← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§70.6-71.16

光线穿透与微小水滴反射引起的色彩生成

斐洛波诺斯列举了天体光线透过薄雾或烟雾时颜色变化的例子,解释了第二种显现方式(通过反射的显相),即微小水滴充当镜面反射视线从而仅显现色彩,并结合空气与视线对经文中“较致密之物”、“较弱光线”及“接收反射的空气”等词句进行了注释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.52#2

οἷόν τι γίνεται καὶ ἐν τῇ τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῇ τῶν ἄλλων ἀστέρων ἀνατολῇ τε καὶ δύσει, ὅταν ὀμιχλώδης ὁ περὶ τὸν ὁρίζοντα γένηται ἀήρ· διαφόρων γὰρ καὶ τότε χρωμάτων φαντασία γίνεται, ποτὲ μὲν ἐρυθρά τε καὶ αἱματώδης, ὁπηνίκα ἡ τε ἀχλὺς εἴη παχυτέρα καὶ τὸ πυρῶδες εἰλικρινέστερον, ποτὲ δὲ ξανθή τε καὶ οἱονεὶ χρυσοειδής, ὅτε λεπτοτέρα ἡ ἀχλύς, καὶ ἄλλοτε ἄλλη πρὸς τε τὸ ποσὸν τῆς πυκνώσεως τοῦ ἀέρος καὶ τῆς ἐκπυρώσεως τὸ μέτρον καὶ τὴν πρὸς ἄλληλα τούτων σχέσιν· μετρῆσαι γὰρ τὴν τοιαύτην μῖξιν, ἐξ ἧς τὰ διάφορα γίνεται χρώματα, δυσχερὲς ἡμῖν καὶ ἀδύνατον. ὅτι δὲ τῇ μίξει τῶν ἐναντίων ταῦτα γίνεται, δῆλον ἐξ ὧν καὶ οἱ ζωγράφοι τῇ μίξει τούτων πολλὰς ἐργάζονται χρωμάτων διαφοράς. καὶ ἡ ἐξ ὑγροτέρων δὲ ξύλων ἐξαπτομένη φλὸξ ἐρυθρὰ φαίνεται διὰ τὴν τοῦ καπνοῦ παχύτητα καὶ μελανίαν τῷ λαμπρῷ τοῦ πυρὸς μιγνυμένην. ἐκ δὲ τῶν ξηρῶν ξύλων ὅ τε καπνὸς λεπτότερος γίνεται καὶ τὸ χρῶμα τὸ ἐκ τῆς μίξεως αὐτοῦ καὶ τοῦ λαμπροῦ τοῦ πυρὸς ξανθότερον. δεύτερός ἐστι τρόπος τῆς τοιαύτης τῶν χρωμάτων ἐν τῷ ἀέρι φαντασίας ὁ κατ’ ἔμφασιν ἐξ ἀνακλάσεως τῶν ἡμετέρων γενόμενος ὄψεων. οὕτω δὲ δεῖ παχεῖαν εἶναι καὶ μὴ διαφανῆ τοῦ νέφους τὴν σύστασιν μηδ’ ἡνωμένην καὶ πάλιν συνεχῆ, διεσπασμένην δὲ κατὰ μικρὰς ἀτμίδας, οἷαί καὶ αἱ τῶν ὑετῶν λεπταὶ ψεκάδες, καὶ τὴν ἐκπύρωσιν μὴ κατὰ κάθετον ἀλλ’ ἐκ πλαγίων τοῦ νέφους εἶναι, καὶ οὕτω θέσεως ἔχειν ταῦτα πρὸς ἄλληλα, ὡς τὰς ὄψεις ἡμῶν τὰς εἰς τὸ νέφος ἐμπιπτούσας ἐπὶ τὴν ἐκπύρωσιν ἀνακλωμένας φέρεσθαι ἢ ἐπὶ τὸν ἥλιον ἢ τὴν σελήνην. ἀπὸ μικρῶν οὖν τοῦ νέφους ἐνόπτρων ἐπί τι τῶν εἰρημένων γινομένης τῆς ἀνακλάσεως, τὸ χρῶμα