← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§63.10-64.11

流星的生成方式及其向下运动的原因

评注者探讨了亚里士多德关于流星生成的两种假设(着火与投掷),确认二者皆属实,并解释了因投掷而产生的流星和雷霆为何违背火的本性而向下方运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.45

" Ἀπορήσειε γὰρ ἄν τις, πότερον ὥσπερ ἡ ὑπὸ τοὺς λύχνους τιθεμένη ἀναθυμίασις ἀπὸ τῆς ἄνωθεν φλογὸς ἅπτει τὸν κάτωθεν λύχνον (θαυμαστὴ γὰρ καὶ τούτου ἡ ταχυτής ἐστι καὶ ὁμοία ῥίψει, ἀλλ’ οὐχ ὡς ἄλλου καὶ ἄλλου γινομένου πυρός)1 ἢ ῥίψεις τοῦ αὐτοῦ σώματός εἰσιν αἱ διαδρομαί. ἔοικε δὴ δι’ ἄμφω." Τοὺς δύο τρόπους διδάξαι βούλεται τῆς τῶν διαττόντων κινήσεως, οὓς εἰπόντες ἔφθημεν. διὰ δὲ τῆς ἀπορίας ταύτης ὡς ἑκάτερόν ἐστι δυνατὸν πιστοῦται τοῖς ὑποδείγμασι· καὶ τοῦ μὲν κατὰ ἔκκαυσιν γινομένου πίστιν τὸ τῶν λύχνων ὑπόδειγμα τίθησιν. ἡ γὰρ ἔξαψις αὕτη διὰ τὴν ταχυτῆτα τοῦ καπνοῦ τῆς ἐκκαύσεως ῥίψει πως ἔοικεν, ἀλλ’ οὐκ ἔστι ῥῖψις· ἡ γὰρ ῥῖψις ἑνός ἐστι πυρὸς κίνησις, ὡς εἴ τις λαμπάδα ῥίψειεν, οὐκ ἄλλου καὶ ἄλλου πυρός ἐστιν ἔξαψις, ὅπερ ἐπὶ τῶν λύχνων γινόμενον φαίνεται. τῶν δὲ κατὰ ῥῖψιν διατρεχόντων ἀστέρων ὑπόδειγμα τίθησι τοὺς ἐκ τῶν δακτύλων ἐκθλιβομένους πυρῆνας. ἐπικρίνει δὲ τὸ ἑκάτερον ἀληθὲς εἶναι τῆς ἀπορίας μέρος, ὡς τοὺς μὲν τῶν διαττόντων κατ’ ἔκκαυσιν γίνεσθαι, τοὺς δὲ κατὰ ῥῖψιν. ὁ δὲ ἢ σύνδεσμος διαζευκτικός ἐστι· πότερον τῶν διαττόντων ἡ κίνησις τοιαύτη τίς ἐστιν, οἵα καὶ τοῦ πυρὸς ἔξαψις ἄλλης καὶ ἄλλης ὕλης κατὰ τὸ συνεχὲς ἐξαπτομένης, ὡς ἔχει τὸ κατὰ τοὺς λύχνους ὑπόδειγμα, ἢ οὐ τοῦτο, ῥῖψις δέ, φησί, μᾶλλόν ἐστι πυρὸς ἄνωθεν ῥιπτουμένου κάτω. δείκνυσιν οὖν, καθάπερ εἶπον, ὡς ἀμφότερόν ἐστιν ἀληθές.

“因为人们可能会产生疑问,这究竟是像置于油灯下方的蒸气那样,由上方的火焰点燃下方的油灯(因为它的速度也是惊人的,并且类似于投掷,然而并不像是在产生相继不同的火),还是说,那些飞跑穿过是同一物体的投掷。其实,似乎两者皆有。” 他意图阐明流星运动的两种方式,这两种方式我们此前已经提及。通过这一疑难,他借助具体事例证实了每一种方式都是可能的;对于因着火而生成的那种,他提出了油灯的事例作为论据。因为这种点火由于烟雾着火的迅速,在某种程度上类似于投掷,但并不是投掷;因为投掷是一个单一之火的运动,正如有人投掷火把一样,而不是相继不同的火的点燃——而这正是在油灯情形中所显现的。另一方面,对于因投掷而飞跑穿过的星体,他提出了从手指间被挤出的果核作为事例。他判定这一疑难的两个部分都是真实的,即流星有的因着火而生成,有的因投掷而生成。连词“或者”(ἤ)是析取的:流星的运动究竟是这样一种,正如相继不同的质料接连被点燃时的火之点火一样(如油灯事例所示),抑或并非如此,正如他说,而更是从上向下被投掷之火的投掷?因此,正如我所说,他表明两者都是真实的。

