须站在极高处进行观察。因此,正如我所说,它脱离太阳的许多次分立都逃过了我们的眼睛。这就是他所说的“错过了许多次显现”;因为虽然它在脱离太阳光芒后本应多次显现,但由于距离微小,它并没有显现出来。

语法注2 条
  1. 1.57Ἰταλικῶν καὶ Πυθαγορείων τῶν αὐτῶν

    评注者指出,经文原句中并列的属格短语(Ἰταλικῶν καὶ τῶν καλουμένων Πυθαγορείων)并非指两个不同的群体,而是指同一个学派的换称(即“意大利人,亦即毕达哥拉斯派”)。属格 τῶν αὐτῶν 在此起表语性说明作用,指出两者的同一性。

  2. 1.57δέον γὰρ φανῆναι πολλάκις διαστάντα τῶν αὐγῶν τοῦ ἡλίου διὰ τὴν μικρὰν ἀπόστασιν οὐ φαίνεται

    中性分词 δέον 是无人称动词 δεῖ 的独立对格(accusative absolute),表示让步或对照(“本应当……然而……”)。对格分词 διαστάντα 与不定式 φανῆναι 的逻辑主语一致,呼应主句所讨论的主体(水星或彗星)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:76.3-77.2