- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:64.12-65.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯从真正位置运动的角度解释了为何向下坠落的流星与雷霆的生成是挤压析出而非着火,并从场所、能动因、生成方式、质料的单一与多数、运动方式这五个方面系统地区分了因着火与因投掷而生成的流星。
" Πάντων γὰρ τούτων ἡ γένεσις οὐκ ἔκκαυσις ἀλλ’ ἔκκρισις ὑπὸ τῆς ἐκθλίψεώς ἐστιν, ἐπεὶ κατὰ φύσιν τὸ θερμὸν ἄνω πέφυκε φέρεσθαι πᾶν." Τούτων πάντων, τῶν διαττόντων δηλονότι τῶν κάτω ῥιπτουμένων εἰς τὴν γῆν καὶ εἰς τὴν θάλασσαν καὶ τῶν κεραυνῶν ὁμοίως· οὐδὲν γὰρ τούτων κατ’ ἔκκαυσιν γίνεται, φησίν, ἀλλ’ ἐκθλιβομένου τοῦ θερμοῦ διὰ τὴν πύκνωσιν, ὡς εἴρηται. καίτοι καὶ αὐτὴ ἡ ἀναθυμίασις τῇ ἐκ τῆς πυκνώσεως παρατρίψει θερμαίνεται καὶ ἐκπυροῦται. πῶς οὖν φησιν οὐκ ἔκκαυσις; λέγω τοίνυν ὡς πρὸς σύγκρισιν τῶν ἄλλων διαττόντων,1 οἵτινες τὴν φαινομένην κίνησιν οὐ κατὰ ῥῖψιν ἔχουσι γινομένην, ἀλλὰ κατ’ ἔκκαυσιν ἄλλοτε ἄλλης ὕλης τὴν δόκησιν ποιοῦνται τῆς κινήσεως. ἡ δὲ τῶν κατ’ ἔκθλιψιν ῥιπτομένων κίνησις ἀληθής ἐστι, καὶ οὐχ ὡς ἡ προτέρα ἡ κατ’ ἔκκαυσιν φαντασίαν ποιεῖται κινήσεως, ἀλλὰ κατὰ ῥῖψιν καὶ ἐξώθησιν ὑπὸ τῆς πυκνώσεως τῆς ψυχομένης ἀτμίδος τῆς περιεχούσης αὐτὴν γινομένη καὶ ἀληθῶς κινουμένη. διὸ καὶ εἰς γῆν καὶ εἰς θάλασσαν ταῦτα φέρεται, ὅπερ ἐστὶ τῆς ἀληθοῦς αὐτῶν κινήσεως ἀπόδειξις.
“因为所有这些的生成都不是着火,而是由于挤压导致的析出,既然所有的热物在自然本性上都生来向上运送。” 所有这些,显然是指向下投向大地和海洋的流星,以及同样指雷霆;他说,因为这些之中没有任何一个是因着火而生成的,而是如前所述,由于凝聚导致热物被挤出而生成的。然而,蒸发物本身也因凝聚引起的摩擦而被加热并发火。那么他为何说“不是着火”呢?因此我主张,这是相对于其他流星而言的,那些流星显现出的运动之生成并非由于投掷,而是通过相继不同的质料着火而产生运动的假象。相反,因挤压而被投掷之物的运动是真实的,并不像前一种因着火的运动那样制造出运动的表象,而是通过包围着它的冷却汽气的凝聚而被投掷和推挤而生成,并且是真正被移动的。因此这些也运送到大地和海洋中,而这正是它们真实运动的证明。
"Ὅσα μὲν οὖν μᾶλλον ἐν τῷ ἀνωτάτω τόπῳ συνίσταται, ἐκκαιομένης γίνεται τῆς ἀναθυμιάσεως, ὅσα δὲ κατώτερον, ἐκκρινομένης διὰ τὸ συνιέναι καὶ ψύχεσθαι τὴν ὑγροτέραν ἀναθυμίασιν, καὶ τὰ ἑξῆς." Ποῖοι μὲν τῶν διατρεχόντων ἀστέρων ἐκκαύσει γίνονται, ποῖοι δὲ ῥίψει, διαστέλλει νῦν. λαμβάνεται δὲ τούτων ἡ διαφορὰ πενταχῶς, ἐκ τοῦ τόπου ἐν ᾧ γίνονται, ἐκ τῆς