← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§6.24-7.32

土的部分与受动及风与地震的原因

菲洛波诺斯引用并考察了亚历山大关于土的部分、形态与受动的注解,批评了将多孔或坚固视为形态而非受动的观点,并阐明相应现象应当归属于风和地震的运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3

" Ἔτι τε γῆς ὅσα μέρη καὶ εἴδη καὶ πάθη τῶν μερῶν, ἐξ ὧν περί τε πνευμάτων καὶ σεισμῶν θεωρήσαιμεν ἂν τὰς αἰτίας." ‘Μέρη γῆς ἴσως λέγει, φησὶν ὁ Ἀλέξανδρος, τὰ πρὸς ἕω καὶ δύσιν ἄρκτον τε καὶ μεσημβρίαν (διαιρεῖν γὰρ κατὰ ταῦτα τὰ κέντρα τὴν γῆν εἰώθασιν)· εἴδη δὲ τὸ ταύτης τὴν μὲν εἶναι ὕπαντρον καὶ χαύνην, τὴν δὲ στερεάν τε καὶ πεπιλημένην,1 καὶ εἴ τινες ἄλλαι τοιαῦταί εἰσι παραπλήσιοι διαφοραί. πάθη δὲ λέγοι ἄν, φησί, τὰς ἀναθυμιάσεις τὰς γινομένας ἀπ’ αὐτῆς καὶ τὰς ἐναπολήψεις ὕδατός τε καὶ πνεύματος. ὧν αἱ μὲν ἀναθυμιάσεις νεφῶν τε καὶ ὑετῶν εἰσιν ἀρχαί, ἔτι δὲ χαλάζης τε καὶ δρόσου βροντῶν τε καὶ ἀστραπῶν ἀνέμων τε καὶ τῆς τῶν πνευμάτων διαφορᾶς· κατὰ γὰρ τὰς τῶν μερῶν τῆς γῆς διαφορὰς καὶ αἱ τῶν ἀνέμων γίνονται διαφοραί· αἱ δ’ ἐναπολήψεις αἱ μὲν τοῦ ὕδατος πηγῶν αἴτιαι, αἱ δὲ τοῦ πνεύματος σεισμῶν.’ ταῦτα κατὰ λέξιν ὁ Ἀλέξανδρος. οἶμαι δὲ μὴ καλῶς εἴδη λέγειν τῆς γῆς τὴν ὕπαντρον τήν τε χαύνην καὶ τὴν στερέμνιον· πάθη γὰρ ἂν εἶεν αὐτῆς, οὐκ εἴδη ταῦτα. παθοῦσα γάρ τι καὶ πυκνουμένη πιλεῖται, καὶ τἀναντία ὑπομένει πάθη μανουμένη καὶ διακρινομένη· μάνωσις δὲ καὶ πύκνωσις ποιότητές εἰσι καὶ πάθη, καθ’ ἃς καὶ αἱ τῶν στοιχείων γίνονται μεταβολαί. πάθη δὲ αὐτῆς καὶ τὸ νιτρῶδες, θειῶδες καὶ ἀσφαλτῶδες καὶ ὅσα τοιαῦτα ἄλλα. καὶ αἱ ἀναθυμιάσεις ὅμοιαι ταῖς διαφοραῖς εἰσι τῶν ἡμετέρων σωμάτων, αἱ δὲ τῶν ὑδάτων καὶ τῶν πνευμάτων ἐναπολήψεις ταῖς ἐμφράξεσιν ἡμῶν ταῖς ἐκ τῶν παρὰ φύσιν γινομέναις χυμῶν. ἐξ ὧν πηγὰς γίνεσθαί φησι καὶ σεισμούς· σεισμοὶ δὲ πάθη τῆς γῆς εἰσι βρασσομένης τε καὶ ῥηγνυμένης, αἱ δὲ ἐκ τῶν ὑδάτων γινόμεναι πηγαὶ καὶ τὰ ἐκ τῶν ἀναθυμιάσεων ἐν τῷ ἀέρι συμβαίνοντα οὐδὲν ἐργάζεται περὶ αὐτὴν πάθος. εἰ δὲ τὰ ἀντρώδη τῆς γῆς λιθώδη τὴν φύσιν εἰσὶ καὶ πετρώδη, δῆλον ὡς οὐδὲ καθαρᾶς εἰσι ταῦτα γῆς, ἀλλ’ εἰς ἑτέραν φύσιν μεταλλοιωθείσης. ζητητέον οὖν, τίνα λέγει τῆς γῆς εἴδη, καὶ εἰ κυρίως εἴδη φησὶν αὐτὰ ἢ καταχρώμενος. καὶ περὶ πάντων τῶν γινομένων κατὰ τὰς κινήσεις τούτων.2 τὰς τούτων κινήσεις ἀκουστέον ἢ πρὸς τὸ προσεχὲς πνευμάτων καὶ σεισμῶν ἢ τῶν μερῶν καὶ τῶν εἰδῶν καὶ τῶν παθῶν. τοῦτο μὲν οὖν ἀδύνατον· ποίαν γὰρ ἔχει τὰ μέρη κίνησιν ὡς μέρη, τὸ ἀνατολικὸν λέγω καὶ τὸ δυτικὸν καὶ τὰ λοιπά, ποίαν δὲ τὰ εἴδη, τὸ ἀντρῶδες καὶ τὸ μανὸν καὶ τὸ στερέμνιον καὶ πεπιλημένον καὶ ἤ τι τοιοῦτόν ἐστιν ἕκαστον, οὐδὲ πλάσαι ῥᾴδιον. ὁμοίως καὶ περὶ τῶν παθῶν ἐροῦμεν. λείπεται οὖν τὰς ἐκ τῶν πνευμάτων κινήσεις ἀκούειν καὶ τῶν σεισμῶν, οἷον ἐπὶ μὲν τῶν σεισμῶν τοὺς βρασμοὺς τῆς γῆς, τοὺς τρόμους, τὰς διαστάσεις, τὸ τὴν βιαίαν διέξοδον τοῦ πνεύματος πλήττειν τὸν ἀέρα3 καὶ κτύπους καὶ οἱονεὶ μυκηθμοὺς ἀποτελεῖν καὶ συναναρριπτεῖν τὴν ἐν τῷ βάθει ψάμμον καὶ λίθους πολλάκις καὶ σύστασιν βορβορώδη τινά, τὸ πηγὰς τὰς πάλαι κρυπτομένας ῥηγνυμένης τῆς γῆς ἀναδείκνυσθαι. καὶ κατὰ τὰς κινήσεις δὲ τῶν πνευμάτων παράδοξά τινα γίνονται· λίθους γὰρ ἀνασπῶντες πολλάκις πάλιν αὐτοὺς ἀφιᾶσι. καὶ τὸν καικίαν ἄνεμον οὕτω καλούμενον τἀναντία τοῖς ἄλλοις ἀνέμοις ποιεῖν· τῶν γὰρ ἄλλων εἰς τὸ ἀντικείμενον τῷ ἐξ οὗ φαίνονται διωθουμένων τὰ νέφη, τοὔμπαλιν οὗτος εἰς ἑαυτὸν ἕλκει ταῦτα, ὃ καὶ εἰς παροιμίαν ἐξῆλθεν “ἕλκων εἰς ἑαυτὸν ὥστε καικίας νέφος”.

