- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:53.28-54.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《气象学》第一卷第四章开篇(341b1),注疏者在回顾前文所论(四元素与第五元素的排列、云的形成、太阳对气的加热)的基础上,解释了流星与火焰等现象具有相同的质料原因(蒸发物)和能生原因(天体旋转),并澄清了“天周围”这一表述的具体含义。
" Τούτων δὲ διωρισμένων λέγωμεν διὰ τίνα αἰτίαν αἵ τε φλόγες αἱ καιόμεναι φαίνονται περὶ τὸν οὐρανὸν καὶ οἱ διαθέοντες ἀστέρες καὶ οἱ καλούμενοι ὑπό τινων δαλοὶ καὶ αἶγες· ταῦτα γὰρ πάντα ἐστὶ τὸ αὐτὸ καὶ διὰ τὴν αὐτὴν αἰτίαν, διαφέρει δὲ τῷ μᾶλλον καὶ ἧττον." Ἐπεξελθὼν ὡς ἐν προοιμίοις ὅσα προδιδάξαι τῆς τῶν μετεώρων θεωρίας χρήσιμον ἦν, τουτέστι τόν τε σκοπὸν τῆς προκειμένης ἀφορισάμενος πραγματείας καὶ τὴν τάξιν, ἣν ἐν τοῖς φυσικοῖς αὐτοῦ συγγράμμασιν εἴληχε, τίνα τε διδάξαι πρὸ αὐτῆς ὡς προηγούμενα φυσικῶς ἀκόλουθον ἦν, καὶ τίνα μετ’ αὐτὴν ὡς ἑπόμενα μέλλει διδάσκειν, εἶτα καὶ περὶ τῶν στοιχείων τοῦ κόσμου παντὸς ἀναμνήσας ὡς πέντε τὸν ἀριθμόν εἰσι, τέσσαρα μὲν τῶν ὑπὸ σελήνην ἁπάντων, ἄλλο δὲ παρὰ ταῦτα πέμπτον, ἐξ οὗ τὰ οὐράνια συνέστηκε σώματα, καὶ ὡς οὔτε μόνον πῦρ ἐστι τὸ μετὰ τὴν γῆν ἅπαν ἕως τῶν ἐσχάτων ἀστέρων οὔτε μόνος ἀὴρ οὔτε τὰ δύο καὶ μόνα συμπεπλήρωκε τὸ διάστημα τοῦτο πᾶν, καὶ περὶ τῆς τούτων τάξεως εἰπὼν ὅτι μέση μὲν ἁπάντων ἡ γῆ μετὰ τοῦ συναπειλημμένου τοῖς κοιλώμασιν αὐτῆς ὕδατος, ἀὴρ δὲ μετ’ αὐτήν, καὶ μετὰ τοῦτον ἡ τοῦ πυρὸς οὐσία, ὅπερ οὐ πῦρ ἐστιν ἀλλὰ πυρὸς ὑπέκκαυμα, εἶτα πάντων ἔσχατον τὸ πέμπτον στοιχεῖον, ὅπερ ὕλη τῶν κυκλοφορουμένων ἐστὶν ἁπάντων, καὶ ὅτι τὰ μὲν ἐντὸς τῆς σελήνης στοιχεῖα ὕλη τῶν γινομένων καὶ φθειρομένων εἰσί, τὸ δ’ ὅθεν ἡ τῆς κινήσεως ἀρχή, τουτέστιν ἡ ποιητικὴ τούτων αἰτία τὸ κυκλοφορούμενον, εἰπὼν δὲ καὶ ὡς εἰς ἄλληλα μεταβάλλει τὰ τέσσαρα (συντελεῖ γὰρ καὶ τοῦτο πρὸς τὸν σκοπὸν τῆς ὑποκειμένης ὑποθέσεως) ἀκολούθως ἐζήτησε, διὰ τί μὴ συνίσταται νέφη μήτε κάτω περὶ αὐτὴν τὴν γῆν μήτε μὴν ἐν τῷ ἀνωτάτῳ καὶ πλησίον τοῦ ὑπεκκαύματος, καὶ τούτων τὴν αἰτίαν εἰρηκὼς ἔσχατον ἐζήτησε πάντων ὡς εἰ μὴ πύριά ἐστι τὰ οὐράνια, πόθεν ἅμα τῷ φανῆναι τὸν ἥλιον θερμαίνεται ὁ ὑπὸ σελήνην ἀήρ.1 καὶ τοῦτο δὲ συμπεράνας ἔρχεται λοιπὸν εἰς ὃ καὶ προὔκειτο,2 τὰς αἰτίας εἰπεῖν τῶν ἐν τῷ μετεώρῳ συνισταμένων παθημάτων, καὶ πρό γε τῶν ἄλλων τίνες εἰσὶν αἱ περὶ τὸν οὐρανὸν φαινόμεναι φλόγες καὶ οἱ διαθέοντες ἀστέρες, οὓς ἐκ τῆς κινήσεως διάττοντας ὀνομάζουσι, δαλοί τε καὶ αἶγες καὶ εἴ τι τούτοις ἐστὶ συγγενὲς ἐκεῖ συνιστάμενον. κοινῶς δὲ περὶ τούτων ἅμα προὔθετο διδάσκειν, ἐπειδήπερ καὶ τὸ ὑλικὸν αὐτῶν αἴτιον ἕν ἐστιν, αἱ ἀπὸ τῆς γῆς ἀναθυμιάσεις, ὡς δειχθήσεται, καὶ τὸ ποιητικὸν ὁμοίως ἡ τῶν οὐρανίων περιφορά. τίς δὲ καὶ ἡ τούτων ἑκάστη διαφορά, προϊὼν διδάξει. τὰ δὲ τοιαῦτα περὶ τὸν οὐρανὸν γενέσθαι φησίν, οὐρανὸν εἰπὼν ἢ κατὰ τὴν τῶν πολλῶν δόξαν οἰομένων ἐν τῷ οὐρανῷ ταῦτα γίνεσθαι, ἢ καθ’ Ὅμηρον οὐρανὸν ἐκάλεσε τὸν ἀέρα· “Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν·” ἢ μᾶλλον ἀκριβῶς εἶπεν οὐκ ἐν οὐρανῷ, ἀλλὰ περὶ τὸν οὐρανόν, τουτέστι περὶ τὸν πλησιάζοντα τόπον αὐτῷ. τὸ αὐτὸ δ’ εἶναί φησιν ἅπαντα κατὰ τὸ ὑλικὸν αἴτιον καὶ διὰ τὴν αὐτὴν αἰτίαν τὴν ποιητικήν.
