- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:51.6-52.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯指出了亚里士多德与亚历山大关于天体免于受动之论证的漏洞,论证了太阳所致的加热属于伴随形式改变的质变受动,并批判了亚历山大关于阴影中为何无热的接触解释。
οὐ γὰρ δή γε ὑπὸ τοῦ ἡλίου ἡ σεληνιακὴ σφαῖρα κινεῖται, οὔτε τὴν ἰδίαν κίνησιν τὴν ἐπ’ ἀνατολήν, 〈ἣν〉 τὰ πλανώμενα πάντα κινεῖται, οὔτε ἣν συνεφέλκεται τῇ ἀπλανεῖ. τί οὖν ἂν εἴη τὸ ἐξ ἡλίου πάθος αὐτῇ γινόμενον πλὴν τῆς θερμότητος ἧς μεταδίδωσιν ἀμέσως τῷ μετ’ αὐτὴν ἀέρι, ὡς καὶ ὁ ἀὴρ τοῖς μετ’ αὐτόν, ὕδατί τε καὶ γῇ; δεῖ δὲ καὶ τὴν παρατήρησιν ἐπισημειοῦσθαι τὴν Ἀλεξάνδρου. “ἴσως” γάρ φησιν, “οὐδὲ πάντῃ ἀπαθὲς τὸ θεῖον σῶμα. οὐδὲ γὰρ ἐν τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ ἀπέδειξεν αὐτὸ ἀναλλοίωτον, καίτοι προθέμενος, ἀλλ’ ἀγένητον μὲν αὐτὸ καὶ ἄφθαρτον ἔδειξεν, ὁμοίως καὶ ἀναυξές, ἀναλλοίωτον δὲ οὐκέθ’ ὁμοίως ἀπέδειξεν, ὡς καὶ ἐν τῷ εἰς αὐτὸ ὑπομνήματι ἐπεσημηνάμεθα”. οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος. διὰ τί δὲ προὔθετο δεῖξαι ὁ Ἀριστοτέλης ἀναλλοίωτον ἐκεῖνο τὸ σῶμα, εἰ μὴ δεῖξαι δεδύνηται; ἢ ἵνα παντελῶς αὐτὸ δείξῃ ἀπαθὲς καὶ διὰ τούτου πάλιν ἄφθαρτον. τὰ γὰρ κατὰ ποιότητα γινόμενα πάθη τοῖς σώμασι, τὸ [δὲ] θερμαίνεσθαι ἢ ψύχεσθαι καὶ τὰ τούτοις συγγενῆ, μέτρια μὲν ὄντα καὶ τὴν κατὰ φύσιν συμμετρίαν τῶν ὑποκειμένων οὐ παντελῶς ὑπερβαίνοντα, πάθη τότε καὶ ἔστι καὶ λέγεται· ἐπειδὰν δὲ τῆς συμμετρίας ὅλης ὑπερεκπέσῃ τοῦ σώματος, φθορά ἐστι λοιπὸν καὶ τοῦ συνεστῶτος εἴδους διάλυσις. τοῦτο οὖν Ἀριστοτέλης εἰδὼς καὶ βουλόμενος ἄφθαρτα δεῖξαι τὰ κύκλῳ κινούμενα προὔθετο μὲν ἀναλλοίωτα δεῖξαι· εἶχε γὰρ ἐξ ἀνάγκης ἑπόμενον ὅτι καὶ ἀπαθῆ ἄλλως οὐκ ἔδειξεν, οὐκοῦν οὐδ’ ὅτι ἄφθαρτα δέδεικται.1 ἀλλ’ “ἔθος αὐτῷ λέγειν”, φησὶν ὁ Ἀλέξανδρος, “τὸ θεῖον σῶμα οὐχ ἁπλῶς ἀπαθές, προστιθέναι δὲ πάσης θνητῆς δυσχερείας· τῶν γὰρ τοιούτων παθῶν ἀπαθές. ἔστι