← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§58.1-58.34

引火物燃烧的不均匀性与质料受动条件

斐洛波诺斯讨论了亚里士多德的原句(341b18),针对天体运动均一且引火物质料同一的前提下为何只有特定部分在不同时间起火的疑难,解释这一不均匀性并非来自作因,而是源于质料的受动性、干湿和疏密等物质条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.42#2

[τὸ δὲ κῶλον ἰάμβου μέτρον ἐπλήρωσεν.] ἐὰν οὖν μάλιστα εὐκαίρως ἔχῃ ἡ τοιαύτη σύστασις, ὅταν ὑπὸ τῆς περιφορᾶς κινηθῇ πως, ἐκκαίεται. ἀντιπίπτοντος λύσις ἐστὶ τὸ προκείμενον. ἠπόρησε γὰρ ἄν τις, εἰ ὅλον τῆς αὐτῆς φύσεώς ἐστι τὸ ὑπέκκαυμα1 (πνεῦμα γάρ ἐστι θερμὸν καὶ ξηρὸν ἡ καπνώδης ἀναθυμίασις, ἥτις ἐστὶν ὕλη πυρός), ἀλλὰ καὶ τὸ ποιητικὸν ἕν ἐστι καὶ ταὐτὸν ἡ τῶν οὐρανίων κίνησις, καὶ μία ἐστὶν αὕτη καὶ ὁμαλὴ ἀεί, διὰ τί τὸ μὲν ἐξάπτεται τοῦ ὑπεκκαύματος μόριον, τὸ δὲ οὔ, καὶ ἄλλοτε ἄλλο τοῦτο πάσχει. φησὶν οὖν ὡς οὐ παρὰ τὸ ποιητικὸν αἴτιον τὴν κυκλοφορίαν ἡ ἀνωμαλία τούτων ἐστίν, ἀλλὰ παρὰ τὸ ὑλικόν· ὃ γὰρ ἂν τούτου μόριον ἐπιτηδείως ἔχῃ πρὸς ἔκκαυσιν, τοῦτο τῇ κινήσει τοῦ περιέχοντος ἐκφλογοῦται· οὐδὲ γὰρ ἀπαθὲς τὸ ὑπέκκαυμα οὐδ’ ἀναλλοίωτόν ἐστιν, ἀλλὰ καὶ λίαν εὐπαθὲς διὰ τὴν λεπτομέρειαν. καὶ γὰρ τῶν ἡμετέρων μορίων ἄλλοτε ἄλλο θερμαίνεται, καὶ τὸ μὲν ἀσθενῆσαν δι’ ὁτιοῦν ἐπιρρεῖ τε καὶ φλεγμαίνει, τὸ δὲ ἐρρωμένον καὶ τὸ ἐπιὸν ἀπωθεῖται ῥεῦμα. τί οὖν ξένον, εἰ καὶ τὰ τοῦ ὑπεκκαύματος μόρια τὸ αὐτὸ τοῦτο πάσχει, καὶ ἄλλοτε ἄλλο τούτου μέρος ἐκφλογοῦται διὰ τὰς ἐκ τῆς γῆς ἀναθυμιάσεις πλείους ποτὲ γινομένας ἢ διὰ τὸ μανοῦσθαι τυχὸν ἢ πυκνοῦσθαι μᾶλλον, ἢ διὰ τὸ τῇ κινήσει πολλάκις ἀπορραγέν τι μόριον τῆς συνεχείας τοῦ ὅλου καὶ οἷον ἐξακοντιζόμενον ἐκφλογοῦσθαι2 ἢ διά τινας ἑτέρας τοιαύτας αἰτίας. καὶ μάνωσις γὰρ ἔσθ’ ὅτε καὶ πύκνωσις τὰ ὑποκείμενα ποιεῖ πρὸς ἔξαψιν ἐπιτήδεια. πυκνοῦται δὲ τὸ ὑπέκκαυμα ἢ διὰ τὴν ὑγρότητα τοῦ ὑποκειμένου ἀέρος ἢ διὰ τὸ πολλὴν γίνεσθαι κάτωθεν ἀναθυμίασιν πιλούμενον, ἢ διὰ τὴν τοῦ ἡλίου ἀπόστασιν ἄλλοτε ἐξ ἄλλου μέρους αὐτοῦ γινομένην. ἀλλὰ καὶ μανότερον ἔσθ’ ὅτε γίνεται ἤτοι πάλιν διὰ τὴν τοῦ πέριξ κίνησιν θερμαινόμενον ἔτι ἢ διὰ τὸ πλησιάζειν αὐτῷ τὸν ἥλιον. οὔτε δὲ τὰ κατάξηρα λίαν ἐξάπτεται, οἷά ἐστι τὰ σεσηπότα τῶν ξύλων, οὔτε τὰ λίαν ὑγρά, ὡς τὰ νεωστὶ τετμημένα. καὶ ἡ πυκνότης δὲ πολλάκις οὐ ῥᾳδίαν ποιεῖ τὴν ἔξαψιν καὶ τοὐναντίον ἡ μανότης οὖσα πολλή. οὔτε γὰρ σπόγγος ἐξάπτεται ῥᾳδίως οὔτε φελλὸς οὔτε ἔβενος ἢ ἐλέφας, τὰ μὲν διὰ τὴν πύκνωσιν, τὰ δὲ διὰ τὴν μάνωσιν πολλὴν οὖσαν. πάσχει δὲ τοῦτο τὰ συμμέτρως καθ’ ἑκάστην τούτων ἔχοντα τῶν ποιοτήτων πρὸς ἔξαψιν. αὕτη μὲν οὖν ἡ αἰτία τῶν ἐν τῷ ὑπεκκαύματι συνισταμένων παθημάτων· τὰς δὲ τούτων διαφορὰς αὐτὸς ἐφεξῆς διδάσκει, λέγω δὴ φλογῶν καὶ δαλῶν καὶ αἰγῶν καὶ διαττόντων.

