← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§60.19-61.36

流星的质料条件与两种生成方式

本段注解亚里士多德《气象学》341b32关于流星的论述,指出流星的质料因(蒸发物在三维空间中的微细分散)及其两种生成方式(天体运转引起的着火与冷气挤压出的弹射),并论证因着火生成的流星并非单朵火焰的移动,而是相继点燃与熄灭的连续连锁过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.44#1

" Ἐὰν δὲ τὰ μήκη τῆς ἀναθυμιάσεως κατὰ μικρά τε καὶ πολλαχῇ διεσπαρμένα ᾖ καὶ ὁμοίως κατὰ πλάτος καὶ κατὰ βάθος, οἱ δοκοῦντες ἀστέρες διάττειν γίνονται. ὁτὲ μὲν οὖν ὑπὸ τῆς κινήσεως ἡ ἀναθυμίασις ἐκκαιομένη γεννᾷ αὐτά, ὁτὲ δὲ ὑπὸ τοῦ διὰ τὴν ψῦξιν συνισταμένου ἀέρος ἐκθλίβεται καὶ ἐκκρίνεται τὸ θερμόν, διὸ καὶ ἔοικεν ἡ φορὰ ῥίψει μᾶλλον αὐτῶν, ἀλλ’ οὐκ ἐκκαύσει." Περὶ τῆς τῶν διαττόντων ἐν τούτοις ὁ λόγος γενέσεως. τὴν μὲν οὖν ὑλικὴν αἰτίαν αὐτῶν νῦν ἀπήγγειλεν, ὡς δεῖ τὴν ἀναθυμίασιν ἐξ ἧς γίνονται μὴ εἶναι συνεχῆ, ἀλλὰ κατὰ μικρὰ διεσπασμένην κατὰ μῆκος καὶ πλάτος καὶ βάθος, τουτέστι κατὰ πᾶσαν τοῦ τόπου διάστασιν, ἐν ᾧ γίνονται. τὸν δὲ τρόπον τῆς γενέσεως αὐτῶν εἶναί φησι διττόν, τὸν μὲν κατὰ ἔκκαυσιν τῆς τοιαύτης ὕλης ἐκ τῆς περιφορᾶς δηλονότι τῶν οὐρανίων γινομένην, τὸν δὲ κατ’ ἔκθλιψιν αὐτῆς καὶ ἐκπυρήνισιν1 οἱονεὶ ῥιπτομένης. ἵνα δὲ σαφῆ τὰ λεγόμενα γένοιτο, θεωρητέον οὕτω τὸ συμβαῖνον. ἀνάγκη τὴν ξηρὰν ἀναθυμίασιν κάτωθεν ἄνω φερομένην ἢ μέχρι τῆς ἰδίας ὁλότητος, λέγω τοῦ ὑπεκκαύματος, ἀφικνεῖσθαι (τοῦτο γὰρ αὐτῇ τῆς κινήσεως πέρας) ἢ κατωτέρω μένειν κωλυομένην εἰς τὸ πρόσω χωρεῖν, ψυχροῦ καὶ διὰ τοῦτο πεπυκνωμένου προϋπαντῶντος ἀέρος καὶ δίοδον αὐτῇ μηδεμίαν ἐπὶ τὸ ἀνωτέρω παρέχοντος. ἡ μὲν οὖν μέχρι τοῦ ὑπεκκαύματος φερομένη καὶ κατὰ μικρὰ διεσπασμένη, καθάπερ Ἀριστοτέλης ὑπέθετο, τοὺς κατ’ ἔκκαυσιν ποιεῖ διάττοντας, οὐδέποτε δὲ τοὺς κατ’ ἔκθλιψιν· μανότερον γὰρ αὐτῆς ἐστι τὸ ὑπέκκαυμα, διόπερ οὐδὲ βίᾳ καὶ παρὰ φύσιν συνέχεται ὑπ’ αὐτοῦ, ὡς διὰ τὴν θλῖψιν ἐκπυρηνίζεσθαι· ἡ δὲ κάτω καὶ ἐν τῷ ἀέρι διὰ τὴν εἰρημένην αἰτίαν ὑπομένουσα τοὺς κατ’ ἔκθλιψιν καὶ ἐκπυρήνισιν γινομένους ποιεῖ διάττοντας. πρῶτον δὲ πῶς οἱ κατ’ ἔκκαυσιν γίνονται τεχνολογήσαντες, ὕστερον καὶ περὶ τῶν λοιπῶν