← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§57.1-58.1

最外层引火物的配置与天球转动的引燃机制

基于亚里士多德《气象论》341b18,菲洛波庞斯解释了位于月下界最外层的“引火物”之分布,以及它如何因天体的旋转运动或微小的扰动而轻易被引燃的机制,并以熄灭油灯的烟雾和柴火的引燃现象为例加以阐明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.42#1

" Δεῖ δὲ νοῆσαι τὸ ὑπέκκαυμα τοῦτο, ὃ νῦν εἴπομεν πῦρ, περιτετάσθαι τῆς περὶ τὴν γῆν σφαίρας ἔσχατον, ὥστε μικρᾶς κινήσεως τυχὸν ἐκκαίεσθαι πολλάκις ὥσπερ τὸν καπνόν· ἔστι γὰρ ἡ φλὸξ πνεύματος ξηροῦ ζέσις. ἐὰν οὖν μάλιστα εὐκαίρως ἔχῃ ἡ τοιαύτη σύστασις, ὅταν ὑπὸ τῆς περιφορᾶς κινηθῇ πως, ἐκκαίεται." Τοῦτο, φησί, τὸ κοινότερον ὅπερ ἡμεῖς ὑπέκκαυμα προσηγορεύσαμεν διὰ τὸ μὴ εὑρεῖν αὐτῷ παρὰ τοῖς παλαιοῖς κείμενον ὄνομα (πῦρ γὰρ μόνην τὴν φλόγα προσαγορεύουσι), δεῖ νοεῖν ἔσχατον περιτετάσθαι πάσης τῆς περὶ γῆν σφαίρας· αὕτη δέ ἐστιν ὅλον τὸ μετὰ τὴν σελήνην, ἐν ᾧ πᾶσα γένεσίς ἐστι καὶ φθορά. μία γὰρ ἐκ τῶν τεσσάρων στοιχείων ναστὴ γίνεται σφαῖρα·1 ἐν μὲν γὰρ τοῖς κοιλώμασι τῆς γῆς συνερρυηκὸς τὸ ὕδωρ μίαν ἅμα τοῖς πέρασιν αὐτῆς ἐποίησεν ἐπιφάνειαν, μετὰ δὲ ταύτην ὁ μεταξὺ τῆς τῶν ὀρῶν ἐπαναστάσεως λιμνάζων ἀὴρ πᾶν ἑτέραν ἅμα ταῖς κορυφαῖς αὐτῶν ἀπετέλεσεν ἐπιφάνειαν· τὸ δὲ μετὰ τοῦτο πᾶν ἔκ τε τοῦ λοιποῦ ἀέρος συνεστὸς καὶ τοῦ ὑπεκκαύματος συσχηματιζόμενον τῇ κοίλῃ τῆς σεληνιακῆς σφαίρας ἐπιφανείᾳ μίαν τῶν ἐντὸς ἁπάντων σωμάτων ναστὴν σφαῖραν εἰργάσατο, καὶ δῆλον ὡς ἁπτομένων τῶν μορίων αὐτῆς καὶ μίαν ἐχόντων συνέχειαν.2 τοῦτο οὖν τὸ ἔσχατον τῆς σφαίρας ταύτης, ὃ καλοῦμεν ὑπέκκαυμα, περιτεταμένον ἅπασι τοῖς ἐντὸς καὶ τῶν κυκλοφορουμένων ἀμέσως ἁπτόμενον σωμάτων εἰ μικρᾶς ἀπὸ τῆς κινήσεως αὐτῶν αἰτίας τύχοι, εὐθὺς ἐξάπτεται καὶ γίνεται πῦρ.3 καὶ τούτου τὸν καπνὸν πίστιν ἐπάγεται· καὶ γὰρ οὗτος ξηρὸς ὢν καὶ θερμὸς εἰ πυρὸς τύχοι γειτνιάζοντος, ῥᾳδίως ἐξάπτεται. εἰ γὰρ λύχνον ἐσβεσμένον καὶ ἔτι καπνίζοντα ὑποθείης ἄλλῳ καιομένῳ οὕτως, ὡς τὸν ἀνιόντα καπνὸν ὁμιλεῖν τῇ φλογὶ τοῦ καιομένου λύχνου, ὄψει τὸν καπνὸν ἐξαπτόμενον ἄνωθεν καὶ τὴν φλόγα κατὰ συνέχειαν δι’ αὐτοῦ κάτω φερομένην, μέχρις ἂν αὐτὴν ἐξάψῃ τὴν θρυαλλίδα τοῦ σβεσθέντος λύχνου. καὶ δαλὸν δὲ καπνίζοντα εἰ μικρὸν ἐγγυτέρω θείης πυρὸς οὕτως, ὥστε τὸν καπνὸν ἐπὶ τὴν φλόγα παρακλίνειν, τὸ αὐτὸ πάλιν ὄψει γινόμενον, καὶ τὸν καπνὸν ἐξαπτόμενον καὶ τὸν δαλὸν συνεξάπτοντα. ἀλλ’ εἰ καὶ τὸν δαλὸν περιστρέφων κινήσαις, σφοδρότερον τὸ αὐτὸ περισταίη τῇ κινήσει τοῦ πνεύματος ἐξαπτόμενος. εἰ οὖν ἐκ τῆς καπνώδους ἀναθυμιάσεως συνέστηκε τὸ ὑπέκκαυμα, πῶς οὐκ ἀνάγκη καὶ τοῦτο δι’ ἡντιναοῦν αἰτίαν κινήσεως τυχὸν τοῦ συνήθους σφοδροτέρας ἐξάπτεσθαι; ἔστι γὰρ ἡ φλὸξ πνεύματος ξηροῦ ζέσις. εἰ γὰρ τὸ πνεῦμα ξηρόν ἐστι καὶ θερμόν, τοιαύτη δὲ καὶ ἡ φλὸξ ἐπιτεταμένας ταύτας ἔχουσα τὰς ποιότητας, εἰκότως ἐξ οἵας δή ποτε ἐμπιπτούσης αἰτίας ἐκζέσειε τὸ πνεῦμα, φλὸξ γίνεται. ὥστε ὑπέκκαυμα τοῦ πυρός ἐστι τὸ πνεῦμα, ταὐτὸν δ’ εἰπεῖν ἡ καπνώδης ἀναθυμίασις.