[而这一句短语符合了抑扬格的格律。]“因此,如果此类聚合体处于最适宜的状态,无论何时受到回转运动的某种扰动,它就会燃烧起来。”眼前的段落是对一则异议的解答。因为有人可能会提出疑难:如果引火物全体都具有相同的本性(因为烟状蒸发物是干而热的气息,也就是火的质料),而且作为动因的天体运动也是单一且同一的,并且这一运动始终是单一且均匀的,那么究竟为何引火物的这一个部分被引燃,而另一个部分却没有,且这在不同时间发生于不同的部分?于是他说,这些现象的不均匀性并非源于动因即圆周运动,而是源于质料因;因为其中凡是处于适合燃烧状态的部分,就会被周围包围物的运动所燃化。因为引火物既非不会受作用,亦非不可变异,反倒因其微粒细微而极易受作用。因为即便在我们自身的各肢体中,也是在不同时间有不同的部位发热,因某种缘故而变虚弱的部位会受到浸润并引发炎症,而强健的部位则会击退袭来的流注。既然如此,如果引火物的各个部分同样经历此事,并且因为来自大地的蒸发物有时变得更为充沛,或者碰巧由于变稀疏或变得更致密,或者因为某个部分常常因运动而脱离总体的连续性并宛如被掷出一般被燃化,或者由于某些其他此类原因,从而使其不同部分在不同时间被燃化,这又有什么可奇怪的呢?因为有时变稀疏和变致密都会使底层物质适合于引燃。而引火物之所以变致密,或是由于其下方空气的湿气,或是由于下方升起大量蒸发物而受到压缩,或是由于太阳在不同时间远离其不同部分。然而,有时它也会变得更稀疏,这或者是因为受到周围物体的运动而再次被进一步加热,或者是因为太阳临近它。但极度干燥之物不会被引燃,正如腐烂的木材一样;极度潮湿之物也不会被引燃,正如新砍伐的木材一样。致密往往使引燃变得不易,反之过度的稀疏亦是如此;因为海绵、软木、乌木和象牙都不易被引燃,后两者是因致密,前两者则是因稀疏过度。而在这些性质的每一项上对于引燃都处于适度状态的物体,则会经历此事。因此,这就是引火物中所形成的各种状态的原因;至于它们之间的差异——我是指火焰、火炬、山羊和流星——他本人随后便依次予以讲授。

语法注2 条
  1. 1.42ἠπόρησε γὰρ ἄν τις, εἰ ὅλον τῆς αὐτῆς φύσεώς ἐστι τὸ ὑπέκκαυμα

    带 ἄν 的不定过去时直说语气(ἠπόρησε),表示虚拟/推测(“有人可能会提出疑问”)。其后由 εἰ 引导的直说语气现在时从句(ἐστι)给出了提问者所设定的前提(“如果引火物全体都具有相同的本性……”),进而引出由 διὰ τί 引导的间接疑问句。

  2. 1.42διὰ τὸ τῇ κινήσει πολλάκις ἀπορραγέν τι μόριον τῆς συνεχείας τοῦ ὅλου καὶ οἷον ἐξακοντιζόμενον ἐκφλογοῦσθαι

    由介词 διά 支配的定冠词不定式结构(διὰ τὸ ... ἐκφλογοῦσθαι)。不定式的逻辑主语是宾格的 τι μόριον,分词 ἀπορραγέν(第二不定过去时被动)与 ἐξακοντιζόμενον(现在被动)与之同格修饰。尽管主语与不定式动词之间有较长距离隔开,核心骨架仍是“由于某一部分被燃化”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:58.1-58.34