← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§65.14-66.17

流星的斜向运动与合成运动原理

注疏亚里士多德《气象学》342a21,解释了流星的运动方向取决于周围蒸发物的凝聚位置与朝向,并运用正面相撞的蚂蚁与几何四边形的比喻,论证了侧向运动何以是由自然的上升力与受挤压的强迫下降力合成而沿对角线产生的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.49

" Διὰ δὲ τὴν θέσιν τῆς ἀναθυμιάσεως, ὅπως ἂν τύχῃ κειμένη τοῦ πλάτους καὶ τοῦ βάθους,1 οὕτω φέρεται ἄνω ἢ κάτω ἢ εἰς τὸ πλάγιον. τὰ πλεῖστα δὲ εἰς τὸ πλάγιον διὰ τὸ δύο φέρεσθαι φοράς, βίᾳ μὲν κάτω, φύσει δὲ ἄνω· πάντα γὰρ τὴν διάμετρον φέρεται τὰ τοιαῦτα.2 διὸ καὶ τῶν διαθεόντων ἀστέρων ἡ πλείστη λοξὴ γίνεται φορά." Τὴν θέσιν τῆς ἀναθυμιάσεως ὁ Ἀλέξανδρος οὐ τῆς καπνώδους, ἀλλὰ τῆς ψυχρᾶς ἀκούει. ὡς γὰρ ἂν ἔχῃ θέσεως, φησίν, ἡ ψυχομένη ἀναθυμίασις πυκνουμένη, καὶ ἐφ’ ἃ τέτραπται, ἐπὶ ταῦτα καὶ φέρεται τὸ ἐκκρινόμενον ἐξ αὐτῆς πῦρ. εἰ γὰρ εἰς τὸ ἄνω ἡ ἔκκρισις τοῦ θερμοῦ, κάτωθεν ἐστιν ἡ πύκνωσις· εἰ δὲ εἰς τὸ κάτω ἡ ἔκκρισις, τὸ ἄνω μέρος πεπύκνωται. πάλιν εἰ ἐπὶ βορρᾶν ἐκκριθείη, ἐν τῷ νότῳ ἡ πύκνωσις, εἰ δ’ ἐπὶ νότον, ἐν τῷ βορείῳ. τὸ αὐτὸ καὶ ἐπὶ δύσεως καὶ ἀνατολῆς καὶ τῆς λοιπῆς πάσης θέσεως. ὁμοίως δὲ καὶ ἐπὶ τῆς κατ’ ἔκκαυσιν συμβαίνειν ἐνδέχεται, ὡς καὶ φθάσαντες εἴπομεν· εἰ μὲν γὰρ ἐπ’ ἀνατολὴν εἴη διεσπαρμένη καὶ δύσιν ἡ καπνώδης, ἐξ ἀνατολῆς δὲ ἡ ἔκκαυσις ἄρξηται, ἐπὶ δύσιν ἡ δόκησις γίνεται τῆς κινήσεως, εἰ δ’ ἀπὸ δύσεως ἐξαφθείη, ἡ φαντασία γίνεται τῆς φορᾶς ἐπ’ ἀνατολήν· τὸ αὐτὸ καὶ ἐπὶ βορρᾶ καὶ νότου καὶ τῆς λοιπῆς θέσεως. διὰ τί δὲ οἱ κατ’ ἔκθλιψιν διάττοντες ἐπὶ τὰ πλάγια φέρονται, μάλιστα σαφῶς ἐδίδαξεν εἰπὼν διὰ τὸ δύο ἐναντίας ἅμα φέρεσθαι κινήσεις τὴν ἀναθυμίασιν τὴν ἐκκρινομένην, μίαν μὲν κατὰ φύσιν ἐπὶ τὸ ἄνω (πυρὶ γὰρ αὕτη κατὰ φύσιν), ἑτέραν δὲ βίᾳ καὶ παρὰ φύσιν ὑπὸ τῆς ἐκθλίψεως γινομένην τὴν ἐπὶ τὸ κάτω. γίνεται οὖν ἐξ ἀμφοῖν μικτὴ κίνησις ἡ ἐπὶ τὰ πλάγια, ὥσπερ εἰ νοήσαις ἐπὶ στερεοῦ τινος δύο μύρμηκας ἀντιπροσώπους γινομένους ἰσοσθενεῖς· ἀπὸ γὰρ τῶν ἐναντίων τόπων συνιόντες οὗτοι καὶ ὑπαντῶντες καὶ ἀλλήλων ἁπτόμενοι καὶ ἀντωθοῦντες ἀλλήλους ἐπ’ εὐθείας μὲν τῆς πρὶν οὐκέτι φέρονται, λοξὴν δέ τινα καὶ πλαγίαν τῇ συνώσει3 φορὰν οἰσθήσονται. πάντα γάρ, φησί, τὴν διάμετρον φέρεται τὰ τοιαῦτα. ἡ γὰρ διάμετρος τῶν τετραγώνων πλαγία ἐστὶν ὡς πρὸς τὰς πλευρὰς ἐξ ὧν συνέστηκε τὸ τετράγωνον· ἀπεικάζει οὖν τὴν ἐπὶ τὰ πλάγια τῶν διαττόντων ἔκκρισιν τῇ τῆς διαμέτρου κινήσει τῶν πρότερον μὲν ἐπὶ τὰς πλευρὰς τοῦ τετραγώνου κινουμένων, ἐξωθουμένων δὲ κατὰ τὰς γωνίας ὑπ’ ἀλλήλων τῷ ἀντωθεῖν ἀλλήλας καὶ ἐπὶ τῆς διαμέτρου λοξῶς φερομένων. ὑποκείσθω γὰρ τετράγωνον τὸ Α Β Γ Δ, διάμετρος δὲ αὐτοῦ, ταὐτὸν δ’ εἰπεῖν διαγώνιος ἡ Α Δ, κινείσθωσαν δὲ δύο μύρμηκες ἰσοσθενεῖς ὁ μὲν ἀπὸ τοῦ Γ ἐπὶ τὸ Α, ὁ δὲ ἀπὸ τοῦ Β πάλιν ἐπὶ τὸ Α· ἐπειδὰν οὖν ἐν τῷ Α γένωνται καὶ μηδέτερος θατέρου περιγίνηται ὠθοῦντες ἀλλήλους, τῶν πλευρῶν μὲν ἐξωθοῦνται τοῦ τετραγώνου, λοξωθέντες δὲ τὴν διάμετρον ἐνεχθήσονται τὴν Α Δ.