“而且必须设想,我们方才称之为火的这一引火物,延展在环绕大地的球体的最外层,以至于只要遇上微小的运动,便常常如烟一般燃烧起来;因为火焰是干性气息的沸腾。因此,如果此类聚合体处于最适宜的状态,无论何时受到旋转运动的某种推动,它就会燃烧起来。” 他说,由于我们在古人那里未能找到既定的名称而称之为引火物的这一更为普遍的事物(因为他们只将火焰称为火),必须被设想为延展在环绕大地的整个球体的最外层;而这一球体就是月球之下的整个区域,其间包含了一切生成与毁灭。因为四种元素构成了一个充实的实心球体;汇入大地凹陷处的水与其边界一同构成了一个表面,在此之后,滞留在隆起山脉之间的空气与山峰一同构成了完全不同的另一表面;而在这之后的一切事物,由其余的空气和引火物构成,并与月球天球的凹表面相契合,从而使内部的所有物体构成了一个充实的实心球体,并且显而易见的是,该球体的各个部分彼此接触并具有单一的连续性。因此,这一球体的最外层部分,即我们所谓的引火物,延展在内部所有物体之上,并直接接触作圆周运动的诸天体,如果它从天体的运动中遇上微小的起因,便会立即被引燃而化为火。而他引入烟作为对此的证明;因为烟既干且热,若遇上邻近的火,亦极易被引燃。因为如果你将一盏已经熄灭但仍在冒烟的油灯置于另一盏燃烧着的油灯之下,使升起的烟触及燃烧油灯的火焰,你就会看见烟从上方被引燃,火焰沿着烟连续向下蔓延,直到引燃那盏熄灭油灯的灯芯本身。如果将一根冒烟的柴火放置在离火稍近之处,使烟倾向火焰,你同样会看见相同的事情再次发生,烟被引燃并连带引燃了柴火。不仅如此,即便你挥舞旋转这根柴火,因〔柴火〕借气息的运动被引燃,同样的事情也会更加剧烈地显现。既然引火物是由烟状蒸发物构成的,那么无论因何种起因遇上比平常更为剧烈的运动,它难道不也必然被引燃吗?因为火焰就是干性气息的沸腾。既然气息是干而热的,而具备强化了的这些性质的火焰也是如此,那么当气息因偶然降临的某种原因而沸腾时,它理所当然就变成了火焰。因此,气息,或者说烟状蒸发物,就是火的引火物。

语法注3 条
  1. 1.42μία γὰρ ἐκ τῶν τεσσάρων στοιχείων ναστὴ γίνεται σφαῖρα

    形容词 ναστή 意为“充实的”、“实心的”或“无空隙的”,在此指四种元素连续构成一个没有真空的充实实心球体。随后的句式通过三层 μὲν...δέ 的对应(ἐν μέν..., μετά δὲ ταύτην..., τὸ δὲ μετὰ τοῦτο πᾶν...),分别说明土与水、山谷间的低层空气,以及上层空气与引火物如何依次形成表面并共同构成这一连续的统一整体。

  2. 1.42καὶ δῆλον ὡς ἁπτομένων τῶν μορίων αὐτῆς καὶ μίαν ἐχόντων συνέχειαν

    在由 καὶ δῆλον(省略 ἐστί)引出的 ὡς 之后,并未接定式从句,而是接了一个属格独立结构(ἁπτομένων τῶν μορίων... καὶ ... ἐχόντων)。此处 ὡς 与属格独立分词连用,用以阐明该球体之所以是整体实心的根据或伴随状态(即其各部分相互接触并具有单一连续性)。

  3. 1.42εἰ μικρᾶς ἀπὸ τῆς κινήσεως αὐτῶν αἰτίας τύχοι, εὐθὺς ἐξάπτεται καὶ γίνεται πῦρ

    这是一个混合条件句,条件从句采用希求语气(εἰ... τύχοι),而归结从句则使用直陈语气现在时(ἐξάπτεται καὶ γίνεται)。从句将受到天体运动的微小扰动设定为一种潜在或可反复出现的假定,而主句则以直陈语气现在时断言一旦该条件满足便必然且立即点燃的客观规律。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:57.1-58.1