← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§56.3-56.39

天球之下的干热区域与引火物的定名理据

本段注解亚里士多德341b12,解释最外层圆周运动天体之下紧邻“热而干者”的宇宙秩序。斐洛庞努斯进而论述了为何该区域虽然严格而言并非火焰却常被称为“火”,并阐明了亚里士多德将其定名为“引火物”(ὑπέκκαυμα)的理据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.41

" Καὶ διὰ ταῦτα τοῦτον τὸν τρόπον κεκόσμηται τὸ πέριξ· πρῶτον γὰρ ὑπὸ τὴν ἐγκύκλιον φοράν ἐστι τὸ θερμὸν καὶ ξηρόν, ὃ λέγομεν πῦρ· ἀνώνυμον γὰρ τὸ κοινὸν ἐπὶ πάσης τῆς καπνώδους διακρίσεως· ὅμως δὲ διὰ τὸ μάλιστα πεφυκέναι τὸ τοιοῦτον ἐκκαίεσθαι τῶν σωμάτων1 οὕτως ἀναγκαῖον χρῆσθαι τοῖς ὀνόμασιν." Ἐδιδάξαμεν ἤδη, τίς ἡ τῶν πέντε τοῦ κόσμου στοιχείων ἐστὶ πρὸς ἄλληλα θέσις τε καὶ τάξις. τὸ αὐτὸ δὲ τοῦτο πάλιν καὶ ἐκ τῶν νῦν δεδειγμένων περὶ τῆς γενέσεως τῶν δύο τούτων ἀναθυμιάσεων συλλογίζεται. ὡς γὰρ ἔφθη προειπών, εἰδέναι δέον ἐστὶν ὡς ὃν λόγον ἔχουσι πρὸς ἄλληλα τὰ μέρη τῶν στοιχείων ἐν τῇ εἰς ἄλληλα μεταβολῇ, τοῦτον ἔχειν καὶ τὰς ὁλότητας αὐτῶν πρὸς ἀλλήλας ἀνάγκη.2 πρῶτον μὲν γάρ ἐστι καὶ ἐξώτατον πάντων τὸ ἐγκύκλιον σῶμα. ἐπειδὴ γὰρ τῇ τούτου κινήσει τὰ ἐντὸς μεταβάλλει, πᾶν δὲ σῶμα ποιοῦν εἰς ἕτερον ἁπτόμενον αὐτοῦ ποιεῖ, ἀνάγκη τὸ κυκλοφορούμενον εἰς πάντα τὰ λοιπὰ ποιεῖν μέλλον περιέχειν ἐντὸς ἅπαντα, ἵνα καὶ εἰς αὐτὰ δρῴη πανταχόθεν αὐτῶν ἁπτόμενον,3 κἀκεῖνα μὴ διαφεύγῃ τὸ ἐξ αὐτοῦ πάθος. κἂν γὰρ μὴ ἀμέσως πάντων ἅπτηται, ἀλλὰ διὰ τῶν προσεχεστέρων εἰς τὰ ἐφεξῆς ποιεῖ. τούτου δεύτερον ἐφεξῆς ἐστι τὸ θερμὸν σῶμα καὶ ξηρόν, οἷον ἔφαμεν εἶναι καὶ τὸ ἐκ τῆς γῆς ἀναθυμιώμενον· διὰ γὰρ τὴν κουφότητα πᾶσά ἐστιν ἀνάγκη τῶν ἄλλων αὐτὸ τριῶν ὑπεράλλεσθαι. τοῦτο δέ, φησί, πῦρ ὀνομάζομεν· καίτοι πῦρ οὐκ ἔστιν, ὡς καὶ πρότερον εἶπε· κυρίως γάρ ἐστι πῦρ, ὅταν ὑπερεξαφθῇ καὶ γένηται φλόξ. ἀλλ’ ἐπειδὴ τὸ θερμὸν καὶ ξηρὸν κοινόν ἐστιν ἐπὶ τῶν τοιούτων ἁπάντων, τοιαύτη δὲ καὶ ἡ φλὸξ καὶ τὸ πνεῦμα καὶ ἡ καπνώδης ἀναθυμίασις καὶ ταύτης αἱ ποικίλαι διαφοραὶ ποσότητι διακρινόμεναι καὶ τάξει τῶν μερῶν, ἐξ ὧν καὶ τὰ διάφορα πάθη τῶν ἐν τῷ ὑπεκκαύματι συνισταμένων γίνεται, τούτοις δὲ πᾶσι κοινὸν οὐ κεῖται ὄνομα, διὰ τοῦτο τὸ γένος ὀνομάζειν εἰώθασιν ἐκ τοῦ γνωριμωτέρου ἡμῖν τὸ τοιοῦτον ὅλον προσαγορεύοντες σύστημα· ἢ ὅτι καὶ δυνάμει πῦρ ἐστι τὸ ὑπέκκαυμα· μικρᾶς γὰρ αἰτίας τυχὸν εὐθὺς ἐκκαίεται. ὁ δὲ Ἀριστοτέλης κυριωτέραν τῷ κοινῷ τούτῳ τῷ μήπω ἐκφλογωθέντι θερμῷ καὶ ξηρῷ προσηγορίαν ἐπενόησε πρέπουσαν, ὑπέκκαυμα καλέσας αὐτὸ ὡς ἐπιτήδειον ἀπὸ μικρᾶς αἰτίας ῥᾳδίως ἐκκαίεσθαι, καὶ ταύτην ἐκ τῶν παρ’ ἡμῖν τὴν προσηγορίαν λαβών· ὑπεκκαύματα γὰρ καλοῦμεν ἡμεῖς τὰ λεπτὰ καὶ φρυγανώδη καὶ ὅσα πρὸς ῥᾳδίαν ἔξαψίν ἐστιν ἐπιτήδεια. ἐπεὶ οὖν καὶ ἡ καπνώδης αὕτη καὶ πνευματώδης ἀναθυμίασις καὶ ὅλον ἐκεῖνο τὸ πρὸς τῇ σελήνῃ τοιοῦτόν ἐστιν, εἰκότως αὐτὸ ὑπέκκαυμα προσηγόρευσεν.

