- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:54.32-56.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德提出了双重蒸发物学说——即由太阳加热产生的汽状蒸发物(湿热)与烟状/风性蒸发物(干热)——作为气象现象的基本本原。斐洛庞努斯阐释道,除了作为普遍质料的四元素之外,这两种蒸发物构成了气象受动的直接属相质料:湿润的蒸汽滞留于低空并产生雨雪等大气现象,而更轻的干燥蒸发物则升至引火物处形成流星与火焰等火性现象。
" Ἀρχὴ δ’ ἐστὶ καὶ τούτων καὶ πολλῶν ἄλλων ἥδε. θερμαινομένης γὰρ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τὴν ἀναθυμίασιν ἀναγκαῖον γίνεσθαι μὴ ἁπλῆν, ὡς τινες οἴονται, ἀλλὰ διπλῆν, τὴν μὲν ἀτμιδωδεστέραν, τὴν δὲ πνευματωδεστέραν, τὴν μὲν τοῦ ἐν τῇ γῇ καὶ ἐπὶ τῇ γῇ ὑγροῦ ἀτμίδα, τὴν δὲ αὐτῆς τῆς γῆς οὔσης ξηρᾶς καπνώδη· καὶ τούτων τὴν μὲν πνευματώδη ἐπιπολάζειν διὰ τὸ θερμόν, τὴν δὲ ὑγροτέραν ὑφίστασθαι διὰ τὸ βάρος." Τὰ νῦν ῥηθησόμενα οὐ μόνον τῶν ἀπηριθμημένων ἐστὶν ἀρχή, ἀλλὰ καὶ πάντων τῶν ἐν τῷ μετεώρῳ συνισταμένων παθημάτων, κομητῶν, κεραυνῶν, ἀστραπῶν, βροντῶν. ἤδη μὲν οὖν τὸ ὑλικὸν αἴτιον πάντων τῶν γινομένων καὶ φθειρομένων ὅτι 〈τὰ〉 τέσσαρα στοιχεῖά ἐστιν ἐδίδαξεν. ἐπειδὴ δὲ νῦν τῶν ἐν τῷ μετεώρῳ συνισταμένων τὰς αἰτίας διδάξαι βούλεται (εἰ γὰρ καὶ κοινὰ πάντων τῶν γινομένων, ὡς εἶπον, ἐκεῖνά ἐστιν, ἀλλ’ ἔστι καὶ τῶν κατὰ γένος διαφερόντων ἑκάστῳ καὶ τῶν κατ’ εἶδος ὕλη τις ἰδιάζουσα· τοῖς εἴδεσι γὰρ τῶν συνθέτων καὶ ἡ ὕλη συνεξαλλάττεται) ἀνάγκη καὶ τῶν ἐν τῷ μετεώρῳ γινομένων ἁπάντων εἶναί τινα κοινοτέραν ὕλην, ἥτις τῶν ἐν γενέσει πάντων ἐστὶ καὶ φθορᾷ, καὶ ἰδικωτέραν τούτων αὐτῶν ἄλλην, ἀλλ’ οὐ τῶν κατ’ εἶδος διαφερόντων.1 τέως οὖν τὴν κοινὴν ἁπάντων τῶν ἐν τῷ μετεώρῳ γενικώτερον τίς ἐστι διδάσκει τὸν τρόπον τοῦτον. δύο γὰρ ὄντων, φησί, τῶν ἐν τῷ μέσῳ τοῦ παντὸς στοιχείων, ὕδατός τε καὶ γῆς, καὶ τούτων ὑπὸ τοῦ ἡλίου τὸν εἰρημένον τρόπον θερμαινομένων, διττὰς ἐξ αὐτῶν ἀνάγκη γίνεσθαι καὶ τὰς ἀναθυμιάσεις, καὶ τὴν μὲν ἐκ τοῦ ὕδατος ὑγράν, οἷός ἐστι καὶ ὁ ἐκ τῶν λεβήτων ἀτμὸς θερμαινομένου