- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:71.16-72.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解亚里士多德《气象学》342b5,阐明了伴随遮蔽的色彩混合与微小水滴的反射这两种呈色方式,指出充当媒介的空气自身不承受色彩变化,并解释了该现象转瞬即逝的原因。
μάλιστα δὲ τὸ φοινικοῦν ἢ πορφυροῦν διὰ τὸ ταῦτα μάλιστα ἐκ τοῦ πυρώδους καὶ λευκοῦ φαίνεσθαι μιγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις,1 οὐ τοῦ λευκοῦ καὶ πυρώδους ἀλλήλοις μιγνυμένων, ἀλλὰ τούτων ἑκατέρου τῷ μέλανι. τὸ μὲν γὰρ λευκὸν τῷ μέλανι μιγνύμενον φαιὸν γίνεται· ἵνα δὲ φοινικοῦν γένηται, καὶ τὸ πυρῶδες μίγνυσθαι τοῖς εἰρημένοις προσήκει. πῶς οὖν φησιν ὁ φιλόσοφος; μάλιστα δέ φησι τὸ φοινικοῦν ἢ πορφυροῦν μιγνύμενον φαίνεσθαι, διότι μετριώτερον ὑπάρχον τὸ μέλαν ἐν τῇ μίξει τὸ φοινικοῦν ποιεῖ, βαθύτερον δὲ τὸ πορφυροῦν. συναριθμείσθω δὲ τῷ μέλανι τὸ κυανοῦν ἐκλάμπειν ποιοῦν τὸ ἐκ τῆς μίξεως τῆς εἰρημένης ἀποτελούμενον. πυρῶδες δὲ ἐν τῇ μίξει τῶν χρωμάτων ἐστὶ τὸ ἐρυθρόν. καὶ οἱ ζωγράφοι δὲ τῇ τοιαύτῃ μίξει χρώμενοι τὰ εἰρημένα ποιοῦσι χρώματα. ἡ δὲ μίξις αὕτη γίνεται, φησί, κατὰ τὰς ἐπιπροσθήσεις, τουτέστιν οὐκ αὐτῆς τοῦ νέφους τῆς μελανίας καὶ τῆς τῶν ἄστρων λευκότητος μιγνυμένων ἢ πάλιν τοῦ πυρώδους χρώματος καὶ τῆς μελανίας τοῦ νέφους, ἀλλ’ ἐν ταῖς ἐπιπροσθήσεσι ταῖς ὑπὸ τοῦ νέφους τῶν ὄψεων ἡμῶν ἡ μῖξις γίνεται τῶν διὰ τοῦ ἀέρος εἰς ἡμᾶς φαινομένων χρωμάτων, τοῦ μεταξὺ δηλονότι μὴ πάσχοντος, ἐν δὲ τῇ τούτων ἀντιλήψει τε καὶ αἰσθήσει μιγνυμένων συνίσταται τὸ πάθος. ἐπιπρόσθησιν δὲ ταύτην εἶπεν, ἐπειδὴ μὴ καθαρῶς ἀντιλαμβανόμεθα τῶν χρωμάτων, ἀλλὰ μετ’ ἐπιπροσθήσεως τῆς ἀπὸ τοῦ νέφους ἀμυδρὰ γίνεται αὐτῶν ἡ ἀντίληψις, ἐν ᾗ μίγνυνται. ὅτι γὰρ 〈οὐ〉 πάσχει ὑπὸ τῶν χρωμάτων ὁ διακονῶν αὐτοῖς ἀήρ,2 δῆλον ἐκ τῶν ἀκτίνων τῶν διὰ τῆς χρωματισθείσης ὑέλου φερομένων· ἐν μὲν γὰρ τῷ ἀέρι δι’ οὗ φαίνονται αἱ ἀκτῖνες οὐ φαίνεται τὸ τῆς ὑέλου χρῶμα, ἐν δὲ τῷ στερεῷ ἐν ᾧ προσπίπτουσι διαφαίνεται, εἴτε ἐν τοίχῳ πέσοιεν εἴτε ἐν τῇ γῇ εἴτε ἐν ὁτῳοῦν ἄλλῳ. οἷον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν ᾖ καῦμα, καὶ διὰ καπνοῦ φοινικᾶ φαίνεται. ἐὰν ᾖ καῦμα, φησί, τουτέστι κατάστημα νότιον· περὶ γὰρ τὸν ὁρίζοντα ἀχλυωδέστερος γίνεται ὁ ἀήρ. καυματώδης γὰρ ὁ νότος ὢν ἀναλύει μὲν ἀτμίδα πολλήν, διαφορῆσαι δὲ ταύτην οὐκ ἰσχύων διὰ τὸ βληχρὸν τοῦ θερμοῦ ἀχλυώδη τὸν ἀέρα ποιεῖ καὶ παχύν· δι’ οὗ τὰ ἄστρα φαινόμενα φοινίκια φαίνεται, ὡς καὶ ἡ διὰ τοῦ καπνοῦ τῶν ὑγρῶν ξύλων φαινομένη φλόξ. καὶ τῇ ἀνακλάσει δὲ ποιεῖ, ὅταν τὸ ἔνοπτρον ᾖ τοιοῦτον ὥστε μὴ τὸ σχῆμα, ἀλλὰ τὸ χρῶμα δέχεσθαι. οὗτός ἐστιν ὁ δεύτερος τρόπος. ἐὰν γὰρ μικρόν τι μόριον ἐνόπτρου τις λάβῃ καὶ πρὸς τὸν ἥλιον ἀντιπρόσωπον θείη, τὸ μὲν σχῆμα τούτου καὶ τὸ μέγεθος ἐν τῷ ἐνόπτρῳ οὐ φαίνεται, τὸ δὲ χρῶμα μόνον αὐτοῦ καὶ τὸ φῶς· ἀλλὰ κἂν κατὰ μικρὰ τεθραυσμένον εἴη τὸ ἔνοπτρον, ὁμοίως τὸ χρῶμα μόνον διὰ πάντων τῶν θραυσμάτων αὐτοῦ φαίνεται, οἷον καὶ ἐπὶ τῶν ψεκάδων εἴπομεν τοῦ ὑετοῦ γίνεσθαι. τοιοῦτον οὖν συμβαίνει καὶ ἐν τοῖς νέφεσιν, ὡς τὰ μόρια διεσπάσθαι κατὰ μικρά, καὶ μάλιστα ὅταν ἐπιτήδειον ἤδη πρὸς ὕδατος ὑπάρχῃ γένεσιν, ὅτε καὶ τὰς τοιαύτας φαντασίας παρέχεται· διόπερ οὔτε τὸ σχῆμα τῶν ἐκπυρώσεων οὔτε τὸ μέγεθος δεικνύουσι, μόνου δὲ τοῦ χρώματος τὴν φαντασίαν παρέχονται. τοῦ δὲ μὴ πολὺν χρόνον μένειν τοῦτο ἡ σύστασις αἰτία ταχεῖα οὖσα.3 ὥσπερ γὰρ πάπυρος ἢ στυπεῖον λεπτὸν καὶ ξηρὸν ταχέως ἐξάπτεται καὶ ἐπ’ ὀλίγον χρόνον στέγει τὴν φλόγα θᾶττον τῆς ὕλης δαπανωμένης (τοῦτο γὰρ δηλοῖ τὸ ταχεῖα οὖσα), δρῦς δ’ ἐπειδὰν ἐξαφθῇ, πολὺν διαμένει χρόνον διὰ τὴν παχύτητα. οὕτως ἔχει καὶ ἐπὶ τῶν εἰρημένων ἐκπυρώσεων καὶ τῶν ἀστραπῶν· λεπτομερὴς γὰρ αὐτῶν οὖσα ἡ ὕλη καὶ ταχέως ἐκδαπανωμένη σβέννυται. οἱ δὲ κομῆται παχυτέρας ὕλης ὄντες, πλείονα χρόνον τὰς ἐκπυρώσεις φυλάσσουσιν.