ποιητικῆς αἰτίας, ἐκ τοῦ τρόπου τῆς γενέσεως, ἐκ τοῦ ἑνὸς καὶ τοῦ πλήθους, ἐκ τῆς κινήσεως τῆς κατὰ τόπον. ἐκ μὲν οὖν τοῦ τόπου, ὅτι οἱ μὲν κατ’ ἔκκαυσιν ἐν τῷ ὑπεκκαύματι συνίστανται, οἱ δὲ κατὰ ῥῖψιν ἐν τῷ ὑποκάτω τοῦ ὑπεκκαύματος ἀέρι· ἐκ δὲ τοῦ ποιητικοῦ αἰτίου, ὅτι οἱ μὲν ἐκ τῆς τῶν οὐρανίων ἐξάπτονται κινήσεως, οἱ δὲ ἐκ τῆς πυκνώσεως τοῦ κατεψυγμένου ἀέρος παρατριβομένης τῆς ξηρᾶς ἀναθυμιάσεως·2 ἐκ δὲ τοῦ τρόπου τῆς γενέσεως, ὅτι οἱ μὲν κατ’ ἔκκαυσιν τῆς καπνώδους ἀναθυμιάσεως, οἱ δὲ κατ’ ἔκθλιψιν καὶ ῥῖψιν γίνονται ταύτης· ἐκ δὲ τοῦ ἑνὸς καὶ τοῦ πλήθους, ὅτι οἱ μὲν κατ’ ἔκθλιψιν ἐκ μιᾶς ἀναθυμιάσεως οὐ διεσπασμένης συνίστανται, οἱ δὲ κατὰ ἔκκαυσιν ἐκ πολλῶν καὶ διῃρημένων καὶ ἄλλης μετ’ ἄλλην ὕλης ἐκκαιομένης· ἐκ δὲ τοῦ τρόπου τῆς κινήσεως, ὅτι οἱ μὲν κατ’ ἔκκαυσιν σπανίως κάτωθεν ἄνω κινοῦνται, τὰς δὲ λοιπὰς κινήσεις συχνότερον, οἱ δὲ κατ’ ἔκθλιψιν κατὰ πάντα τρόπον κινοῦνται, ὡς δείξει προϊών, καὶ ὅτι οἱ μὲν κατ’ ἔκκαυσιν δόκησιν ἔχουσι κινήσεως, οἱ δ’ ἄλλοι κινοῦνται κατ’ ἀλήθειαν.
“因此,凡更多在最高处构成的,是通过蒸发物着火而生成的;凡位置较低的,则是由于较潮湿的蒸发物聚拢并冷却而使其析出,等等。” 他现在区分飞跑穿过的星体中哪些是因着火而生成的,哪些是因投掷而生成的。它们之间的差异可以从五个方面来把握:从它们生成所在的场所,从能动因,从生成的方式,从单一与多数,以及从位置运动。从场所而言,是因为因着火而生成的构成于易燃物(引火物)中,而因投掷而生成的则构成于易燃物下方的空气中;从能动因而言,是因为前者是由天体的运动点燃的,而后者则是在干燥的蒸发物受到摩擦时由冷却空气的凝聚产生的;从生成方式而言,是因为前者是通过烟状蒸发物的着火而生成的,而后者则是通过其挤压和投掷而生成的;从单一与多数而言,是因为因挤压而生成的由单一未断裂的蒸发物构成,而因着火而生成的则由多数分散的〔蒸发物〕,在不同的质料相继着火中构成;从运动方式而言,是因为因着火而生成的很少从下向上运动,而更频繁地进行其余运动,但因挤压而生成的则以一切方式运动(正如他随后将表明的),并且因着火而生成的具有运动的假象,而另一类则是依真实而运动。
- 1.47λέγω τοίνυν ὡς πρὸς σύγκρισιν τῶν ἄλλων διαττόντων
动词 λέγω 之后接引导宾语从句的 ὡς,其后直接连着介词短语 πρὸς σύγκρισιν。此处作为对前文提问(πῶς οὖν φησιν οὐκ ἔκκαυσις;)的回应,理解时需在句中补足省略的谓词(如 τοῦτο εἴρηται,“因此我说,[这是]相对于……而言的”)。
- 1.48ἐκ δὲ τῆς πυκνώσεως τοῦ κατεψυγμένου ἀέρος παρατριβομένης τῆς ξηρᾶς ἀναθυμιάσεως
在介词短语 ἐκ τῆς πυκνώσεως τοῦ κατεψυγμένου ἀέρος 之后,附加上独立属格结构 παρατριβομένης τῆς ξηρᾶς ἀναθυμιάσεως,用以说明伴随发生的情形或因果条件,指明能动因在于受冷空气的凝聚与干燥蒸发物受摩擦的同时作用。
