← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§66.18-67.14

流星生成于月下之证明与视运动速度

关于亚里士多德主张流星生成于月亮之下这一论点(342a30),菲洛波诺斯结合恒星的不变性与视线圆锥的几何学原理解释了流星为何看起来比星辰更快,并以此总结了流星理论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.50

" Πάντα δὲ κάτω ταῦτα σελήνης γίνεται. σημεῖον δ’ ἡ φαινομένη αὐτῶν ταχυτὴς ὁμοία οὖσα τοῖς ὑφ’ ἡμῶν ῥιπτουμένοις, ἃ διὰ τὸ πλησίον εἶναι ἡμῶν πολὺ δοκεῖ τῷ τάχει παραλλάττειν ἄστρα τε καὶ ἥλιον καὶ σελήνην." Τὴν παιδικὴν ὑπόνοιαν τῶν οἰομένων κατ’ ἀλήθειαν ἀστέρων διαδρομὰς τὰς τῶν διαϊσσόντων κινήσεις ἔστι μὲν ἐλέγξαι καὶ ἐκ τοῦ πάντας ἀναγεγράφθαι τοὺς διαφανεῖς τῶν ἀπλανῶν ἀστέρων ὑπὸ τῶν ἀστρονόμων, τῶν ἀπὸ πρώτου μέχρις ἕκτου μεγέθους, καὶ ἀεὶ τοὺς αὐτοὺς καὶ ὡσαύτως ἔχοντας καὶ ἐν τοῖς αὐτοῖς τόποις μένοντας ὁρᾶσθαι διηνεκῶς· αὐτὸς δὲ νῦν διὰ τοῦ φαινομένου τάχους τῆς κινήσεως αὐτῶν τοῦτο δείκνυσιν. ὡς γὰρ τὰ ὑφ’ ἡμῶν ῥιπτόμενα, φησίν, οἷον λίθοι, βέλη, ἀκόντια, διὰ τὸ πλησίον ἡμῶν ὑπάρχειν θᾶττον ἡμῖν δοκεῖ καὶ αὐτῶν κινεῖσθαι τῶν ἀστέρων, οὐδ’ εἰπεῖν ἔστιν ὅσῳ βραδυτέραν τὴν κίνησιν ἔχοντα,1 οὕτω καὶ οἱ διάττοντες διὰ τὸ κάτω πολὺ τῆς σελήνης καὶ πλησίον ἡμῶν διατρέχειν ταχύτερον δοκοῦσι τῶν ἄστρων κινεῖσθαι τῷ θᾶττον τὰς ὄψεις ἡμῶν παραλλάττειν.2 ὡς γὰρ ἀπὸ σημείου τινὸς τῆς κόρης τῶν ὄψεων ἡμῶν κωνοειδῶς ἐξιουσῶν, ὁπόσον περαιτέρω προΐασιν αἱ ἀκτῖνες τῶν ὀφθαλμῶν, τοσούτῳ κατὰ τὸ μέσον διίστανται μᾶλλον καὶ τὸν κῶνον εὐρύνουσι. τὰ μὲν οὖν ἐγγύτερον ἡμῶν κινούμενα διὰ μικροτέρας τῆς μεταξὺ τῶν ἀκτίνων διαστάσεως φερόμενα θᾶττον τὴν ἐξ αὐτῶν ἀποτελουμένην παραλλάττουσι γωνίαν, ἐν ᾗ τῶν ὁρατῶν ἡ κρίσις γίνεται, διὸ ταχυκίνητα εἶναι δοκεῖ· τὰ δὲ πορρωτέρω μείζονα τὴν μεταξὺ τῶν ὄψεων διάστασιν φέρονται, καὶ ὅσῳ πορρώτερον ὄντα τυγχάνουσι, τοσούτῳ μείζονα, κἀντεῦθεν ἐν πλείονι χρόνῳ τὴν γωνίαν τὴν ἐκ τῶν ὄψεων γινομένην παραλλάττουσιν. ἐπεὶ οὖν κατὰ τὴν γωνίαν ταύτην, ὡς εἶπον, αἱ τῶν ὁρατῶν γίνονται κρίσεις, τὰ μὲν θᾶττον τὴν μεταξὺ τῶν ὄψεων διάστασιν παραλλάσσοντα ταχύτερα εἶναι δοκεῖ, τὰ δὲ ἄλλως βραδύτερα. ἀεὶ δὲ αἱ πορρωτέρω τῶν ὀφθαλμῶν διαστάσεις τὴν μεταξὺ τῶν ἐκβαλλομένων ὄψεων διάστασιν ποιοῦσι μείζονα, διὸ καὶ πλείονος, ὡς εἶπον, χρόνου δεῖ τῷ κινουμένῳ τὴν μείζονα διελθεῖν. εἰκότως ἄρα τὰ μὲν πορρωτέρω τῶν ὄψεων κινούμενα βραδύτερα φαίνεται, τὰ δὲ ἐγγυτέρω ταχύτερα. διὸ τὰ λίαν ἀφεστῶτα σχεδὸν οὐδὲ [τὰ] κινούμενα φαίνεται· τὰ γοῦν ἀπλανῆ τὰ πάντων ὀξύτατα ἠρεμεῖν τοῖς ὁρῶσι δοκεῖ διὰ τὴν ὑπερβολὴν τῆς ἐξ ἡμῶν ἀποστάσεως. μέχρι δὲ τῶν ἐνταῦθα συμπεράνας τὴν περὶ τῶν διαττόντων ἀστέρων διδασκαλίαν ἐφ’ ἕτερα τῶν συμβαινόντων ἐν τοῖς μετεώροις παθῶν μετέρχεται.

