- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:61.36-63.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐明了因着火而生成的流星的运动方向(深度、东西、南北及倾斜)取决于蒸发物的排列及初次点火的位置;随后解释了因挤压和投掷而生成的流星的生成机制,即被冷却空气压缩的烟状蒸发物如果核般向下弹射并在剧烈运动中点燃,并说明了其多朝下方落下的原因。
ἀλλ’ ἐπὶ μὲν τῶν ὑποδειγμάτων πλησίον ὄντων ὁρᾶται σαφῶς τὸ γινόμενον, ἐπὶ δὲ τῶν διαττόντων ἡ πολλὴ τῆς ὕλης ἐξ ἡμῶν ἀπόστασις κρίνειν ἀκριβῶς τὸ συμβαῖνον κωλύει τὴν αἴσθησιν, ὁ δὲ λόγος τοῦτο θηρεύσας ἐξεῦρε. πῶς μὲν οὖν αἱ δοκοῦσαι διαδρομαὶ τῶν κατ’ ἔκκαυσιν γινομένων διαττόντων συμβαίνουσιν, εἴρηται ἱκανῶς. ἡ δὲ ἀπ’ ἄλλων ἐπ’ ἄλλα διαστήματα κίνησις οὕτω γίνεται τῆς ἀναθυμιάσεως πανταχῇ διεσπαρμένης, ὡς εἴρηται· εἰ μὲν κατὰ βάθος εἴη τὰ μόρια ταύτης κείμενα ἐφεξῆς ἀλλήλοις, τὸ δὲ ἄνω μέρος αὐτῆς ἐξαφθείη πρῶτον, ἄνωθεν ἡ φλὸξ φέρεσθαι κάτω δοκεῖ· εἰ δὲ τὸ κάτω πρῶτον ἐξαφθείη, τοὐναντίον κάτωθεν ἄνω. εἰ δὲ ἐπ’ ἀνατολὴν καὶ δύσιν, τὸ δ’ ἀπ’ ἀνατολῆς μόριον πρῶτον ἐξαφθείη πρότερον, ἐκ τούτου πρὸς δύσιν ἡ φορὰ γίνεται· ὁμοίως καὶ ἐπὶ βορρᾶν καὶ νότον, καὶ ὅπως ἂν εἴη λελοξωμένη πρὸς ταῦτα τῶν μορίων τῆς ἀναθυμιάσεως ἡ θέσις. οἱ μὲν οὖν κατὰ ἔκκαυσιν γινόμενοι διάττοντες ὅτι τε ἐν τῷ ὑπεκκαύματι γίνονται καὶ τίς ὁ τρόπος τῆς γενέσεως αὐτῶν, εἴρηται. οἱ δὲ κατὰ ἔκκρισιν καὶ οἷον ῥῖψιν γινόμενοι ὕλην μὲν ἔχουσι τὴν ἐν τῷ ἀέρι δι’ ἣν εἶπον αἰτίαν ἐναπομείνασαν καπνώδη ἀναθυμίασιν· ὁ δὲ τρόπος ἐστὶ τῆς γενέσεως αὐτῶν τοιοῦτος. εἴρηται ὡς αἱ δύο ἀναθυμιάσεις συμπεπλεγμέναι πως ἀλλήλαις ἀνέρχονται, ἥ τε ἐκ τῶν ὑδάτων ἡ ἀτμιδώδης καὶ ἡ ἀπὸ τῆς γῆς ἡ καπνώδης. ὅταν οὖν πολλῆς ἐκ τῶν ὑγρῶν σωμάτων ἀναδιδομένης ἀτμίδος ὁ ἀὴρ ψυχθεὶς πυκνωθῇ (εἰ γὰρ καὶ τὴν ἀτμιδώδη θερμὴν εἰρήκαμεν, ἀλλὰ τοῦ ἀέρος ἐστὶ ψυχροτέρα ὡς ἐξ ὕδατος ἀνιοῦσα, καὶ ἄλλως εἴπερ ὁδός ἐστιν ἡ ἀτμὶς καὶ οἷον μεταίχμιον τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, καὶ οὔτε καθαρὸς ἀήρ ἐστιν οὔτε ὕδωρ ἔμεινεν εἰλικρινές, διὰ δὲ θερμότητος ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολὴ γίνεται, ἀνάγκη οὖν τὸ τούτων μεταίχμιον μήτε ψυχρὸν ὡς τὸ ὕδωρ μήτε θερμὸν ὑπάρχειν, ὡς ὁ ἀήρ· τὸ δ’ ἧττον θερμὸν τῷ μᾶλλον τοιούτῳ μιγνύμενον κολάζει τὴν τούτου θερμότητα) ὅπερ οὖν εἶπον, ὅταν1 ἐκ τῆς ἀπὸ τῶν ὑδάτων πολλῆς ἀναδιδομένης ἀτμίδος ψυχθεὶς ὁ ἀὴρ πυκνωθῇ καὶ πρὸς τούτῳ καὶ ἐξ αὐτῆς τῆς τοῦ ὕδατος γειτνιάσεως συναπολαμβάνῃ τι τῆς συναναδιδομένης καπνώδους μοίρας ἐντός, εἰς ἓν οὖν αὕτη διὰ τὴν τοῦ ἀέρος πανταχόθεν πύκνωσιν ἔνδον συναγομένη καὶ ἠρεμεῖν, θερμή τις οὖσα καὶ πνευματώδης, οὐκ ἔχουσα2 τῇ θλίψει τοῦ περιέχοντος ἐξακοντίζεται, καθάπερ οἱ ἐκ τῶν δακτύλων ἡμῶν ἐκθλιβόμενοι πυρῆνες· εἶτα τῇ βιαίᾳ καὶ ἀθρόᾳ κινήσει συνθλιβόμενόν τε καὶ συνωθούμενον λοιπὸν ἐξάπτεται.3 ἀλλὰ διὰ τί κάτω μὲν ἄνωθεν ὡς τὰ πολλὰ ῥιπτουμένη φαίνεται, ὡς καὶ εἰς γῆν τοὺς διάττοντας πίπτειν καὶ εἰς θάλασσαν, τοὔμπαλιν δὲ κάτωθεν ἄνω σπανιώτερον; φημὶ τοίνυν ὡς ἐδείχθη τὰ ἀνωτέρω μέρη τοῦ περὶ τὴν γῆν ἀέρος μᾶλλον ψυχόμενα διὰ τὸ εἰς ἀχανὲς ἐκεῖ τὰς ἀνακλωμένας τῶν ἀκτίνων διεστάναι· τὸν δὲ περὶ γῆν ἐναπολαμβάνουσαι μεταξὺ διὰ τὴν πύκνωσιν τῇ κινήσει τε καὶ παρατρίψει θερμαίνουσιν. ἀνάγκη γοῦν ἄνωθεν γινομένης τῆς πιλήσεως διὰ τὴν ψῦξιν τὴν ἐντὸς ἀπειλημμένην πυρώδη οὐσίαν ἄνωθεν ὠθεῖσθαι κάτω κἀκεῖθεν ὡς διὰ μανοτέρων ἐκκρίνεσθαι, ὥσπερ ἀμέλει τοὐναντίον οἱ ἐκ τῶν δακτύλων ἐκθλιβόμενοι πυρῆνες κάτωθεν πυκνουμένων τῶν δακτύλων ἐπὶ τὸ ἄνω χωροῦσι διεστώτων ἐκεῖ μᾶλλον. ἐπὶ οὖν τῆς ἀναθυμιάσεως ἄνωθεν τῆς ἐκθλίψεως διὰ τὴν πύκνωσιν τοῦ ἀέρος γινομένης ἀνάγκη πᾶσα κάτω ταύτην ἐκπυρηνίζεσθαι. διὸ καὶ εἰς γῆν, ὡς εἴπομεν, οἱ διάττοντες καὶ εἰς θάλασσαν φαίνονται πίπτοντες, ἀλλὰ διὰ τὴν λεπτομέρειαν τῆς οὐσίας αὐτῶν εὐθὺς ἀποσβέννυνται. οὐκ ἀδύνατον δὲ καὶ τοῦ κάτω μέρους μᾶλλον πυκνωθέντος ἄνω ῥίπτεσθαι τὴν ἐναπειλημμένην ἀναθυμίασιν· τοῦτο δὲ σπανιώτερον γίνεται διὰ τὴν εἰρημένην αἰτίαν. τίνος δὲ χάριν ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τὰ πλάγια ῥιπτούμενοι φαίνονται, τοῦ φιλοσόφου λέγοντος ἀκουσόμεθα.
然而,在近处的实例中,所发生的事情被清晰地看到;而在流星的情形中,质料与我们之间的遥远距离阻碍了感觉对所发生的事情做出精确的判断,而理性则通过探寻发现了这一点。因此,因着火而生成的流星其看似飞跑穿过的现象是如何发生的,已得到充分阐明。由于蒸发物正如所述散布于各处,从一个空间到另一个空间的运动便如下产生:如果它的各部分在深度上彼此相接地排列,而其上部首先被点燃,那么火焰看似从上方运送到下方;但如果下部首先被点燃,则相反地从下方运送到上方。而如果是朝向东方和西方,且东部的部分首先预先被点燃,那么从此朝向西方的运行便发生;朝向北方和南方亦同样如此,并且无论蒸发物各部分的位置相对于这些方向如何倾斜也是如此。因此,因着火而生成的流星,不仅它们在引火物中生成,而且它们的生成方式是怎样的,都已经阐明了。 另一方面,因分泌和类似投掷而生成的流星,具有由于我所说的原因而留在空气中的烟状蒸发物作为质料;而它们的生成方式则是这样的。已经说过,两种蒸发物以某种方式相互交织着上升,即来自水域的潮湿汽气和来自大地的烟状蒸发物。因此,每当从潮湿物体中散发出大量的汽气,空气因冷却而凝聚时(因为即使我们曾说潮湿汽气是热的,但由于它是从水中升起的,它仍然比空气更冷;而且从另一方面看,如果汽气是从水到空气的变化的途径和某种界标,且它既不是纯粹的空气,也没有保持为纯粹的水,而从水到空气的转变是通过热产生的,那么这两者之间的界标必然既不像水那样冷,也不像空气那样热;较不热者与较热者混合,便缓和了后者的热度)——正如我所说的,每当空气由于从水域散发出的大量汽气而冷却并凝聚,此外还由于水本身的邻近,将一同散发出的烟状成分的一部分封锁在内部时,这一部分由于空气从四面八方的凝聚而在内部聚集为一体,并且由于它作为某种温热且带气性的东西而无法保持静止,便因包围物的压迫而被强力射出,正如从我们手指间被挤出的果核一样;接着,由于猛烈而集中的运动受到挤压和推挤,它最终被点燃。 然而,为什么它通常显现为从上往下投掷,以至于流星甚至落在陆地上和海洋中,而相反地从下往上却较为罕见呢?所以我说,正如曾表明的那样,大地周围空气的较高部分由于反射的光线在那里散开到浩瀚空间中而更受冷却;而光线将靠近大地的空气截留在中间,由于凝聚,通过运动和摩擦将其加热。无论如何,当由于冷却而在上方发生毡化时,被截留在内部的火性实体必然从上被推向下,并从那里仿佛穿过较稀薄的部分被分泌出来,正如相反地从手指间被挤出的果核,当手指在下方并拢致密时,便走向手指更为分开的上方一样。因此在蒸发物的情形中,当由于空气的凝聚而在上方发生挤压时,它完全必然如核般向下弹射。所以正如我们所说,流星也显现为落在陆地上和海洋中,但由于它们实体的微细,它们立即熄灭。在下部更为凝聚的情况下,被截留的蒸发物被向上投掷也不是不可能的;但由于上述原因,这种情况发生得较少。至于为什么它们绝大多数显现为朝向侧方投掷,我们将聆听哲学家的论述。
- 1.44ὅπερ οὖν εἶπον, ὅταν
紧接着前一个 ὅταν 从句(ὅταν οὖν πολλῆς ἐκ τῶν ὑγρῶν σωμάτων...)插入了冗长的括号性说明(εἰ γὰρ καὶ τὴν ἀτμιδώδη θερμὴν εἰρήκαμεν...),因此作者用 ὅπερ οὖν εἶπον(“正如我所说的”)并再次以 ὅταν 重新引入引向主句的条件结构(复取法,resumptio)。
- 1.44ἠρεμεῖν, θερμή τις οὖσα καὶ πνευματώδης, οὐκ ἔχουσα
οὐκ ἔχουσα 使用 ἔχω 加不定词(ἠρεμεῖν)表示“无法……”,作为分词修饰主语 αὕτη(烟状成分),意为“无法保持静止”。插入的分词短语 θερμή τις οὖσα καὶ πνευματώδης(“作为某种温热且带气性的东西”)说明了其无法静止的原因。
- 1.44συνθλιβόμενόν τε καὶ συνωθούμενον λοιπὸν ἐξάπτεται
动词 ἐξάπτεται 所带的分词为中性单数(συνθλιβόμενόν τε καὶ συνωθούμενον),这是顺应意义的构词法(constructio ad sensum),概念上指代前文以阴性(αὕτη / ἡ μοῖρα)提及的火性实体或热物(如 τὸ θερμόν)。