μὲν τούτων ὁρᾶν ἐν τοῖς ἐνόπτροις δοκοῦμεν, τὸ σχῆμα δὲ καὶ τὸ μέγεθος οὐκέτι διὰ τὴν τούτων μικρότητα· οἷόν τι κἀπὶ τῶν ψεκάδων τοῦ ὑετοῦ φαίνεται συμβαῖνον, ὅταν ὁ ἥλιος ἐν καθαρῷ διαλείμματι φαίνηται τῶν ἀστέρων νύκτωρ καὶ ἐπὶ τῶν κωπηλατούντων νύκτωρ1 ὁμοίως εἰς μικρὰ τεμνομένου τοῦ ὕδατος. τῶν γὰρ εἰς ταύτας ἐμπιπτουσῶν ὄψεων καὶ ἀνακλωμένων ἐπὶ τὰ ἄστρα τὸ χρῶμα μόνον ὁρῶμεν, τὸ σχῆμα δὲ καὶ τὸ μέγεθος οὐκέτι διὰ τῆς ὕδατος μικρότητος. καὶ ἐπὶ τῶν ἐνόπτρων δὲ τῶν παρ’ ἡμῖν τῶν λίαν σμικρῶν τὸ αὐτὸ γίνεται. τούτῳ γὰρ τῷ τρόπῳ καὶ τὴν ἶριν γινομένην ἐν τῷ τρίτῳ τῆς πραγματείας δείκνυσι ταύτης, νέφους μὲν συνισταμένου παχέος πρὸς αὐτῷ τῷ ὁρίζοντι, κατὰ θάτερον δὲ μέρος αὐτοῦ φαινομένου τοῦ ἡλίου ἐν καθαρῷ διαλείμματι, καὶ τῶν ὄψεων ἡμῶν ἐκ τοῦ νέφους ἀνακλωμένων ἐπὶ τὸν ἥλιον καὶ τὴν τῶν χρωμάτων τῆς ἴριδος ποιουσῶν φαντασίαν. τὸν δὲ ἀριθμὸν τῶν χρωμάτων αὐτῆς καὶ τὴν διαφορὰν καὶ τῶν κύκλων τὸ μέγεθος ἐκεῖσε τοῦ φιλοσόφου λέγοντος ἀκουσόμεθα. νῦν δὲ τέως ἐπὶ τὴν ἐξέτασιν χωρῶμεν τῆς λέξεως. Διά τε γὰρ πυκνοτέρου φαινόμενον ἔλαττον φῶς καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀὴρ παντοδαπὰ χρώματα ποιεῖ. τοὺς δύο τρόπους τοὺς προειρημένους τῆς τῶν φαινομένων χρωμάτων ἀπαγγέλλει φαντασίας, τὸν μὲν τῆς διαφάσεως ἐν οἷς ἔφη διά τε γὰρ πυκνοτέρου φαινόμενον ἔλαττον φῶς, πρὸς τὸν ἀέρα· οὐδὲ γὰρ πυκνοτέρου νέφους (δεῖν γὰρ ἔφαμεν μετρίαν ἔχειν τὸ νέφος διαφάνειαν,2 ἵνα δι’ αὐτῆς τὸ φῶς διέλθοι τῆς ἐκπυρώσεως), ἀλλὰ πυκνοτέρου ὡς πρὸς τὴν τοῦ ἀέρος διαφάνειαν. καλῶς δὲ εἶπε τὸ ἔλαττον φῶς· εἰ γὰρ πολὺ εἴη, πάντως ἐπικρατεῖ τοῦ νέφους καὶ λύει τὴν σύστασιν αὐτοῦ, καὶ τὸ πάθος οὐ συνίσταται. τὸν δὲ δεύτερον δηλοῖ τρόπον ἐν οἷς πάλιν εἶπε καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀήρ. ἀνάκλασιν δὲ τὸν ἀέρα δέχεσθαί φησι τὴν τῶν ὄψεων δηλονότι τῶν ἡμετέρων, οὐκ αὐτῆς τοῦ ἀέρος τῆς οὐσίας ἀνακλωμένης.

