- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:72.30-73.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《气象学》342b14,借助画家的明暗阴影技法,解释天空中显现的“裂隙”与“凹坑”是由于浓黑的云块遮蔽了发火中部所形成的视觉错觉,并阐明云层进一步凝缩时迸射出“火把”流星及加深裂隙的机制。
" Τὰ δὲ χάσματα ἀναρρηγνυμένου τοῦ φωτὸς ἐκ κυανοῦ καὶ μέλανος ποιεῖ τι βάθος ἔχειν δοκεῖν. πολλάκις δ’ ἐκ τῶν τοιούτων καὶ δαλοὶ ἐκπίπτουσιν, ὅταν συγκριθῇ μᾶλλον· συνιὸν δὲ χάσμα δοκεῖ." Ἡ μὲν οὖν τῶν αἱματωδῶν καὶ τῶν τοιούτων φαντασία χρωμάτων ἢ κατὰ διαφάνειαν τῶν νεφῶν ἢ κατὰ ἀνάκλασιν τὴν ἐξ αὐτῶν ἐγίνετο τῶν ὄψεων ἡμῶν· ἡ δὲ τῶν βοθύνων καὶ τῶν χασμάτων οὐχ οὕτως, ἐπιπροσθουμένου δὲ κατὰ τὸ μέσον τοῦ φωτὸς ὑπὸ τῆς τοῦ νέφους παχύτητος·1 λίαν γὰρ εἶναι δεῖ παχὺ τὸ νέφος καὶ μηδ’ ὅλως διαφανὲς τὸ ἐπιπροσθοῦν κατὰ μέσον τῷ φωτί· οὕτω γὰρ κοιλότητος ποιεῖ φαντασίαν. τὸ μὲν γὰρ λευκὸν καὶ τὸ λαμπρὸν ὀξεῖαν ἔχοντα τὴν ἐνέργειαν διακριτικὰ τῶν ὄψεων ἡμῶν ὑπάρχει, διὸ καὶ ταχὺ τὸ πάθος ἐν αὐταῖς ἐργαζόμενα ταχεῖαν καὶ τὴν ἀντίληψιν τοῦ πάθους ἔχουσι· τὸ γὰρ θᾶττον πάσχον καὶ θᾶττον τοῦ πάθους ἀντιλαμβάνεται. τὸ δὲ μέλαν ἔμπαλιν συγκριτικὸν ὑπάρχον τῶν ὄψεων βραδυκινησίας αὐταῖς αἴτιόν ἐστι (τοῖς γὰρ ἐναντίοις τὰ ἐναντία συμβαίνειν ἀνάγκη) καὶ διὰ τοῦτο καὶ ἡ τοῦ πάθους ἀντίληψίς ἐστι βραδυτέρα. ὅταν οὖν ἐκπυρώσεώς τινος συστάσης νέφος τι παχὺ καὶ μὴ διαφανὲς ἐν τῷ μέσῳ τῆς ἐκπυρώσεως γίνηται, ὡς μὴ πάσῃ ἐπιπροσθεῖν, ἀλλὰ μόνῳ τῷ μέσῳ αὐτῆς ἀέρι, ἐν ᾧ καὶ συνέστη τὸ νέφος, τῶν ἑκατέρωθεν τῆς ἐκπυρώσεως μερῶν καθαρῶν ὄντων καὶ οὐκ ἐπιπροσθουμένων τῷ νέφει, συμβαίνει τότε τῷ μὴ ὁρᾶσθαι τὸ μέσον αὐτῆς διὰ τὸ μέλαν κοιλότητος διδόναι φαντασίαν.2 διὸ καὶ τὰ πόρρωθεν ὁρώμενα μέλανα φαίνεται, οὐκ ἐφικνουμένης αὐτῶν ἱκανῶς τῆς