ἐροῦμεν. τῆς γὰρ ἐν τῷ ὑπεκκαύματι γενομένης καπνώδους ἀναθυμιάσεως διεσπασμένης, ὡς εἴρηται, κατὰ μικρὰ μέρη καὶ μὴ οὔσης συνεχοῦς, ἐπειδὰν ἡ τοῦ παντὸς περιφορὰ τὸ ἐπιτηδείως ἔχον αὐτῆς τῇ κινήσει θερμαινόμενον ἐξάψῃ, τοῦτο τὸ ἐξαφθὲν τῷ πλησιάζοντι μεταδίδωσι καὶ ἐκκαίει αὐτό, κἀκεῖνο τὸ μετ’ αὐτό, καὶ οὕτως ἐφεξῆς, τοῦ ἐξάψαντος ἀεὶ σβεννυμένου, ἕως ἂν μηκέτι ᾖ τὸ ἐπιτηδείως ἔχον ἐκκαίεσθαι· καὶ οὕτω τὴν φαντασίαν ποιεῖ τῆς διαδρομῆς. οὐδὲ γὰρ μία φλόξ ἐστι κινουμένη, ἀλλ’ ὅπερ ἐπὶ τῶν λύχνων συμβαίνει, καθάπερ ἔφθημεν εἰπόντες, ὅταν ὑποθῶμεν τὸν ἄρτι σβεσθέντα καὶ καπνίζοντα τῷ καιομένῳ, ἡ μέχρι τῆς φλογὸς φερομένη λιγνὺς κατὰ μέρος ἐξάπτεται καὶ τὸ συνεχὲς αὐτῇ τοῦ καπνοῦ μόριον ἐξάπτει, σβεννυμένης ἀεὶ τῆς πρώτης καὶ ἀπομαραινομένης διὰ τὴν λεπτότητα, κἀκεῖνο τὸ μετ’ αὐτὸ ἐξάπτει οὕτω, καὶ ἐφεξῆς τοῦτο γίνεται μέχρι τῆς θρυαλλίδος, καὶ πρόδηλον ὡς οὐκ ἔστι μία φλὸξ καὶ ἡ αὐτὴ ἄνωθεν φερομένη κάτω, ἀλλ’ ὡς εἶπον, ἄλλοτε ἄλλο τοῦ καπνοῦ μέρος ἐξάπτεται, τοῦ ἐξάπτοντος εὐθὺς ἀποσβεννυμένου διὰ τὴν τοῦ καπνοῦ μανότητα στέγειν ἐπὶ πολὺ τὴν φλόγα μὴ δυναμένου, δυομένου δὲ παντελῶς, ὥσπερ οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τοῦ διάττοντος γίνεται, ὡς εἶπον· καὶ διὰ τοῦτο ῥᾳδίως ἐξαπτομένης τε καὶ ἀποσβεννυμένης τὸ πρῶτον ἐξ ἀμφοῖν μεταδίδωσι2 τῷ μετ’ αὐτὸ καὶ ἀποσβέννυται λυομένης αὐτοῦ τῆς ὕλης, καὶ τὸ δεύτερον ὁμοίως τὸ μετ’ αὐτὸ τρίτον ἐξάπτον ἀπομαραίνεται· καὶ τοῦτο γίνεται κατὰ συνέχειαν, ἕως ἂν μηκέτι μόριον τῆς ἀναθυμιάσεως εὑρεθῇ πρὸς ἐκφλόγωσιν ἐπιτήδειον. συνεχῶς οὖν τοῦ μὲν ἀποσβεννυμένου τοῦ δὲ ἐξαπτομένου, μία καὶ ἡ αὐτὴ φλὸξ διατρέχειν δοκεῖ. τὸ αὐτὸ γίνεται καὶ εἰ χάρτου ἰνάριον λεπτὸν καὶ μακρὸν θεωρήσειας ἐξαπτόμενον ἢ στυπεῖον ὁμοίως λεπτὸν ἐπὶ μῆκος κείμενον ἤ τι τοιοῦτον ἕτερον· καὶ ἐπὶ τούτων γὰρ οὐ μία φλόξ ἐστιν ἀπ’ ἀρχῆς μέχρι τέλους διήκουσα, κατὰ μέρος δὲ τοῦ μὲν ἐξαπτομένου τοῦ δὲ σβεννυμένου μία εἶναι δοκεῖ· διὰ 〈δὲ〉 τὴν ἐξ ἄλλου μορίου εἰς ἄλλο μετάβασιν τῆς ἐξάψεως διατρέχειν ἡ μία δοκεῖ.

