← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§52.18-53.27

太阳光的热质加热空气的论证

斐洛庞诺根据阴影、季节、中天与地平线的差异以及气候带的分布,论证了太阳是通过伴随光的热之性质而非通过运动来加热空气的,并结束了第一部分的注疏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.38#5

εἰ δὲ κατὰ Ἀριστοτέλη μόνῃ τῇ κινήσει τοῦ ἡλίου, μᾶλλον δὲ τῆς ἡλιακῆς σφαίρας θερμαίνεται ὁ ἀήρ, συνεχὴς δὲ ὅλος ἐστὶ πλὴν εἰ μὴ πᾶν τι μόριον αὐτοῦ καθειργμένον ὑπὸ γῆν ὑπάρχον ἢ ὑπό τινος πανταχόθεν οἰκοδομήματος τοιούτου τινὸς ὑποθώμεθα, καὶ τὴν αὐτὴν ἐν ἑκάστῳ θερμασίαν ἐχρῆν ὑπάρχειν.1 ἔστω δὲ τὸν τοιοῦτον ἀέρα μὴ κινεῖσθαι μηδὲ θερμαίνεσθαι· ἀλλὰ ὑπὸ τῶν τειχίων ἢ πετρῶν τινων σκιαζόμενος ἀὴρ συνεχὴς ὢν πανταχόθεν τῷ φωτιζομένῳ πλὴν ἐκ μόνης τῆς διακοπείσης πλευρᾶς ὑπὸ τοῦ ἐπιπροσθήσαντος, διὰ τί μὴ τῆς αὐτῆς μετέχει θερμότητος τοῖς συνεχέσιν αὐτῷ μέρεσι τοῦ ἀέρος καὶ τὸ φῶς δεχομένοις, τῆς αὐτῆς μετέχον τοῦ ἡλίου κινήσεως;2 δῆλον οὖν οἶμαι κἀντεῦθεν ὡς οὐχ ἡ τοῦ ἡλίου κίνησις, ἥτις οὐχ ἅπτεται τοῦ ἀέρος, ἀλλ’ ἡ τούτου ποιότης ὡς ἐπὶ πυρὸς θερμαίνει τὸν ἀέρα, καὶ διὰ τοῦτο τὰ ἐπιπροσθούμενα τούτου μέρη μὴ διαβιβαζομένης ἐπ’ αὐτὰ τῆς ποιότητος τοῦ ἡλίου διὰ τὸ ἐπιπροσθοῦν οὐχ ὁμοίως τοῖς ἄλλοις θερμαίνεται, μετρίας μόνης αὐτοῖς ἐκ τῶν γειτνιαζόντων μεταδιδομένης θερμότητος, καὶ οὐ τοσαύτης ὅση γίνεται τοῖς ἀμέσως τοῦ ἡλίου δεχομένοις τὰς ἀκτῖνας. ἐξ ὧν δῆλον ὡς τῷ ἡλιακῷ φωτὶ θερμασία συμπαρομαρτεῖ πάντως, ὡς καὶ ἐπὶ τοῦ πυρὸς γινόμενον φαίνεται, συνεζευγμένης αὐτῶν τῷ φωτὶ τῆς θερμότητος. ποιότητι οὖν καὶ οὐ τῇ κινήσει θερμαίνει ὁ ἥλιος οὔτε τῇ ἑαυτοῦ, εἴ τινα ἔχει ἰδίαν κίνησιν, οὔτε τῆς ἡλιακῆς σφαίρας. εἰ γὰρ οὕτως ἐθέρμαινεν, οὐδὲν ἧττον καὶ ὑπὸ σκιὰν καὶ ἐν χειμῶνι τὴν αὐτὴν θερμασίαν ὁμοίως ἀεὶ παρεῖχεν ἅπασι, μιᾶς καὶ τῆς αὐτῆς ἀεὶ κινήσεως οὔσης τῆς τε ἀπλανοῦς καὶ τῶν πλανωμένων ἰδίᾳ ἑκάστης. ἀλλ’ εἰ πύριος ἦν, φασί, καὶ θερμότητι τῇ αὐτοῦ τὰ ὑπὸ σελήνην ἐθέρμαινε, διὰ τί μεσουρανῶν μᾶλλον θερμαίνει καὶ μὴ περὶ τοὺς ὁρίζοντας ὤν; οὐδὲ γὰρ τὰ ἐκ πλαγίου κείμενα τῷ πυρί, ἀλλὰ τὰ ἐπικείμενα τούτῳ μᾶλλον θερμαίνεται, ὡς τὰ ἑψόμενα καὶ τὰ χωνευόμενα. μάλιστα μὲν οὖν πολλὰ τῶν τηκτῶν ὡς καὶ ὁ μόλιβδος ὑποκείμενα τῷ πυρὶ τήκεται· ὡς γὰρ τὸ φῶς πανταχοῦ, εἰ μή τι κωλύοι, φέρεται, οὕτω καὶ ἡ συμπαρομαρτοῦσα τούτῳ θερμότης. εἶτα καὶ ἡ αἰτία δήλη· πρὸς τῷ ὁρίζοντι γὰρ ὁ ἥλιος οὐ πάσας αὐτοῦ τὰς ἀκτῖνας εἰς ἡμᾶς πέμπει, ἀλλὰ τὰς μὲν ὑπὸ γῆν, τὰς δὲ ὑπὲρ ἡμᾶς, ἐν τῷ μεσουρανήματι δὲ γενόμενος εἰς ἅπαντα τὸν περὶ ἡμᾶς ἀέρα πέμπων τὰς ἀκτῖνας ὅλον θερμαίνει. ἔπειτα πολλή ἐστιν ἡ περὶ γῆν ἀχλύς, δι’ ἧς αἱ ἀκτῖνες φερόμεναι τοῦ ἡλίου ὄντος ἐν τῷ ὁρίζοντι τὸ φῶς ἀμβλύτερον ἔχουσι· διὸ καὶ αὐτὸς ἐρυθρὸς τότε φαίνεται, οἷον καὶ τὸ ἐκ τῶν ὑγρῶν ξύλων γινόμενον πῦρ· ὑψούμενος δὲ καὶ πλείονα χρόνον μένων ὑπὲρ γῆν λύει τὴν ἀτμίδα. εἰ γὰρ καὶ τῆς γῆς, ὥς φασιν, ἑκατονταεβδομηκονταπλασίων ἐστίν, ἀλλ’ οὐ παντὸς τοῦ μέχρι τῆς σελήνης σώματος. διόπερ ὅσα μὲν αὐτῷ πλησιάζει, ὡς τὰ ὑπὸ τὸν ἰσημερινόν, ἐκκέκαυται λίαν, ὅσα δὲ τούτου μᾶλλον ἀφέστηκε, μᾶλλον κατέψυκται, ὡς τὰ περὶ τοὺς πόλους διὰ τὴν μεγίστην ἀπόστασιν κατεψυγμένα λίαν ἐστὶ καὶ ἀοίκητα, ὡς καὶ τὰ ὑπὸ τὸν ἰσημερινὸν διὰ τὴν ἐκπύρωσιν. οὐκ ἄρα ἡ τοῦ ἡλίου κίνησις αἰτία ἐστὶ τοῦ τὰ ὑπὸ σελήνην θερμαίνεσθαι· ὁμοίως γὰρ ἐν παντὶ χρόνῳ πάντα ἂν ἐθερμαίνετο· ἀλλ’ ἡ τοῦ ἡλίου πυρώδης οὖσα φύσις τὰς μὲν οἰκουμένας δύο ζώνας τήν τε βορειοτέραν τοῦ θερινοῦ τροπικοῦ καὶ τὴν τοῦ χειμερινοῦ νοτιωτέραν συμμέτρως θερμαίνουσα εὐκράτους ποιεῖ, τὰς δὲ λοιπὰς τρεῖς διὰ τὴν ἐπὶ τἀναντία πάλιν ὑπερβολὴν ἀοικήτους ἐργάζεται. ἱκανῶς δὲ τούτων εἰρημένων τὴν ἀκοὴν ἀναπαύοντες, ἐνταῦθα τῷ πρώτῳ τμήματι δίδομεν πέρας.