“而由于这些原因,周围的区域依此方式被安排有序:因为首先在圆周运动之下的,是热而干者,我们称之为火;因为对于全部烟状的分离物并没有一个共同的名称;然而,由于在诸物体中此类物体在本性上最易于被点燃,故而以此方式使用诸名称是必然的。” 我们先前已经教授过宇宙的五种元素彼此之间的位置与秩序究竟如何。而他亦从方才就这两种蒸发物的生成所证明的内容中,再次推论出完全相同的这一结论。因为正如他先前已说过的那样,应当知晓的是,诸元素之部分在相互转化中彼此具有何种比例,它们的全体相互之间必然也具有此种比例。因为首先且位于万物最外侧的,是作圆周运动的物体。既然由于它的运动,内部之物发生变化,而任何对另一物体发生作用的物体都是在与之接触中施加作用,那么作圆周运动的物体既然要对所有其余物体施加作用,就必然将万物包含在自身之内,以便它在从各处接触它们的同时注视着它们,并且使它们不致逃逸来自它的受动。因为即便它并未直接接触一切事物,但也通过更为邻近的物体对按顺序排列在后的物体施加作用。其次紧随此物之后的,是热而干的物体,正如我们所说从大地中蒸发出来的物体也是如此;因为由于轻盈,它必然要越过其余三种元素。他说,我们称此为“火”——尽管正如他先前所言,它并不是火;因为严格意义上的火,是当它过度燃烧并化为火焰之时。然而,既然热而干对于一切此类事物是共同的,而火焰、风、烟状蒸发物以及由此蒸发物在数量和各部分秩序上所区分的种种多样差异——在引火物中形成的诸现象的各种不同受动亦由此产生——亦皆是如此,但却没有一个既定的名称共同赋予所有这些事物,正因如此,人们习惯于以我们更为熟知的事物来称呼此类整体系统,以此为该属命名;抑或是因为引火物在潜能上就是火,因为只要遇上微小的原因它便立刻被点燃。但亚里士多德为这一尚未燃烧成火焰的共同之“热而干者”构想了一个更为本真且恰当的称呼,称之为“引火物”,因为只要有微小的原因它就适于被轻易点燃,并且这一称呼他是从我们身边的事物中借取而来的;因为我们将那些细碎之物、柴薪以及凡适于被轻易引燃之物称为“引火物”。因此,既然这一烟状且风性的蒸发物以及在月球附近的整个那一部分区域都是如此,他理所当然地将其称为“引火物”。

语法注3 条
  1. 1.41διὰ τὸ μάλιστα πεφυκέναι τὸ τοιοῦτον ἐκκαίεσθαι τῶν σωμάτων

    属格 τῶν σωμάτων 作为部分属格修饰指示代词短语 τὸ τοιοῦτον(“在诸物体中此类物体”),构成不定式 ἐκκαίεσθαι 的逻辑主语。副词 μάλιστα 修饰动词 πεφυκέναι(“在本性上最易于”)。

  2. 1.41εἰδέναι δέον ἐστὶν ὡς ὃν λόγον ἔχουσι πρὸς ἄλληλα τὰ μέρη τῶν στοιχείων ἐν τῇ εἰς ἄλληλα μεταβολῇ, τοῦτον ἔχειν καὶ τὰς ὁλότητας αὐτῶν πρὸς ἀλλήλας ἀνάγκη

    无人称表达 δέον ἐστίν 引出补语从句 ὡς,其内部嵌套着关系代词与指示代词的关联结构 ὃν λόγον ... τοῦτον [λόγον]。后半句为主干结构,由无人称词 ἀνάγκη 支配带宾格主语 τὰς ὁλότητας 的不定式 ἔχειν 构成宾格不定式句。

  3. 1.41ἵνα καὶ εἰς αὐτὰ δρῴη πανταχόθεν αὐτῶν ἁπτόμενον

    在 ἵνα 引导的目的从句中,动词 ὁρῴη 为比喻性用法(“注视着”、“朝向其施加作用”),其主语是前文的圆周运动物体(κυκλοφορούμενον)。分词 ἁπτόμενον 为中性单数主格,与主语一致,表示伴随方式(“接触着”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:56.3-56.39