“尤其是绯红或紫色,因为这些主要是由于火状物与白色随着遮蔽发生混合而显现的”——这并不是说白色与火状物彼此混合,而是指它们各自与黑色混合。因为白色与黑色混合便成为灰色;但要成为绯红,火状物也应当与上述二者混合。那么哲学家是怎么说的呢?他说,主要是绯红或紫色在混合中显现,因为混合中黑色较为适度时便产生绯红,而黑色更为深浓时便产生紫色。深青色也应当与黑色算在一起,它使由上述混合所产生之物焕发出光彩。而在色彩的混合中,火状物即是红色。画家们也是利用这样的混合来调制出上述色彩的。他说,这种混合是“随着遮蔽”产生的;也就是说,并不是云本身的黑度与星辰的白度相混合,也不是火状颜色与云的黑度相混合,而是在我们的视线被云遮蔽的过程中,通过空气向我们显现的诸色发生了混合;媒介物显然不受影响,而这一现象是在对它们的领会与感知中发生混合时形成的。他之所以称之为“遮蔽”,是因为我们不能纯粹地感知色彩,而是伴随着来自云的遮蔽,对它们的感知变得模糊,它们正是在这种感知中混合的。事实上,充当色彩媒介的空气[不]受色彩的影响,这从穿过有色玻璃的光线中可以明显看出;因为在光线所显现于其中的空气中并不显现玻璃的颜色,但在光线所投射的坚硬物体上却透现出来,无论光线是落在墙上、地面上还是任何其他物体上。“例如星辰在升起和落下时,如果有灼热,或者透过烟雾看,便显现为绯红。”他说,“如果有灼热”,也就是指处于偏南的气候状态;因为在地平线周围空气变得更为多雾。因为南风是灼热的,它析出大量水汽,但由于其热量微弱而无力将之消散,便使空气变得多雾而浓厚;星辰透过这种空气显现时便显现为绯红,正如透过湿木材的烟雾显现的火焰一样。“而且当镜面是只能接收色彩而不能接收形状的那种类型时,它也通过反射产生色彩。”这是第二种方式。因为如果有人取一块微小的镜面碎片并把它正对着太阳放置,太阳的形状和大小在镜中并不显现,而仅有它的色彩和光线显现;即使镜子被碎成细小碎片,正如我们说过在雨滴上发生的那样,同样透过它所有的碎片也只显现出色彩。因此在云层中也会发生这样的情况,即其微粒被撕裂为细小部分,特别是当它已经适宜于生成水的时候,这时它正呈现出此类表象;因此微粒既不显出诸发火的形状,也不显出其大小,而仅提供色彩的表象。“而这不能长久留存的原因在于凝结是迅速的。”因为正如莎草纸或麻屑既薄且干,会迅速引燃,并且由于质料消耗得更快而只能在短时间内维持火焰(因为“迅速”所指的就是这个),但橡木一旦引燃,由于其致密便能留存很长时间。在上述发火和闪电中也是如此;因为它们的质料由细微部分构成,迅速消耗殆尽便熄灭了。而彗星由较浓厚的质料构成,能将发火保持更长的时间。
- 1.52μιγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις
表伴随状况的被动分词(复数属格)。在语法上以复数形式承接由介词 ἐκ 支配的并列词组 τοῦ πυρώδους καὶ λευκοῦ,但斐洛波诺斯随即在后文中界定了其语义主语与实质,解释称这并非白色与火状物彼此混合,而是它们各自与黑色混合。
- 1.52ὅτι γὰρ 〈οὐ〉 πάσχει ὑπὸ τῶν χρωμάτων ὁ διακονῶν αὐτοῖς ἀήρ
否定词 οὐ 为校订者所增补。后文以穿过有色玻璃的光线为例(光线穿过的空气本身并不着色,颜色只在光线投射的固体表面显现),从逻辑上必然要求此处解释为空气“不承受”色彩的影响。
- 1.52τοῦ δὲ μὴ πολὺν χρόνον μένειν τοῦτο ἡ σύστασις αἰτία ταχεῖα οὖσα
带冠词的不定式从句 τοῦ ... μένειν 为属格,依附于名词 αἰτία(宾格性属格/原因属格)。主句的核心结构为 ἡ σύστασις [ἐστὶν] αἰτία,分词短语 ταχεῖα οὖσα 作原因状语(“因为其凝结是迅速的”),修饰主语 ἡ σύστασις。