“在这些问题已经得到规定之后,让我们来谈谈燃烧的火焰、疾驰的星辰,以及被某些人称为‘火把’和‘山羊’的现象是出于何种原因出现在天周围的;因为所有这些都是同一事物,且出于同一原因,只是在程度上有多与少的差别。” 在作为导论详尽讨论了对于气象研究有益于预先教授的所有内容之后——也就是说,既界定了眼前这篇著作的意图,也界定了它在其自然学著作中所占据的顺序,以及按照自然之理应当预先教授哪些先行内容,并在其后打算教授哪些承续内容;随后又提醒人们关于整个宇宙的元素在数量上共有五个,属于月下一切事物的有四个,此外还有另一个第五元素,天体便由它构成;并且紧接着大地直至最边缘的星辰的整个空间,既非单单是火,也非单单是气,亦非仅仅这两者就填满了这整个距离;且关于它们的顺序指出,处于一切居中的是包含其凹陷处之水的大地,大地之后是气,此后是火的实体——它并非火,而是火的引火物——然后是在最外围的第五元素,即一切作圆周运动之物的质料;而且月亮以内的元素是生成与毁灭之物的质料,而运动本原之所由出者,即它们的能生原因,则是作圆周运动之物;并且在谈到四元素彼此转化之后(因为这也服务于眼前论题的目的),他顺理成章地探讨了为何既不在下方大地自身周围、亦绝不在最高处且临近引火物之处形成云彩;在指明了这些原因之后,他最后探讨了若天体不是火性的,何以太阳一出现月下的气就会变热。在对这也作了总结之后,他终于来到了原本的目标,即阐明在气象空间中形成的诸受动的诸原因,并且首先要阐明的是那些显现在天周围的火焰、疾驰的星辰(人们因其运动而称之为流星)、火把、山羊,以及凡与这些同类而在此处形成之物究竟是什么。他之所以提议同时对这些进行统摄性的教授,是因为正如将要表明的那样,它们的质料原因是一个,即来自大地的蒸发物,同样它们的能生原因则是天体的旋转。至于它们各自的具体区别何在,他将在后文教授。他说这类事物产生在天周围,所谓“天”,要么是按照多数人认为这些产生在天之中的流俗见解而说的,要么是依照荷马将气称为“天”(“而宙斯分得了以太和云层中的广袤苍天”),抑或更严格地说,他并非说“在天中”,而是说“在天周围”,即在临近天的场所周围。他说一切事物在质料原因上是相同的,并且也是出于相同的能生原因。
- 1.39ὡς εἰ μὴ πύριά ἐστι τὰ οὐράνια, πόθεν ἅμα τῷ φανῆναι τὸν ἥλιον θερμαίνεται ὁ ὑπὸ σελήνην ἀήρ
连词 ὡς 在此充当间接疑问小句的引导词,引出包含条件从句 εἰ μὴ πύριά ἐστι τὰ οὐράνια(“如果天体不是火性的”)的疑问句 πόθεν ... θερμαίνεται(“从何处……变热”),整体作动词 ἐζήτησε 的宾语。
- 1.39Ἐπεξελθὼν ... ἔρχεται λοιπὸν εἰς ὃ καὶ προὔκειτο
句首分词 Ἐπεξελθὼν 及随后的分词(ἀναμνήσας, εἰπὼν)在句法上从属于谓语动词 ἀκολούθως ἐζήτησε,随后的 εἰρηκὼς 从属于 ἔσχατον ἐζήτησε πάντων,共同总结了前文的预备性讨论;下句的分词 συμπεράνας 承接上文并从属于主句谓语动词 ἔρχεται(“终于来到了”),收束于 ἔρχεται λοιπὸν εἰς ὃ καὶ προὔκειτο。