“而所有这些事情都发生在月亮之下。其证据是它们显现出来的速度,类似于由我们投掷之物,这些事物由于靠近我们,在速度上似乎大大超过了群星、太阳和月亮。” 那些认为流星的运动真实地是星辰跑过的人的幼稚猜想,确实也可以通过天文学家已经记录了所有明亮的恒星(即从一等到六等星),并且始终看到同样的星辰持续处于同样的状态并留在同样的位置这一事实来予以驳斥;但他本人现在通过它们运动的显现速度来证明这一点。因为他说,正如由我们投掷之物(如石块、箭矢、标枪),由于靠近我们,尽管具有慢得无法言说的运动,对我们而言似乎比星辰本身运动得更快;同样,流星由于在月亮下方甚远且靠近我们的地方跑过,便因更快地穿过我们的视线,而似乎比星辰运动得更快。因为当我们的视线从瞳孔的某一单点以圆锥形射出时,眼的光线向前行进得越远,它们在中间就越加分开,使圆锥越加扩大。因此,运动得离我们较近的事物,由于在光线之间较小的距离中运送,便更快地穿过由它们所构成的夹角(关于可见之物的判断正是在此角中产生的),因此显得是迅速运动的;而较远的事物则在视线之间较大的距离中运送,并且碰巧越远,距离就越大,从而在更多的时间内穿过由视线所构成的夹角。因此,正如我所说的,既然关于可见之物的判断是依此角产生的,那么更快地穿过视线之间的距离的事物就似乎更快,否则就似乎较慢。而距离眼睛较远之处总是使投射出的视线之间的距离变得更大,因此正如我所说的,运动之物需要更多的时间来穿过更大的距离。因而合乎理智地,运动得离视线较远的事物显现得较慢,而较近的事物显现得较快。所以极其遥远的事物看起来几乎根本不在运动;无论如何,恒星作为一切事物中最急速者,因与我们的距离过甚,在观看者眼中似乎处于静止。至此,他结束了关于流星的教诲,转入在上空发生的其他受动状态。

语法注2 条
  1. 1.50οὐδ’ εἰπεῖν ἔστιν ὅσῳ βραδυτέραν τὴν κίνησιν ἔχοντα

    短语 οὐδὲ ἔστιν εἰπεῖν ὅσῳ 是一种表示“无法用言语形容其程度(极其慢)”的惯用插入表达。分词 ἔχοντα 为中性复数主格,与该分句的主语 τὰ ὑφ’ ἡμῶν ῥιπτόμενα 一致,相对于主句的 θᾶττον ἡμῖν δοκεῖ κινεῖσθαι 具有让步含义(“尽管具有……”)。

  2. 1.50τῷ θᾶττον τὰς ὄψεις ἡμῶν παραλλάττειν

    带冠词不定式的与格 τῷ παραλλάττειν 表示原因或方式(“由于更快地穿过……” / “通过更快地穿过……”)。及物动词 παραλλάττειν 在此带直接宾语 τὰς ὄψεις(“我们的视线/光线”),表示“穿过、越过视线”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:66.18-67.14