ἡμετέρας ὄψεως. καὶ γὰρ εἰ ἐν τῷ αὐτῷ ἐπιπέδῳ λευκὸν θείης καὶ μέλαν καὶ πόρρωθεν αὐτὰ θεωρήσειας, ἐγγύτερον εἶναι δόξει τὸ λευκόν, τὸ δὲ μέλαν πορρώτερον. τοῦτο καὶ οἱ γραφεῖς εἰδότες, ὅταν κοῖλον εἶναί τι δοκεῖν ἐθέλωσιν, οἷον πηγὴν ἢ δεξαμενὴν ἢ βόθυνον ἢ ἄντρον ἤ τι τοιοῦτον, μέλανι καταχρίουσι τοῦτο ἢ κυανῷ, καὶ τοὔμπαλιν ὅσα προπετῆ φαίνεσθαι βούλονται, οἱονεὶ μαζοὺς κόρης ἢ χεῖρα τεινομένην ἢ πόδας ἵππου, τὰ ἑκατέρωθεν τοῦ μορίου τούτου μελαίνουσιν, ἵνα τούτων κοίλων εἶναι δοκούντων τὸ μεταξὺ αὐτῶν γραφὲν ἐξέχειν νομίζηται. εἰ μὲν οὖν ἧττον εἴη πεπυκνωμένον τὸ νέφος, βόθυνος εἶναι δοκεῖ, εἰ δὲ λίαν εἴη πυκνὸν καὶ διὰ τοῦτο μελάντερον, χάσμα, καὶ ὅσῳ πλέον μελαίνεται, τοσούτῳ καὶ τὸ βάθος μεῖζον εἶναι δοκεῖ. τὸ δὲ ἀναρρηγνυμένου τοῦ φωτὸς εἴρηκε, τουτέστιν ὑπὸ τοῦ νέφους σχιζομένου, καὶ τῆς συνεχείας διακοπτομένης διὰ τὴν τοῦ μέλανος ἢ κυανοῦ κατὰ τὸ μέσον ἐπιπρόσθησιν. πολλάκις δὲ ἐκ τῶν τοιούτων καὶ δαλοὶ ἐκπίπτουσιν, ὅταν συγκριθῇ μᾶλλον· συνιὸν δὲ χάσμα δοκεῖ. ἐκ τῶν ποίων; τῶν εἰρημένων συστάσεων, ἐν οἷς οἱ βόθυνοι καὶ τὰ χάσματα φαίνεται. ὅταν γὰρ τὸ νέφος τοῦτο συγκριθῇ μᾶλλον καὶ ἐναποληφθείη μεταξὺ τούτου μέρος τι τῆς ἐκπυρώσεως, συνθλιβόμενον τοῦτο τῇ βίᾳ τῆς πυκνώσεως ἐκπυρηνίζεται καὶ φέρεται κάτω. εἰ δὲ ἐπὶ πλεῖον συνέλθοι, φησί, χάσμα δοκεῖ γίνεσθαι. εἰ οὖν τὸ μέλαν τοῦ νέφους τὸ μεταξὺ τῆς πυρώδους συστάσεως τὴν δόκησιν ἐποίει τοῦ βοθύνου, ἔτι δὲ συνιὸν ἐπὶ πλεῖον μελαίνεται, τὸ δὲ μᾶλλον μέλαν πλείονος βάθους δίδωσι φαντασίαν, τοῦτο δὲ χάσμα ὠνόμασε, τὸ ἄρα χάσμα τῷ μᾶλλον εἶναι βαθύτερον τοῦ βοθύνου διέστειλεν.3