在太阳、月亮以及其他星辰升起和落下时,每当地平线周围的空气变得多雾时,也会发生某种此类情况;因为那时也会产生各色相的表象,有时呈红色和血色,这时薄雾较浓厚而火状物较纯粹;有时呈黄褐色且宛如金色,这时薄雾较稀薄;而有时又根据空气凝缩的程度、发火的限度以及它们相互的关系而各不相同。因为要测定产生不同色彩的这种混合,对我们而言是困难且不可能的。而这些色彩是通过对立面的混合而产生的,这从画家们通过这些[明与暗]的混合制出许多不同的色彩也可以清楚看出。从较湿润的木材引燃的火焰也显现为红色,这是由于烟雾的浓厚与黑暗同火的光亮混合在一起。而从干燥的木材产生的烟雾则较稀薄,由它与火的光亮混合所产生的色彩也较偏黄褐色。此类色彩在空气中显现的第二种方式,是由于我们的视线发生反射而形成的显相方式。在这种情况下,云的凝结必须是浓厚而不透明的,也不能是连成一体且连续不断的,而是要被撕裂成微小的水汽,就像雨的细小水滴一样;发火也不应当垂直于云,而是位于云的侧面;并且它们彼此之间的相对位置必须是:我们落在云上的视线在反射后被导向发火,或者导向太阳或月亮。因此,当反射从云的微小镜面朝向上述任何发光体产生时,我们看似在镜子中看到了它们的色彩,但由于镜子的微小,却不再能看到它们的形状和大小;这就像在雨滴上也显现出发生的那样,每当太阳在晴朗的间隙中显现时,或者夜间在星辰显现时,以及在夜间划桨者划水使水被切成微小部分时也是同样。因为从落在这些水滴上并反射到星辰上的视线中,我们仅看到色彩,由于水的微小却不再看到形状和大小。在我们身边的极微小的镜子上也发生着同样的情况。因为在这部著作的第三卷中,他也正是以这种方式表明彩虹是如何形成的:浓厚的云正当地平线处凝结,而在它的另一侧,太阳在晴朗的间隙中显现,我们的视线从云反射到太阳上,并产生了彩虹色彩的表象。关于彩虹颜色的数量、差异以及各圆环的大小,我们将在那里听这位哲学家讲述。但现在且让我们转向经文的研读:“因为透过较致密之物透射出的较弱光线,以及接收反射的空气,产生各种各样的色彩。”他陈述了显现色彩之表象的前述两种方式:透射的方式见于他说“因为透过较致密之物透射出的较弱光线”,这是相对于空气而言的;因为这并不是指较致密的云(因为我们说过,云必须具有适度的透明性,以便发火的光线能够穿透它),而是指相对于空气的透明性而言是较致密的。他称之为“较弱光线”也是很恰当的;因为如果光线过于强烈,就必定会压倒云并瓦解它的凝结,这一变化现象便不能形成。而他用接下来所说的“以及接收反射的空气”指明了第二种方式。他说空气接收反射,显然是指接收我们视线的反射,而不是指空气本身的实体被反射。

语法注2 条
  1. 1.52ὅταν ὁ ἥλιος ἐν καθαρῷ διαλείμματι φαίνηται τῶν ἀστέρων νύκτωρ καὶ ἐπὶ τῶν κωπηλατούντων νύκτωρ

    在连词 ὅταν 引导的从句中,ὁ ἥλιος 充当主语,而其后接续的 τῶν ἀστέρων νύκτωρ(夜间在星辰显现时)以及 καὶ ἐπὶ τῶν κωπηλατούντων νύκτωρ(夜间在划桨者处)是高度浓缩的并列结构,隐含了介词 ἐπί 或动词/主语的复现。此处统摄了解释同一光学原理的三种平行现象:白昼太阳透过晴朗间隙显现、夜间星光映射于雨滴、以及夜间划桨溅起的水滴。

  2. 1.52πρὸς τὸν ἀέρα· οὐδὲ γὰρ πυκνοτέρου νέφους ... ἀλλὰ πυκνοτέρου ὡς πρὸς τὴν τοῦ ἀέρος διαφάνειαν

    这是对亚里士多德经文中 διά τε γὰρ πυκνοτέρου(透过较致密之物)的训释。省略句 πρὸς τὸν ἀέρα 意为“[是相对于]空气[而言较致密]”。随后的 οὐδὲ γὰρ πυκνοτέρου νέφους 中,属格 νέφους 充当比较对象(或省略了 διὰ πυκνοτέρου νέφους),与否定词 οὐδέ 一同构成对比结构:“并非指[比其他云]更致密的云”,而是指相对于纯净空气的透明度而言较致密。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:70.6-71.16