τοῦ ἐν αὐτοῖς ὕδατος, τὴν δὲ ἐκ τῆς γῆς ξηράν, οἵα πάλιν ἐκ τῶν καιομένων ξύλων ἀναδιδομένη φαίνεται καὶ τῶν θυμιαμάτων· ἑκατέρα μέντοι τούτων ἐστὶ θερμή. ἐπειδὴ γὰρ ἐξ ἡλίου τὰ δύο ταῦτα στοιχεῖα γῆ καὶ ὕδωρ θερμαινόμενα τὴν τοιαύτην ὑπομένει μεταβολήν, δῆλον ὅτι κατὰ μόνον τὸ ἐν αὐτοῖς ἑκάτερον μεταβάλλει ψυχρόν· τὸ δὲ ἐκ ψυχροῦ μεταβαλὸν ἐξ ἀνάγκης γίνεται θερμόν. μήτε οὖν τῆς γῆς κατὰ τὸ ἐν αὐτῇ μεταβαλλούσης ξηρὸν μήτε τοῦ ὕδατος κατὰ τὸ ὑγρόν, ἀλλὰ μόνον κατὰ τὸ ἐν αὐτοῖς ψυχρὸν ὑπὸ τοῦ θερμοῦ νικώμενον2 εἰκότως ἑκατέρα τῶν ἀναθυμιάσεών ἐστι θερμή, μένοντος ἐν θατέρᾳ μὲν τοῦ ξηροῦ, ἐν τῇ λοιπῇ δὲ τοῦ ὑγροῦ. οὐκοῦν ἡ μὲν ἐξ ὕδατος ὑγρά ἐστι καὶ θερμή, ἡ δὲ ἐκ τῆς γῆς ξηρὰ καὶ θερμή. καλεῖ δὲ τὴν μὲν ἀτμίδα, τὴν δὲ καπνώδη καὶ πνευματώδη· καὶ γὰρ τὸ πνεῦμα ξηρόν ἐστι καὶ θερμόν. αὗται τοίνυν τῶν ἐν τοῖς μετεώροις συνισταμένων ἁπάντων κοινῶς ὑλικὸν ὑπάρχουσιν αἴτιον, ποιητικὸν δὲ ἡ τῶν οὐρανίων περιφορὰ σωμάτων. θερμῆς τοίνυν ἑκατέρας ἀναθυμιάσεως ὑπαρχούσης εἰκότως εἰσὶν ἀνώφοροι· ἀλλ’ ἡ μὲν καπνώδης μᾶλλον ἐστι κούφη, τὸ ξηρὸν ἔχουσα τοῦ τάχους συναίτιον, τῆς δὲ λοιπῆς τὸ ὑγρὸν ὑποτέμνει τὸ τάχος, ὡς ἐν ἑτέροις ἀκριβῶς ταῦτα δεδείχαμεν. οὐκοῦν ἡ μὲν ἐξ ὕδατός ἐστι περιγειοτέρα τῷ τόπῳ ὡς ἧττον κούφη, ἡ δὲ ἐκ γῆς ἐπιπολάζει ταύτῃ καὶ μᾶλλόν ἐστι μετέωρος ὡς κουφοτέρα· καὶ ἡ μὲν τὰ περὶ τὸν ἀέρα πάθη γεννᾷ, ὁμίχλην, ὑετόν, χιόνα, χάλαζαν καὶ τὰ τούτοις συγγενῆ, ἡ δὲ ξηρὰ πρὸς τὸ συγγενὲς ἄνω χωροῦσα τὰ περὶ τὸ ὑπέκκαυμα συνίστησιν, ὧν ἐστι καὶ τὰ προκείμενα, φλόγες καὶ δαλοὶ καὶ αἶγες καὶ ὅσα κατηριθμήσατο· πυρώδη γάρ ἐστι τὴν φύσιν ἅπαντα. τὴν δὲ διαφορὰν αὐτῶν προϊόντες αὐτοῦ λέγοντος εἰσόμεθα. τὸ δὲ καὶ ἐν τῇ γῇ φησι καὶ ἐπὶ τῇ γῇ ἢ ὅτι τὸ μέν ἐστιν ἐν τοῖς κοιλώμασιν αὐτῆς, τὸ δὲ καὶ ἐπιπολάζει, ἢ καὶ καθ’ ἑνὸς τοῦ αὐτοῦ· καὶ γὰρ τῷ ἐν τοῖς κοιλώμασιν ὕδατι ὑπόκειται γῆ.
