← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§67.15-68.30

夜空裂隙与深坑等幻象及其词义辨析

针对亚里士多德342a34,菲洛波庞斯讨论了在晴朗夜空中出现的裂隙、深坑和血色等幻象,阐明它们只是由凝结与起火造成的纯粹表象,并通过诗文引证论证了“裂隙”(chasma)与“深坑”(bothynos)的差异在于深度而非宽度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.51

" Φαίνεται δέ ποτε συνιστάμενα νύκτωρ αἰθρίας οὔσης πολλὰ φάσματα ἐν τῷ οὐρανῷ, οἷον χάσματά τε καὶ βόθυνοι καὶ αἱματώδη χρώματα. αἴτιον δὲ καὶ ἐπὶ τούτων τὸ αὐτό. ἐπεὶ γὰρ φανερός ἐστι συνιστάμενος ὁ ἄνω ἀὴρ ὥστε ἐκπυροῦσθαι, καὶ τὴν ἐκπύρωσιν ὁτὲ μὲν τοιαύτην γίνεσθαι ὥστε φλόγα δοκεῖν καίεσθαι, ὁτὲ δὲ οἷον δαλοὺς φέρεσθαι καὶ ἀστέρας, οὐδὲν ἄτοπον, εἰ χρωματίζεται ὁ αὐτὸς οὗτος ἀὴρ συνιστάμενος παντοδαπὰς χρόας.1" Ἀποδοὺς τῶν προτεθέντων τὰς αἰτίας ἁπάντων, φημὶ δὴ φλογῶν καὶ δαλῶν καὶ αἰγῶν καὶ διαττόντων καὶ τῆς διαφόρου τούτων κινήσεως, μέτεισιν ἐφ’ ἕτερα συγγενῆ τούτοις, ἅπερ καὶ πρόκειται, χάσματα λέγω καὶ βοθύνους καὶ χρωμάτων διαφοράς. φαίνεται γὰρ χρωματιζόμενος ὁ ἀὴρ ποτὲ μὲν αἱματώδης, ποτὲ δὲ πορφύρεος ἢ φοινικοῦς ἢ ὁπωσοῦν ἄλλως, καὶ βόθυνοί τινες ἐν αὐτῷ καὶ χάσματα εἶναι δοκεῖ, ὧν οὐδέν ἐστι καθ’ ὕπαρξιν οἷον φαίνεται. διὰ τί δὲ συνῆψε ταῦτα τοῖς προλαβοῦσιν, αὐτὸς εἴρηκεν· αἴτιον γάρ, φησί, τούτων ἁπάντων ἐστὶ τὸ αὐτό. ἔχουσι μὲν γὰρ καὶ κοινωνίαν πρὸς ἄλληλα φανερῶς, ἔχουσι δὲ καὶ διαφορὰν ἐξ ἀνάγκης, ἐπεὶ οὐδ’ ἂν ἦσαν ἕτερα. τὰ μὲν γὰρ πρότερα καθ’ ὕπαρξίν ἐστι τοιαῦτα, οἷα καὶ φαίνεται, τὰ δὲ προκείμενα μέχρι μόνης φαντασίας καὶ τοῦ δοκεῖν ἐστι τοιαῦτα· οὐδὲ γὰρ χρωμάτων ἐν ἀέρι γίνονται διαφοραί, οὐδὲ ὅλως κεχρωμάτισται ὁ ἀήρ, οὐδὲ χάσματα ἐν αὐτῷ καὶ βόθυνοι γίνονται· εἷς γάρ ἐστι καὶ συνεχὴς διάστασιν ἐν τοῖς αὑτοῦ μέρεσιν ἔχων οὐδεμίαν, ἐπεὶ μηδὲ κενὸν εἶναι τῶν ἐνδεχομένων ἐδείχθη. ἡ μὲν οὖν διαφορὰ τούτων τε κἀκείνων τοιαύτη· κοινωνοῦσι δὲ πάλιν ἀλλήλοις, διότι νεφῶν τε συστάσεις καὶ ἀέρος ἐκπυρώσεις τούτων ἁπάντων ἐστὶν αἴτιον. ἀλλὰ καὶ τῇ τοῦ χρόνου βραχύτητι τοῖς εἰρημένοις ἐστὶ κοινωνία· καὶ ταῦτα γὰρ κἀκεῖνα διὰ τὴν λεπτομέρειαν τῆς ὑποκειμένης ὕλης σύντομον ἔχουσι τὴν διάλυσιν. βόθυνον δὲ καὶ χάσματα διαφέρειν τινὲς ἐκ τοῦ πλάτους ἐνόμισαν· εὐρύτερον μὲν γὰρ εἶναι τὸ χάσμα, στενώτερον δὲ τὸν βόθυνον. τοῦτο δ’ οὐκ ἔστιν ἀληθές, ἀλλ’ ἐξ αὐτῶν τῶν Ἀριστοτέλους ῥημάτων δείξομεν ὅτι κατὰ βάθος τούτων ἐστὶν ἡ διαφορά· τὸ μὲν 〈γὰρ〉 χάσμα πολὺ τὸ βάθος ἔχει, ὁ δὲ βόθυνος μικρόν. καὶ ἡ κοινὴ δὲ συνήθεια καὶ ἡ τῶν παλαιῶν χρῆσις τοῦτο βούλεται· περὶ γὰρ τοῦ χάους φησὶν Ἡσίοδος “χάσμα μέγ’, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν οὖδας ἵκοιτ’, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο.” καὶ περὶ τοῦ Ἀλεξάνδρου ὁ ποιητὴς “ὥς κέ οἱ αὖθι γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα.” τὸν δ’ ἕτερον2 “βόθρον ὄρυξεν ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα.” καὶ πάλιν “πήχυιον δ’ ἄρ’ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας” ὁ τὰ Ἀργοναυτικά. ὅτι δὲ τὸ αὐτὸ τούτων ἁπάντων ἐστὶν αἴτιον, δῆλόν φησιν ἐκ τῶν ὁμολογουμένων. εἰ γὰρ φανερῶς ὁ ἄνω ἀὴρ ἐκπυροῦται, τουτέστι τὸ ὑπέκκαυμα, καὶ τὸ διάφορον τῆς ἐκπυρώσεως τὰς εἰρημένας ἐποίει διαφοράς, φλόγας, δαλοὺς καὶ τὰ λοιπά, τί θαυμαστόν, εἰ διὰ τὴν αὐτὴν ἐκπύρωσιν καὶ χρωματίζεται ποικίλως ὁ ἀήρ; μᾶλλον δὲ δοκεῖ χρωματίζεσθαι τῆς ἀχλύος καὶ τῆς πυρώδους συστάσεως ἐν ταῖς ἡμετέραις ὄψεσι μιγνυμένης, ὡς δείξομεν, διόπερ ἐν νυκτὶ μόνῃ τὰ τοιαῦτα. μεθ’ ἡμέραν γὰρ τὸ τοῦ ἡλίου φῶς τήν τε σύστασιν ἐπικαλύπτει καὶ τὸν ἀχλυώδη φωτίζει ἀέρα, μᾶλλον δὲ καὶ διαλύει τὴν ἀχλὺν κατὰ τὸ πλεῖστον. ἀλλὰ καὶ αἰθρίας δεῖ, φησί, πρὸς τὴν τῶν τοιούτων χρωμάτων φαντασίαν, τουτέστι νηνεμίας· ἡ γὰρ τῶν ἀνέμων κίνησις διασκεδάννυσι τὴν ἀχλὺν ἔσθ’ ὅτε καὶ διαλύει καὶ τὰ εἰρημένα πάθη καὶ συστῆναι οὐ συγχωρεῖ. τὸ δὲ ἐν τῷ οὐρανῷ πάλιν ὁμοίως ἀκουσόμεθα3 περὶ τὸν οὐρανόν, τουτέστιν ἐν τῷ ὑπεκκαύματι· πρὸς γὰρ τὴν τῶν πολλῶν εἴρηται δόξαν ἐν τῷ οὐρανῷ συνίστασθαι τὰ τοιαῦτα πάθη νομίζουσαν.