“而如果蒸发物的长度在细微部分并在许多地方散布开来,并且在宽度和深度上也同样如此,就会产生看似飞窜的星体。因此,有时蒸发物由于[天体的]运动被燃尽而生成它们,有时热物则被由于寒冷而凝聚的空气挤压并分泌出来,所以它们的运行更类似于投掷,而非燃烧。” 此处论述的是流星的生成。如今他首先说明了它们的质料因,即生成它们所依据的蒸发物不可是连续的,而必须在长度、宽度和深度上,即在它们生成的场所的所有维度上,于细微部分分散开来。他说,它们的生成方式是双重的:一种是通过此类质料的着火,这显然是由天体的运转引起的;另一种是通过它的挤压和宛如果核弹射般的喷射,仿佛被投掷出去一样。为了使所说的话清晰明了,必须如下考察所发生的事情。干燥的蒸发物从下往上运行,必然要么到达它自身的整体,我指的是引火物(因为这是它运动的极限),要么由于前进受阻而留在较低处,因为寒冷且因而致密的空气迎面相遇,未向它提供任何通往更高处的通道。因此,运行直至引火物并在细微部分分散开来的蒸发物(正如亚里士多德所假设的那样),生成了因着火而形成的流星,但绝不生成因挤压而形成的流星;因为引火物比它更为稀薄,所以蒸发物甚至不会被引火物强力且反自然地维系在一起,以至于因受压而如核弹射;而由于上述原因留在下方并在空气中的蒸发物,则生成了因挤压和果核弹射般的喷射而生成的流星。我们先在学理上阐明因着火而生成的流星是如何产生的,随后也将论述其余的流星。因为在引火物中生成的烟状蒸发物正如所述在微小部分分散且不连续时,每当宇宙的运转通过运动加热而点燃其适宜的部分时,这个被点燃的部分就会传递给邻近的部分并将其引燃,而那一部分又传递给其后的部分,如此依次进行,点燃的部分始终熄灭,直到不再有易于燃烧的部分为止;这样便产生了飞跑穿过的表象。因为并不是单一的火焰在运动,而是正像我们之前所说在灯具上所发生的那样:每当我们把刚刚熄灭且冒烟的灯置于燃烧着的灯下方时,运行至火焰的煤烟便局部被点燃,并点燃与它连续的烟雾部分,第一部分由于稀薄而始终熄灭并衰减,那一部分又依此点燃其后的部分,并且这依次进行直到灯芯;显然并不是同一种单一的火焰从上方运送到底下,而是正如我所言,烟雾的不同部分相继被点燃,点燃的部分立即熄灭,因为烟雾由于稀薄而无法长久容纳火焰,而是完全沉没消解;正像在这些情形中一样,在流星的情形中正如我所说也是如此发生的。因此,由于容易被点燃且容易熄灭,两者中的第一者传递给其后的部分,并在其质料消解时熄灭,第二者也同样在点燃其后的第三者时衰微;这种情况连续发生,直到再也找不到适合于喷燃的蒸发物微粒为止。因此,随着一部分不断熄灭而另一部分不断被点燃,看似是同一朵单一的火焰在飞跑穿过。如果你观察一条细长的纸纤维被点燃,或者一条同样细长平铺的麻屑,或任何其他此类物品,也会发生同样的事情;因为在这些情形中,也不是单一的火焰从头贯彻到尾,而是由于局部一部分被点燃而另一部分熄灭,使得它看似是单一的;而由于点燃从一个部分转移到另一个部分,单一的火焰便看似在飞跑穿过。

语法注2 条
  1. 1.44ἐκπυρήνισιν

    名词 ἐκπυρήνισις 属于比喻性术语,源于用手指挤压果实将果核(πυρήν)弹射出去的动作。此处指热性成分在冷凝空气的挤压下如抛射物般被猛烈喷射而出的力学过程,随后的 οἱονεὶ ῥιπτομένης(仿佛被投掷出去一样)进一步补充说明了这一机制。

  2. 1.44ῥᾳδίως ἐξαπτομένης τε καὶ ἀποσβεννυμένης τὸ πρῶτον ἐξ ἀμφοῖν μεταδίδωσι

    ῥᾳδίως ἐξαπτομένης τε καὶ ἀποσβεννυμένης 为属格独立结构,其隐含的逻辑主语(ἀναθυμιάσεως)可由上下文补出。随后的 τὸ πρῶτον ἐξ ἀμφοῖν(两者中的第一者)充当主语,指在点燃与熄灭相继传递的成对部分中处于在先位置的部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:60.19-61.36