§1.46

"Κάτω δὲ ῥιπτεῖται διὰ τὴν πύκνωσιν εἰς τὸ κάτω ῥέπειν τὴν ἀπωθοῦσαν.2 διὸ καὶ οἱ κεραυνοὶ κάτω πίπτουσιν, τοῦ πυρὸς ἄνω φερομένου κατὰ φύσιν." Ζητεῖ πῶς οἱ κατὰ ῥῖψιν γινόμενοι διάττοντες καὶ οἱ κεραυνοὶ κάτω φέρονται. τί οὖν τὸ αἴτιον; ἡ ἀτμὶς διὰ τὴν ψῦξιν πεπυκνωμένη καὶ τὴν συνανιοῦσαν αὐτῇ ξηρὰν ἀναθυμίασιν ἐναποκλείουσα, εἰ μὲν τὸ κάτω μέρος αὐτῆς μᾶλλον εἴη πεπυκνωμένον, κάτωθεν ἄνω καὶ ἐπὶ τὸ κατὰ φύσιν ἐκπυρηνίζει τὸ πῦρ· καὶ τοῦτο θαυμαστὸν οὐδὲν οὐδὲ ζήτησιν ἔχον διὰ τὸ τὴν κατὰ φύσιν τοῦ πυρὸς κίνησιν ταύτην εἶναι· εἰ δὲ τὸ ἄνω μέρος τῆς ἀτμίδος μᾶλλον πεπύκνωται, ἐκθλῖβον τῇ πυκνώσει τὸ ἐναποκείμενον θερμὸν εἰς τὸ κάτω πάντως αὐτὸ βιαίως ἐξακοντίζει, διὸ καὶ εἰς γῆν καὶ εἰς θάλασσαν τὰ τοιαῦτα πυρὰ πίπτοντα φαίνεται. τὸ οὖν διὰ τὸ τὴν πύκνωσιν εἰς τὸ κάτω ῥέπειν ἢ τοῦτό φησιν, εἰς τὸ κάτω παρὰ φύσιν ποιεῖ ῥέπειν τὸ ἐξακοντιζόμενον πῦρ, ἢ ὅτι αὐτὴ διὰ τὴν πύκνωσιν ἡ ἀτμὶς βαρυτέρα γινομένη τοῦ ἀέρος καὶ διὰ τοῦτο κάτω ῥέπουσα συνωθεῖ τὸ ἐναπειλημμένον πῦρ ὡς λεπτομερὲς καὶ εὐκίνητον ἐπὶ τὸ κάτω. καὶ γὰρ ἐφεξῆς περὶ αὐτῆς τῆς ἀτμίδος οὕτω φησίν “αὕτη γὰρ συνιοῦσα καὶ κάτω ῥέπουσα ἀπωθεῖ πυκνουμένη καὶ κάτω ποιεῖ τοῦ θερμοῦ τὴν θλῖψιν”.

“而它被向下投掷,是因为通过凝聚,推斥它的东西向下方倾斜。所以雷霆也向下坠落,尽管火在自然本性上是向上运送的。” 他探讨因投掷而生成的流星与雷霆是如何向下方运送的。那么原因是什么呢?汽气由于冷却而凝聚,并将与它一同上升的干燥蒸发物封闭在内部,如果它的下部更为凝聚,就会把火从下向上、即朝向合乎自然本性的方向如果核般挤出;这毫不奇怪,也不成问题,因为这是火合乎自然本性的运动。但如果汽气的上部更为凝聚,通过凝聚挤压积存在内部的热物,便必然将其猛烈地向下方射出;所以这类火焰也显现为落在陆地上和海洋中。因此,“因为凝聚向下方倾斜”这一表述,或者他是指这一点,即它使得被射出的火违反自然地向下方倾斜;或者是指汽气本身由于凝聚而变得比空气更重,因此向下方倾斜,便将截留在内部的火作为微细且易动之物一同向下方推挤。事实上,接下来关于汽气本身,他正是这样说的:“因为这[汽气]聚集并向下方倾斜,在凝聚时推斥,并向下方造成对热物的挤压”。

语法注2 条
  1. 1.45ἀλλ’ οὐχ ὡς ἄλλου καὶ ἄλλου γινομένου πυρός

    引文括号内的短语。连词 ὡς 前带否定词 οὐχ,引出独立属格结构(ἄλλου καὶ ἄλλου γινομένου πυρός)。承接前文的“类似于投掷”(ὁμοία ῥίψει),此处表达对知觉表象的否定(补出 φαίνεται):“然而并不[显现为]像是在产生相继不同的火”,从而将实际上连续不断的点火与知觉上看似单一投掷物的表象进行对比。

  2. 1.46διὰ τὴν πύκνωσιν εἰς τὸ κάτω ῥέπειν τὴν ἀπωθοῦσαν

    在引文的句法中,介词 διά 统领不定式短语(εἰς τὸ κάτω ῥέπειν),带冠词的分词 τὴν ἀπωθοῦσαν 充当其宾格主语(意义上的主语)。菲洛波诺斯在评注中对此提出了两种句法与语义解读:(1) 由于凝聚,推斥者(汽气)本身向下方倾斜;(2) 通过凝聚使得被挤出的火向下方倾斜。本译文采纳了更直接贴合宾格不定式结构的第 (1) 种解读作为标准。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:63.10-64.11