“此外,还有土有多少部分、形态以及这些部分的受动,依据这些,我们将能考察关于风和地震的原因。” “所谓土的部分,亚历山大说,大概是指朝向东方、西方、北方与南方[的方位](因为人们习惯于按照这些基点来划分土地);而所谓形态,是指土的一部分是洞穴多孔的,而另一部分是坚固凝缩的,以及若有任何其他这类相近的差异。至于受动,他[亚历山大]说,他可能指从土中产生的散发物,以及水与气在内部的滞留。其中,散发物是云和雨的始基,此外也是冰雹与露水、雷与电、风以及各风之间差异的始基——因为根据土地各部分的差异,风的差异也随之产生;而内部的滞留,水的滞留是泉水的原因,气的滞留则是地震的原因。”这些是亚历山大的原话。但我认为,将洞穴状的、多孔的以及坚实的称为土的形态并不妥当;因为这些应当是它的受动,而非形态。因为土在遭受某种作用并变浓厚时便会凝缩,而在变稀疏并分散时则承受相反的受动;稀疏与浓密是性质与受动,元素之间的转化也是依据它们而发生的。此外,含有硝石、硫磺、沥青以及所有其他此类性质,也都是土的受动。散发物类似于我们身体的分泌物,而水和气的内部滞留则类似于由于反常体液而在我们体内产生的阻塞。他说泉水与地震由此产生;然而地震是土地受震荡和破裂的受动,而由水产生的泉水以及由散发物在空气中发生的事情,并未对土本身造成任何受动。如果土地中洞穴状的部分在性质上是多石而岩硬的,显而易见它们甚至不属于纯粹的土,而是属于转化成另一种本性的土。因此必须探究,他所说的土的形态究竟是什么,以及他是本义上还是借用地称它们为形态。“以及关于按照这些的运动而产生的一切事物”。所谓这些的运动,应当理解为指代紧邻的‘风和地震’,还是指代‘部分、形态与受动’?后者显然是不可能的;因为部分作为部分——我指东方、西方以及其余部分——究竟具有何种运动,而形态——洞穴状的、稀疏的、坚实凝缩的以及每种此类形态——究竟具有何种运动,这是连设想都不容易的。关于受动,我们也可以同样这样说。因此剩下的只有理解为由风和地震所产生的运动:例如在地震的情况下,土地的剧烈震荡、颤抖、裂缝,气强行冲出撞击空气而发出巨响并产生如同低吼的声音,并且常常从深处一同喷射出沙石以及某种泥泞的沉积物,还有因土地破裂而使久藏的泉水显露出来。按照风的运动,也会发生一些异乎寻常的现象;因为它们常常卷起石块,又将它们掷下。而且被称为凯基亚斯(东北)风的,其作为与其他风恰好相反;因为其他的风都将云推向与它们出现之处相反的方向,唯独它相反地将云吸引向自身,以至于这甚至成了一句谚语:“像凯基亚斯风吸引云一样吸引向自身”。