“而这些现象以及许多其他现象的本原如下:因为当大地被太阳加热时,蒸发物必然不是如某些人所认为的那样是单一的,而是双重的,一种更具水汽性,另一种更具风气性;一种是在大地中和大地上之湿气的水汽,另一种则是大地自身由于干燥而产生的烟状物;并且在这些之中,风气性的由于热而浮于表层,更湿润的则由于重而沉于下方。” 如今将要论述的内容,不仅是已被列举出来的那些现象的本原,而且也是在气象空间中形成的一切受动——彗星、雷霆、闪电、雷鸣——的本原。诚然,他先前已经教授过,一切生成与毁灭之物的质料原因是四元素;但既然他现在想要教授在气象空间中形成之物的诸原因(因为即便那些元素如我所说是一切生成之物所共有的,但对于依属而异的每一事物以及依种而异的事物而言,也存在着某种特有的质料;因为质料亦随着复合物的相而一同变化),那么对于在气象空间中生成的一切事物而言,必然既存在着某种更为普遍的质料——即属于一切处于生成与毁灭之中的事物的质料——又存在着专属于这些事物自身、但尚未细分至依种而异之物的另一种更为特殊的质料。因此,目前他正是以这种方式更为属相地教授在气象空间中一切事物的共同质料究竟是什么。他说,由于处于宇宙中央的元素有两个,即水和大地,并且它们以所述的方式被太阳加热,因而从它们之中产生的蒸发物也必然是双重的:一种来自水,是湿的——正如当锅中的水受热时从锅中升起的蒸汽一样;另一种来自大地,是干的——正如从燃烧的木柴和香料中散发出来的烟雾一样;然而,它们之中的每一种都是热的。因为既然大地和水这两个元素由于受到来自太阳的加热而承受了这样的变化,显然它们各自仅仅是在其内部的冷性方面发生了变化;而从冷变化而来的东西必然变热。因此,大地既未在其内部的干性方面发生变化,水亦未在其湿性方面发生变化,而仅仅是在它们内部的冷性被热所克服的方面发生变化,故而两种蒸发物各自都是热的,这是合乎情理的,同时干性保留在一种之中,湿性保留在另一种之中。于是,来自水的蒸发物是湿而热的,而来自大地的则是干而热的。他将前者称为水汽,将后者称为烟状的和风性的;因为风也是干而热的。因此,这些普遍地作为在气象空间中形成的一切事物的质料原因而存在,而能生原因则是天体的旋转。既然两种蒸发物都是热的,它们自然都是向上运动的;但烟状的更为轻盈,以干性作为其速度的共同原因,而另一者的湿性则减损其速度,正如我们在其他著作中所精确论证过的那样。因此,来自水的蒸发物因其较不轻盈而在场所上更接近大地,而来自大地的蒸发物则浮于其上,因其更轻盈而处于更高的气象高空;前者产生有关气的受动——雾、雨、雪、雹以及与这些同类的事物——而干燥的蒸发物向上运动至同类之物处,构建起围绕着引火物的诸现象,当前所讨论的事物,即火焰、火把、山羊以及他所列举的种种现象皆属此类;因为它们在自然本性上全都是火性的。至于它们彼此的区别,我们随着他在后文中的阐述将会知晓。而他所说的“在大地中和大地上”,要么是因为一种处于其凹陷之中,而另一种亦浮于表层,要么也是针对同一事物而言的;因为即便对于凹陷之中的水,大地也是其基底。
- 1.40ἀνάγκη καὶ τῶν ἐν τῷ μετεώρῳ γινομένων ἁπάντων εἶναί τινα κοινοτέραν ὕλην, ἥτις τῶν ἐν γενέσει πάντων ἐστὶ καὶ φθορᾷ, καὶ ἰδικωτέραν τούτων αὐτῶν ἄλλην, ἀλλ’ οὐ τῶν κατ’ εἶδος διαφερόντων
在由 ἀνάγκη 支配的宾格不定式结构中,εἶναι 的主语呈现为对置的两个部分:τινα κοινοτέραν ὕλην 与 ἰδικωτέραν τούτων αὐτῶν ἄλλην[ὕλην]。句末的 ἀλλ’ οὐ τῶν κατ’ εἶδος διαφερόντων 为限制性短语,意为“但尚非依种而异之物的[特有质料]”,表明该结构旨在将气象质料界定为介于“最普遍的四元素”与“具体的种相差异”之间的属相中间质料。
- 1.40μήτε οὖν τῆς γῆς κατὰ τὸ ἐν αὐτῇ μεταβαλλούσης ξηρὸν μήτε τοῦ ὕδατος κατὰ τὸ ὑγρόν, ἀλλὰ μόνον κατὰ τὸ ἐν αὐτοῖς ψυχρὸν ὑπὸ τοῦ θερμοῦ νικώμενον
在属格独立结构(μήτε ... τῆς γῆς ... μεταβαλλούσης μήτε τοῦ ὕδατος)内部,并列了表示观点的介词短语(κατὰ τὸ ... ξηρόν、κατὰ τὸ ὑγρόν 与 κατὰ τὸ ... ψυχρόν)。后半段的分词 νικώμενον 修饰实体化的中性单数宾格 τὸ ... ψυχρόν,限定其变化仅在于“其内部的冷性被热所克服”这一特定维度。