“但是由于蒸发物的位置,无论它在宽度和深度上恰好处于怎样的位置,它就如此向上、向下或向侧方运送。而大多数是向侧方,这是因为受到两种运送,依强力向下,但依自然向上;因为凡此类事物都沿着对角线运送。因此,飞跑穿过的星体的大多数运送都成为倾斜的。” 亚历山大将“蒸发物的位置”理解为不是指烟状的蒸发物,而是指冷的蒸发物。他说,因为冷却且凝聚的蒸发物无论处于何种位置、朝向何方,从其中析出的火也就向着何方运送。因为如果热物的析出是向上的,凝聚就是从下方发生的;但如果析出是向下的,则是上方部分凝聚了。同样,如果它被析向北方,凝聚就是在南方;但如果析向南方,则是在北方。在西方与东方以及其余一切位置上亦是同样。而在因着火而生成的情形中,同样的事情也可能发生,正如我们之前已经说过的;因为如果烟状蒸发物散布于东方与西方,且着火从东方开始,运动的假象就向西方产生;但如果它从西方被点燃,运送的表象就向东方产生;在北方与南方以及其余位置上亦是如此。然而,因挤压而飞跑的流星为何向侧方运送,他通过说明这是由于被析出的蒸发物同时受到两种相反的运动而极其清楚地教导了这一点:一种是依自然向上的运动(因为这对火而言是依自然的),另一种则是依强力且违反自然、由挤压产生的向下的运动。因此,由两者产生了一种向侧方的混合运动,正如你设想在某一坚硬物体上有两只势均力敌、面面相对的蚂蚁一样;因为它们从相反的地方汇合相遇,彼此接触并相互推挤,便不再沿原先的直线运送,而是因相互推挤而将沿某种倾斜和侧向的路线运送。“因为所有此类事物,”他说,“都沿着对角线运送。”因为四方形的对角线相对于构成该四方形的各边是倾斜的;因此,他将流星向侧方的析出,比作先前沿四方形各边运动、但在角上因相互推挤而被彼此推挤向外并沿对角线倾斜运送之物的对角线运动。因为假设有一四方形 ΑΒΓΔ,它的对角线(换句话说即对角线)为 ΑΔ,并且设两只势均力敌的蚂蚁,一只从 Γ 运动到 Α,另一只又从 Β 运动到 Α;因此,当它们到达 Α 且在相互推挤中谁也没有战胜另一方时,它们便被从四方形的各边推挤出来,倾斜地沿着对角线 ΑΔ 运送。

语法注3 条
  1. 1.49ὅπως ἂν τύχῃ κειμένη τοῦ πλάτους καὶ τοῦ βάθους

    属格 τοῦ πλάτους καὶ τοῦ βάθους 依附于分词 κειμένη,充当表示“关于宽度与深度”的限定属格或方面属格,规定了其空间位置的具体维度。

  2. 1.49πάντα γὰρ τὴν διάμετρον φέρεται τὰ τοιαῦτα

    宾格 τὴν διάμετρον 与动词 φέρεται 连用,作状语性宾格(或表示空间轨迹的宾格),意为“沿着对角线”运送。

  3. 1.49τῇ συνώσει

    与格 τῇ συνώσει 在句中作与动词 οἰσθήσονται 连用的原因或手段与格,表明它们由于相互推挤或冲击而改变了运动方向。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:65.14-66.17