← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§68.31-70.6

气象现象的分类与透光所致的色彩显相

斐洛波诺斯整理了气象现象的分类,将其划分为真实自存、混合现象与单纯显相(透射像与反射像),并阐释了通过云的透明性产生色彩显相的光学机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.52#1

" Διά τε γὰρ πυκνοτέρου διαφαινόμενον ἔλαττον φῶς καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀὴρ παντοδαπὰ χρώματα ποιήσει,1 μάλιστα δὲ φοινικοῦν ἢ πορφυροῦν διὰ τὸ ταῦτα μάλιστα ἐκ τοῦ πυρώδους καὶ λευκοῦ φαίνεσθαι μιγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις, οἷον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν ᾖ καῦμα, καὶ διὰ καπνοῦ φοινικᾶ φαίνεται. καὶ τῇ ἀνακλάσει δὲ ποιεῖ, ὅταν τὸ ἔνοπτρον ᾖ τοιοῦτον, ὥστε μὴ τὸ σχῆμα ἀλλὰ τὸ χρῶμα δέχεσθαι. τοῦ δὲ μὴ πολὺν χρόνον μένειν ταῦτα ἡ σύστασις αἰτία ταχεῖα οὖσα." Τῶν μεταξὺ γῆς καὶ οὐρανοῦ συνισταμένων τὰ μέν εἰσιν ὑποστάσεις ἀληθεῖς, οἷα φαίνεται, τοιαῦτα καὶ τὴν οὐσίαν ὑπάρχοντα, φλόγες φημὶ καὶ αἶγες καὶ δαλοὶ χιόνες τε καὶ χάλαζαι καὶ ὑετοί, περὶ ὧν ἤδη προείρηκε, τὰ δὲ μόνον ἐμφάσεις καὶ εἰδωλοποιίαι ψευδεῖς, οὐ τοιαῦτα τὴν φύσιν ὄντα, οἷα καὶ φαίνεται, ἅπερ ἐστὶ χάσματα καὶ βόθυνοι καὶ τὰ ἐν τῷ ἀέρι δοκοῦντα συνίστασθαι χρώματα, περὶ ὧν διδάξαι προτίθεται νῦν· τοιαῦτα δὲ καὶ παρ’ ἡμῖν τι κατά εἴδωλα, ἐμφάσεις ὄντα καὶ μόνον· τὰ δὲ μικτά πως κατά τι μὲν ὑποστάσεις, κατά τι δὲ πάλιν ἐμφάσεις, οἷοίπερ εἰσὶν οἱ κατ’ ἔξαψιν γινόμενοι διάττοντες· τὸ μὲν γὰρ πυρῶδες αὐτῶν ἀληθής ἐστιν ὑπόστασις, ἡ δὲ κίνησις τούτων ἡ τοπικὴ δόκησίς ἐστι καὶ μόνη, καθὰ φθάσαντες ἀπεδείξαμεν. ἔστι δὲ καὶ παρ’ ἡμῖν τοιαῦτα, οἷον ἡ ἐν ὕδατι βρεχομένη κώπη κεκλάσθαι δοκοῦσα· τοῦτο μὲν γὰρ ἔμφασις, τὸ δὲ ὑπὸ τὸ ὕδωρ αὐτὴν φαίνεσθαι ὕπαρξις ἀληθείας. καὶ γραφαὶ δέ τινές εἰσι τοιαῦται, ὧν τὰ μὲν ἐν βάθει εἶναι δοκεῖ, τὰ δὲ προπετῆ καὶ ἔξω νεύοντα, πάντων ἐν μιᾷ ὄντων ἐπιφανείᾳ. ἡ μὲν οὖν γραφὴ τούτων ἐστὶν ὑπόστασις ἀληθής, τὸ δ’ ἐν βάθει τινὰ τούτων εἶναι δοκεῖν ἢ ἔξω νεύειν ἔμφασις καὶ μόνη. εἰπὼν οὖν ἐν τοῖς προλαβοῦσι περὶ τῶν ὑπόστασιν ἐχόντων ἀληθῆ καὶ τῶν μικτῶν νῦν περὶ τῶν μέχρι μόνου τοῦ δοκεῖν ὁρωμένων διδάξαι προτίθεται. τούτων δὲ διχῇ διαιρουμένων τὰ μὲν καλοῦνται διαφάσεις, ὅσα διὰ τῆς τῶν νεφῶν διαφανείας εἰδωλοποιεῖται, ὡς τὰ ἐν ἀέρι διάφορα χρώματα, τὰ δὲ ὁμωνύμως τῷ γένει καλοῦνται ἐμφάσεις, ὅσα κατὰ τὴν ἀπὸ τῶν ἐσόπτρων ἀνάκλασιν τῶν ὄψεων ἡμῶν ἐπὶ τὸν ἥλιον ἐμπιπτουσῶν ἢ τὴν σελήνην ἤ τινα τῶν ἀστέρων ἢ τὰς ἐν ἀέρι πυρώδεις γινομένας συστάσεις ὁρῶνται φαντάσματα, ὡς ἅλως καὶ ἶρις καὶ παρήλια. δύο οὖν εἰσι τὰ τούτων ἁπάντων αἴτια, ἥ τε τῶν νεφῶν διαφάνεια, ὅταν πυρώδης σύστασις ἄνωθεν κατὰ κάθετον αὐτοῖς συσταίη, ἑτέρα δὲ ἡ ἐκ τῶν πυκνοτέρων νεφῶν ἀντανάκλασις τῶν ἡμετέρων ὄψεων ἐπὶ τὴν ἐκ πλαγίου τῶν νεφῶν πυρώδη γενομένην σύστασιν ἢ τὸν ἥλιον αὐτὸν ἢ ἕτερόν τινα τῶν ἀστέρων. τὸ μὲν οὖν πρῶτον, τὰ κατὰ διαφάνειαν λέγω φαινόμενα, τοῦτον γίνεται τὸν τρόπον· νέφους γὰρ ὑποτρέχοντος πυρώδη τινὰ σύστασιν ἐν τῷ ὑπεκκαύματι γενομένην μὴ πυκνοῦ λίαν, ἀλλὰ μανοτέρου καὶ διαφάνειαν βραχεῖαν ἔχοντος καὶ τοσαύτην, ὥστε τὸ χρῶμα μόνον τῆς κατὰ κάθετον τῷ νέφει κειμένης ἐκπυρώσεως φαίνεσθαι, μηκέτι δὲ καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος αὐτῆς, ποικίλα δοκεῖ συνίστασθαι χρώματα. δεῖ δὲ καὶ τὴν ἐκπύρωσιν μετρίαν εἶναι· πολλῆς γὰρ οὔσης διαλύεσθαι συμβαίνει τὸ νέφος. τούτων οὖν οὕτως ἐχόντων συστάσεώς τε καὶ πρὸς ἄλληλα θέσεως, τοῦ νέφους λέγω καὶ τῆς ἐκπυρώσεως, δι’ ἀμφοῖν ἡ ὄψις ἡμῶν φερομένη καὶ ἐν αὑτῇ τό τε μέλαν τοῦ νέφους καὶ τὸ λαμπρὸν μιγνῦσα τῆς ἐκπυρώσεως τὴν αἱματώδη τε καὶ ἐρυθρὰν ἢ φοινικῆν ἢ πορφυρᾶν καὶ τὴν τῶν ἄλλων χρωμάτων παρέχεται φαντασίαν, πρὸς τὴν διαφορὰν τοῦ λαμπροῦ τε καὶ τοῦ μέλανος μᾶλλον ἢ ἧττον τοιούτων ὄντων διαφόρου καὶ τῆς μίξεως ἐξ αὐτῶν ταῖς ἡμετέραις γινομένης ὄψεσιν,2 ἡ ποικίλη τῶν χρωμάτων συμβαίνει διαφορά.