“在晴朗的夜间,有时可见许多幻象在天空中形成,如裂隙、深坑和血红色。在这些情形中原因也是相同的。因为既然显而易见,上方的空气凝结以至起火,并且这起火有时变成仿佛火焰在燃烧,有时又仿佛火炬与星辰被运送,那么这同一空气在凝结时被着上各种各样的色调,也就不足为奇了。” 在给出了先前提出的一切事物的起因——我指的是火焰、火炬、山羊形火、流星以及它们各异的运动之后,他转入与这些同类的、也是当前论题的其他事物,我指的是裂隙、深坑以及色彩的差异。因为空气有时显现为被着上血红色,有时为紫色或深红色或无论怎样其他的颜色,并且其中似乎存在某些深坑与裂隙,但这其中没有任何东西在实体真实性上是如其显现的那样的。至于他为何将这些与前面的事物联系在一起,他自己已经说明了:因为他说,所有这些的原因是相同的。因为它们彼此之间显然既有共通之处,又必然具有差异,否则它们甚至不会是互异的事物。因为前者在实体真实性上正如其显现的那样存在,而眼前的事物则仅仅止于单纯的表象和看似如此;因为在空气中并不真地产生色彩的差异,空气也根本没有被着色,其中也没有产生裂隙和深坑。因为空气是一且连续的,在其自身各部分之间没有任何裂隙,既然已经证明虚空甚至不属于可能的事物。因此,这些与那些之间的差异就是如此;但它们彼此之间又具有共通之处,因为云的凝结和空气的起火是所有这些事物的原因。不仅如此,在时间的短暂性上它们也与上述事物共通;因为这些和那些都由于底层质料的微细性而具有迅速的消散。有些人认为深坑与裂隙的区别在于宽度,即裂隙较宽,而深坑较窄。但这并不是真的;相反,我们将根据亚里士多德的原话表明,它们的差异在于深度:因为裂隙具有巨大的深度,而深坑只有微小的深度。日常的习惯用法以及古人的用法也都意指这一点;因为赫西俄德论及混沌时说:“巨大的裂隙,即便一旦进入大门之内,整整一周年也到不了地面”;论及亚历山大时诗人说:“但愿大地立刻为他裂开;因为奥林匹斯之神将他抚育为巨大的祸害”;而关于另一[词]则说:“他挖了一个各方有一肘宽的坑”;此外《阿尔戈英雄纪》的作者也说:“随后在地上挖了一个一肘深的坑”。他说,所有这些的原因是相同的,这从公认的事实中是显而易见的。因为如果上方的空气(即引火物)明显地起火,并且起火的差异造成了上述的差异(火焰、火炬等等),那么如果由于同样的起火,空气也被多样地着色,又有什么可奇怪的呢?或者更确切地说,正如我们将要指出的那样,似乎是因为薄雾与火状凝结物在我们的视线中混合而显出色彩,因此此类事物仅在夜间发生。因为在白天,太阳的光芒遮蔽了凝结物并照亮了薄雾状的空气,甚至更在很大程度上消散了薄雾。但他又说,为了呈现这样的色彩,还需要晴朗的天气,也就是无风;因为风的运动吹散薄雾,有时消除上述受动状态,不容许它们形成。至于“在天空中”,我们同样要理解为“在天空周围”,也就是说,在引火物中;因为这是顺应大众的看法而说的,大众认为此类受动状态是在天空中形成的。

语法注3 条
  1. 1.51παντοδαπὰς χρόας

    被动语态动词 χρωματίζεται(“被着色”)之后的同族宾格(内宾格)或关系宾格,表示空气所呈现出的色彩结果。

  2. 1.51τὸν δ’ ἕτερον

    与前文结构(περὶ γὰρ τοῦ χάους... καὶ περὶ τοῦ Ἀλεξάνδρου...)相对比而置的宾格短语,可理解为对其后引文中名词 βόθρον 的预先指涉,或是表示“至于另一词/事物[βόθυνος]”的关系宾格。

  3. 1.51ἀκουσόμεθα

    注释文献中的习用表达,ἀκούω 在此意为“理解”、“解释为”(支配 τὸ ἐν τῷ οὐρανῷ 作直接宾语,介词短语 περὶ τὸν οὐρανόν 提供其解释性内容)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:67.15-68.30