δὲ ταῦτα τὰ πάθη κατὰ τὴν κατ’ εἶδος μεταβολὴν γινόμενα, ἧς μεταβολῆς καὶ πάθους ἀνεπίδεκτα τὰ θεῖα, οὐ μὴν διὰ τοῦτο καὶ παντὸς πάθους”. τίς οὖν ἐστιν ἡ θνητὴ δυσχέρεια ἡ συνεστῶτος ἔτι τοῦ ζῴου γινομένη, λεγέτω· τί δὲ ἄλλο γε ἢ τὸ θερμαίνεσθαι τῆς κατὰ φύσιν πλέον θερμότητος, ψύχεσθαί τε καὶ ξηραίνεσθαι καὶ ὑγραίνεσθαι, καὶ ὅσα τούτοις ἐστὶν ἑπόμενα, δυσχέρειαν τοῖς ἔχουσι τῷ παρὰ φύσιν διατιθέναι τὸ σῶμα παρέχοντα καὶ λύσεως ἐλπίδα, καὶ ταύτῃ τὴν ἑπομένην παντελῆ τοῦ εἴδους φθοράν. * * * τὰ φθαρτὰ τὴν φύσιν κρίνεται καὶ τὰ μὴ τοιαῦτα. εἰ οὖν ἀπαθὲς παντελῶς οὐκ ἔστιν ἐκεῖνο τὸ σῶμα, οὐδὲ Ἀριστοτέλης τοῦτο δέδειχε, μάτην αὐτῷ τὸ πάσης θνητῆς δυσχερείας προσθεὶς χαρίζεται τὸ μὴ προσόν.2 εἰ γὰρ ὅλως θερμότερον αὐτὸ ἑαυτοῦ ἐξ ἡλίου γίνεται καὶ τοῦτο τὸ πάθος μεταδίδωσι τῷ μετ’ αὐτὸν ἀέρι, τῆς δυσχερείας ἄρα τῆς θνητῆς οὐκ ἀπήλλακται· ἄλλο γάρ τι τοῦ θείου σώματος πάθος τὸν ἀέρα θερμαῖνον δεικνύειν ἕξουσιν οὐδὲ μέχρι τοῦ πλάσασθαι. Ἐζήτει δὲ καὶ τοῦτο καλῶς ὁ Ἀλέξανδρος, ὡς εἴπερ ἀπὸ τῆς τοῦ ἡλίου κινήσεως ἡ θερμότης ἐνταῦθα γίνεται, πῶς οὐκ ἔστιν ἡ ἀπ’ αὐτοῦ θερμότης ἐν ταῖς σκιαῖς, καίτοι γε καὶ τοῦ σκιαζομένου ἀέρος ὁμοίως τῷ ἀνεπισκιάστῳ ὑπὸ τὴν τοῦ ἡλίου κίνησιν ὄντος.3 ἢ ἐπειδή, φησίν, ἄλλος ἐξ ἄλλου θερμαίνεται τῇ συνεχείᾳ τε καὶ τῇ ἁφῇ, τὸ δ’ ἐπισκοτῆσαν ἅμα καὶ τὴν συνέχειαν καὶ τὴν ἁφὴν ἐνεπόδισε τὴν κατὰ τοῦτο τοῦ θερμαίνοντος ἀέρος· οὐχ ὁμοίως γὰρ ἁπτόμενος ὁ ἐπεσκοτημένος τοῦ ἀνεπισκιάστου οὐδ’ ὁμοίως θερμός ἐστι. ταῦτα δὲ καλῶς ἂν ἔλεγεν ὁ Ἀλέξανδρος, εἰ μὴ τὴν τοῦ ἡλίου κίνησιν ἀλλὰ ποιότητα καὶ μόνην ὡς ἐπὶ πυρὸς θερμαίνειν ἔλεγε τὸν ἀέρα. τὸ γὰρ πρῶτον αὐτοῦ μόριον καὶ τῷ πυρὶ πλησιάζον ἐξ αὐτοῦ θερμανθὲν τὸ μετ’ αὐτὸ θερμαίνει, καὶ τοῦτο τὸ ἑξῆς, μέχρις ἂν ἀμυδροτέρα γινομένη ἡ κατὰ μέρος θερμασία διὰ τὴν ἐκ τοῦ πυρὸς ἀπόστασιν ἀποσβεσθείη παντάπασιν.