“因为透过较致密之物透射出的较弱光线,以及接收反射的空气,将产生各种各样的色彩,尤其是深红色或紫色,因为这些颜色最显见是由火状物与白色在叠合中混合而成的——正如星辰在升起和落下时,如果有酷热,并且透过烟雾,都显得呈深红色。而空气通过反射也能产生色彩,只要镜子是那种只接收色彩而不接收形状的镜子即可。至于这些现象不能维持很长时间,其原因在于它们的凝结是迅速的。” 在天地之间形成的事物中,有些是真实自存之物,正如其显现的那样在其本质上也确实存在——我指的是火焰、山羊形火、火炬、雪、冰雹和雨,关于这些他此前已经讲过;另一些则仅仅是显相和虚假的成像,在其本性上并非如其显现的那样,这便是裂隙、深坑以及看似在空气中形成的色彩,关于这些他现在正打算讲授。我们身边基于幻像的某些事物也属于此类,它们仅仅是显相而已;还有一些则在某种程度上是混合的,在一方面是真实自存,在另一方面又是显相,比如由于点燃而产生的流星:因为它们的火状部分是真实自存,而它们的位置运动则仅仅是表象,正如我们先前所证明的那样。在我们身边也有此类事物,比如浸在水中的桨看似折断了:因为折断是显相,但它显现在水下则是真实的实存。某些绘画也是如此,其中有些部分似乎具有深度,另一些部分则突出并向外倾斜,尽管一切都位于同一个平面上。因此,对它们的描绘是真实自存,而其中某些看似处于深度之中或向外倾斜则仅仅是显相。那么,在前面的篇章中讨论了具有真实自存之物以及混合之物之后,他现在打算讲授那些仅止于表象而被看到的事物。由于这些分为两类,一类被称为透射像,即凡是通过云的透明性而成像的一切事物,如空气中的各色相;另一类则与属名同名被称为显相[反射像],即凡是由于我们的视线从镜面反射到太阳、月亮或某颗星辰、或空气中形成的火状凝结物上而看到的幻象,如日晕、彩虹和幻日。因此,所有这些事物的原因有两个:其一是云的透明性,即当火状凝结物从上方垂直于它们形成之时;其二则是从较致密的云中,我们的视线向着位于云侧面形成的火状凝结物、或向着太阳本身或某颗其他星辰的反射。第一种情况,我指的是按照透明性显现的事物,是按以下方式产生的:当一团不太致密、而是较为稀疏且具有微弱透明性的云,滑行到引火物中形成的某种火状凝结物之下,其透明程度恰好使得垂直于云的发火物仅能显现其色彩,而不再显现其形状和大小之时,便似乎形成了多样的色彩。而且发火也必须适度;因为如果发火过于剧烈,云就会发生消散。因此,在这些事物的凝结以及它们彼此之间的位置处于这种状态时(我指的是云与发火),我们的视线穿过两者,并在自身之中混合了云的暗黑与发火的光亮,便提供了血红色、红色、深红色、紫色以及其他色彩的表象;并且随着光亮与暗黑之多寡程度的差异,由于我们的视线中由它们所产生的混合也各不相同,便发生了色彩的多样差异。