“而裂隙,当光芒从深青与黑色中裂开时,便使人觉得具有某种深度。并且往往从这类现象中,在进一步凝缩时也会有火把[状流星]坠落;但当聚拢时便显得是裂隙。” 血红等类的色彩表象,或者是通过云的透明性,或者是通过我们的视线从云上的反射而产生的;但凹坑和裂隙的表象却不是这样,而是由于光芒的中部被云的致密所遮蔽;因为在中部遮蔽光芒的云必须极其致密且绝不透明;因为唯有如此它才能产生凹陷的表象。因为白色和明亮之物具有敏锐的活动,能够分散我们的视线,所以迅速在视线中产生感受,对感受的领会也就迅速;因为更快受到影响的物,也更快领会到其感受。相反,黑色由于能够收聚视线,便成为视线迟钝的原因(因为相反的事物必然具有相反的属性),因此对感受的领会也就更为迟缓。因此,当某种发火形成后,在发火的中部产生某种致密而不透明的云,使得它不是遮蔽全部发火,而只是遮蔽云所形成于其中的中部空气,而发火两侧的部分保持纯净且未被云遮蔽,这时便会由于其中部因黑色而无法被看见,从而给出凹陷的表象。因此,从远处看到的事物也显得呈黑色,因为我们的视线无法充分触及它们。事实上,如果在同一平面上放置白色和黑色并从远处观看它们,白色会显得更近,而黑色则显得更远。画家们也知道这一点,当他们希望某物显得凹陷时,例如泉眼、水池、凹坑、洞穴或诸如此类的东西,便用黑色或深青色涂抹它;相反,凡是他们希望显得突出的东西,比如少女的乳房、伸出的手或马的足部,他们就将该部分的两侧涂黑,以便在这些部分显得凹陷时,画在它们之间的部分便被认为突显出来。因此,如果云凝聚得较轻,便显得是凹坑;但如果极其致密并因此更黑,便显得是裂隙;并且变黑的程度越高,深度也显得越大。他说“当光芒裂开时”,也就是指被云劈开,由于中部黑色或深青色的遮蔽,光芒的连续性被打断。“并且往往从这类现象中,在进一步凝缩时也会有火把[状流星]坠落;但当聚拢时便显得是裂隙。”是从哪类现象中呢?是从凹坑和裂隙显现于其中的上述凝聚体中。因为当这团云进一步凝缩,并且发火的某一部分被闭锁在其中时,这一部分受到凝聚之力的挤压,便如核般被挤射出来并向下运行。“但如果进一步聚拢,”他说,“便显得成为裂隙。”因此,如果火状凝聚体之间云的黑色产生了凹坑的印象,而在进一步聚拢时变得更黑,更黑的事物又提供了更大深度的表象,并且他将之命名为裂隙,那么他就是通过比凹坑更深来区分裂隙的。
- 1.53ἐπιπροσθουμένου δὲ κατὰ τὸ μέσον τοῦ φωτὸς ὑπὸ τῆς τοῦ νέφους παχύτητος
对应前句“ἡ μὲν οὖν ... φαντασία ... ἐγίνετο”,在“ἡ δὲ τῶν βοθύνων καὶ τῶν χασμάτων [φαντασία γίνεται] οὐχ οὕτως”中省略了主句动词。紧随其后的属格绝对结构“ἐπιπροσθουμένου δὲ...”充当与前述否定“οὐχ οὕτως”形成对比的条件,解释了凹坑与裂隙的实际生成方式。
- 1.53συμβαίνει τότε τῷ μὴ ὁρᾶσθαι τὸ μέσον αὐτῆς διὰ τὸ μέλαν κοιλότητος διδόναι φαντασίαν
主动词“συμβαίνει”以不定式“κοιλότητος διδόναι φαντασίαν”为真正主语,构成“产生了给出凹陷表象的结果”。带冠词的不定式与格“τῷ μὴ ὁρᾶσθαι τὸ μέσον αὐτῆς”充当原因与格(“由于其中部不被看见”),介词短语“διὰ τὸ μέλαν”则进一步阐明其无法被看见的缘由。
- 1.53τὸ ἄρα χάσμα τῷ μᾶλλον εἶναι βαθύτερον τοῦ βοθύνου διέστειλεν
动词“διέστειλεν”以“τὸ χάσμα”为直接宾语,“τοῦ βοθύνου”作为分离属格附属于“διέστειλεν”(“将裂隙与凹坑区分开来”,亦可理解为随“βαθύτερον”的比较属格)。表示方式或依据的与格结构“τῷ ... εἶναι”内部,“μᾶλλον”与比较级“βαθύτερον”并用,构成了重叠冗余的比较结构。