然而,如果依亚里士多德之见,空气仅仅通过太阳的运动、或者说更确切地是通过太阳天球的运动而变热,且空气作为一个整体是连续的——除非我们设想它的某一部分被囚禁于地下,或被某种四周封闭的建筑物所围困——那么在每一部分中原本就应当存在着同样的热量。就算这样[被围困]的空气既不运动也不变热吧;但是被矮墙或某些岩石遮蔽的空气,除了被遮挡物阻隔的那单单一侧之外,在四周均与受照亮的空气相连续,当它分有着太阳同等的运动时,为何不能与同它相连续且接受光线的那些空气部分分有同等的热呢?因此我认为,从这里也显而易见,加热空气的绝非未曾触及空气的太阳运动,而是如同在火的情形中那样属于它的性质;并且正因如此,由于遮挡物的缘故,太阳的性质未能传递至那些受遮挡的部分,它们便未能与其他部分同样地受热,仅有适度的热量从邻近的部分传递给它们,而不像直接接受太阳光线的部分产生那么多的热。由此显而易见,太阳之光无论如何都伴随着温热,正如在火的情形中所见的那样,热量与它们的光结合在一起。因此,太阳是通过性质而不是通过运动来加热的,既非通过它自身的运动(如果它具有某种本征运动的话),亦非通过太阳天球的运动。因为如果它是以这种方式加热的,那么无论在阴影之下还是在冬季,它始终都会同样地向一切事物提供相同的温热,既然恒星天球的运动以及各自行星各自特有的运动始终是一且相同的。但他们说:如果它是火性的,且以它自身的热加热月下之物,为何它在中天时比在接近地平线时加热得更厉害呢?因为[他们说,]置于火旁边的东西并不像置于火上方的东西那样更容易受热,就如同被煮和被冶炼的东西那样。首先最重要的是,许多可熔化之物,如铅,在置于火下方时便熔化了;因为正如光线若无阻碍便会向四处传播一样,伴随光线的热也是如此传播的。此外,原因也是显而易见的:因为太阳在地平线附近时并不将它的全部光线射向我们,而是将一部分射往地下,另一部分射向我们上方,但当它到达中天时,它将光线射入我们周围的所有空气,从而加热了整个空气。其次,大地周围有许多迷雾,当太阳处于地平线时,光线穿过这些迷雾传播,其光辉便变得迟钝暗淡;因此太阳自身在彼时也显现为红色,就如同由湿木生出的火一样;而当它升高且在大地上方停留更长时间时,它便消散了蒸气。因为即使如他们所言,太阳是大地的百七十倍,但它并不大于直到月球为止的整个物体。因此,凡是接近它的地方,如赤道之下的地方,均被极度炙烤;而凡是离它更远的地方,便更为受冷,正如两极周围的地方由于距离最远而极度严寒且不可居住,正如赤道之下的地方因灼热而不可居住一样。因此,太阳的运动并不是月下事物变热的原因;因为[若是运动引起,]在所有时间一切事物都会受到同等的加热;相反,是太阳火性的自然本性适度地加热了两个有人居住的带——即夏至线以北的带与冬至线以南的带——使它们气候温和,而其余三带则由于走向相反的极端而变得不可居住。在充分论述了这些之后,为了使听众得到休息,我们在此结束第一部分。

语法注2 条
  1. 1.38ἐχρῆν ὑπάρχειν

    表示必然性的非人称动词未完成过去时 ἐχρῆν 在不带小词 ἄν 的情况下构成反事实条件句的归结节,表示违背事实的推论,即“原本应当存在着同样的热量”(而实际上并非如此)。

  2. 1.38ἀλλὰ ὑπὸ τῶν τειχίων ἢ πετρῶν τινων σκιαζόμενος ἀὴρ ... διὰ τί μὴ τῆς αὐτῆς μετέχει θερμότητος ... τῆς αὐτῆς μετέχον τοῦ ἡλίου κινήσεως;

    句首的主格短语 ὑπὸ τῶν τειχίων ... σκιαζόμενος ἀὴρ 作为悬空主格被主题化置前,并被纳入其后由 διὰ τί μὴ ... 引出的疑问分句中充当主语。句末的分词短语 τῆς αὐτῆς μετέχον ... 尽管作中性形式,在文意上仍作为让步修饰语修饰该空气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:52.18-53.27