语法注2 条
  1. 1.52Διά τε γὰρ πυκνοτέρου διαφαινόμενον ἔλαττον φῶς καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀὴρ παντοδαπὰ χρώματα ποιήσει

    中性名词短语 ἔλαττον φῶς(“较弱的光线”)与阳性名词短语 ὁ ἀὴρ(“空气”)由 καί 并列充当复合主语,共同支配第三人称单数将来时动词 ποιήσει。分词 διαφαινόμενον 与 ἔλαττον φῶς 一致,而 δεχόμενος 则与 ὁ ἀὴρ 一致。

  2. 1.52πρὸς τὴν διαφορὰν τοῦ λαμπροῦ τε καὶ τοῦ μέλανος μᾶλλον ἢ ἧττον τοιούτων ὄντων διαφόρου καὶ τῆς μίξεως ἐξ αὐτῶν ταῖς ἡμετέραις γινομένης ὄψεσιν

    在介词短语 πρὸς τὴν διαφορὰν(“根据……的差异”)内部,嵌套了两个属格独立结构(τοῦ λαμπροῦ τε καὶ τοῦ μέλανος μᾶλλον ἢ ἧττον τοιούτων ὄντων 与 διαφόρου καὶ τῆς μίξεως... γινομένης),用以说明主句 ἡ ποικίλη τῶν χρωμάτων συμβαίνει διαφορά 的条件与起因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:68.31-70.6