语法注3 条
  1. 1.3εἴδη δὲ τὸ ταύτης τὴν μὲν εἶναι ὕπαντρον καὶ χαύνην, τὴν δὲ στερεάν τε καὶ πεπιλημένην

    冠词 τό 使不定式 εἶναι 名词化以构成主谓短语。ταύτης 是部分属格,统辖不定式的逻辑主语 τὴν μέν 和 τὴν δέ。此外 γαύνην 为 χαύνην(疏松的、多孔的)的误植。

  2. 1.3καὶ περὶ πάντων τῶν γινομένων κατὰ τὰς κινήσεις τούτων

    这是亚里士多德原文(《气象学》338b26)的引句。在紧接着的句子中,菲洛波诺斯讨论了代词 τούτων 所指代先行词的句法两可性:究竟是指紧邻的 πνευμάτων καὶ σεισμῶν(风与地震),还是指更前面的 μερῶν καὶ εἰδῶν καὶ παθῶν(部分、形态与受动)。他驳斥了后者并采纳了前者。

  3. 1.3τὸ τὴν βιαίαν διέξοδον τοῦ πνεύματος πλήττειν τὸν ἀέρα

    带冠词不定式(τὸ ... πλήττειν)将整个对格与不定式结构(ACI)名词化,作为地震伴生现象的列举。τὴν βιαίαν διέξοδον 是不定式 πλήττειν 的逻辑主语(主格性对格),τὸν ἀέρα 则是其直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:6.24-7.32