因为月球天球绝不是被太阳所推动的,既非各行星所作的向东的本征运动,亦非随恒星天球一同被牵引的运动。那么,除了它立即传递给其后空气的热(正如空气也传递给其后的水和土那样),从太阳在它之中产生的受动究竟还能是什么呢?并且也应当注意亚历山大的观察。因为他说:“也许神圣的物体并非全然免于受动;因为在《论天》第一卷中,他虽然提出了这一目标,却没有证明它是不可改变质的。相反,他表明了它是未生成的且不灭的,同样也是不可增大的,但却没有同样证明它是不可改变质的,正如我们在对该书的注释中所指出的那样。”亚历山大便是如此论述的。 然而,如果亚里士多德未能证明那个物体不可改变质,他又为何要提出予以证明呢?难道不是为了表明它是全然免于受动的,并由此再次表明它是不可毁灭的吗?因为在物体中依照性质而产生的诸受动——即变热或变冷以及与此同类的受动——当它们处于适度且不完全超出底层主体的自然均整时,那时它们才既是受动也被称作受动;但一旦完全跌出物体的均整之外,余下的便是毁灭以及已构成形式的解体。因此,亚里士多德明知这一点,且意图表明作圆周运动的事物是不可毁灭的,便提出要证明它们不可改变质;因为必然随之而来的结论是[若不可改变质]它们也免于受动,既然他未能以其他方式表明这一点,因而在它们是不可毁灭的这一点上也就未曾得到证明。然而亚历山大说:“他的习惯是不单单说神圣的物体免于受动,而是加上‘[免于]一切凡俗的困厄’;因为它是免于此类受动的。而这些受动是依照形式的变化而产生的受动,神圣之物固然不能接受这种变化与受动,但绝不因此便不能接受一切受动。”那么,就让他说出,在动物依然存续的期间所产生的凡俗困厄究竟是什么;难道不正是被加热至超出自然的温度、变冷、变干和变湿,以及伴随这些而来的所有事情吗?这些事情由于使身体处于反自然的状态,给具有它们的事物带来了困厄和解体的预期,并由此带来了随之而来的形式的彻底毁灭。* * * 在本性上可毁灭的事物与非此类事物得以被判定。因此,如果那个物体并非全然免于受动,亚里士多德也未曾证明这一点,那么加上“一切凡俗的困厄”便是徒然赋予了它本不具有的属性。因为如果它果真因太阳而变得比自身更热,并将这一受动传递给其后的空气,那么它便没有摆脱凡俗的困厄;因为他们甚至连设想都无法设想出神圣物体的任何其他能使空气加热的受动。 亚历山大也曾恰当地探究过这一点:如果这里的热是由太阳的运动产生的,为什么在阴影中不存在来自太阳的热,尽管受遮蔽的空气与未受遮蔽的空气一样处于太阳的运动之下?或者他说,这是因为一部分空气通过连续与接触而从另一部分受热,而投下阴影的物体在此处同时阻碍了加热空气的连续与接触;因为受遮蔽的空气未能以同样的方式接触未受遮蔽的空气,也就不具有同样的温度。然而,如果他不是说太阳的运动、而是说唯有性质像在火的情形中那样加热空气,亚历山大这番话本是说得很妥当的。因为空气中最先靠近火的部分因火而被加热,加热了其后的部分,而这部分又加热接下来的部分,直至因远离火源而逐渐衰微的局部热量完全熄灭。
- 1.38εἶχε γὰρ ἐξ ἀνάγκης ἑπόμενον ὅτι καὶ ἀπαθῆ ἄλλως οὐκ ἔδειξεν, οὐκοῦν οὐδ’ ὅτι ἄφθαρτα δέδεικται.
句首 εἶχε ... ἑπόμενον 的主语承接前文“证明它们不可改变质”一事,其后果由 ὅτι 引导的从句阐明。副词 ἄλλως 意为“以别的方式”(即若不证明其不可改变质);斐洛庞努斯指出,若未能证明其不可改质,便未能证明它免于受动,因而其不可毁灭性也就同样未被证明。
- 1.38μάτην αὐτῷ τὸ πάσης θνητῆς δυσχερείας προσθεὶς χαρίζεται τὸ μὴ προσόν
分词 προσθείς 的逻辑主语是前文中的亚历山大(他为了维护亚里士多德而添加了限定短语)。αὐτῷ 是指代神圣物体(τὸ θεῖον σῶμα)的与格,χαρίζεται 的直接宾语是 τὸ μὴ προσόν(“本不具备的属性”)。
- 1.38καίτοι γε καὶ τοῦ σκιαζομένου ἀέρος ὁμοίως τῷ ἀνεπισκιάστῳ ὑπὸ τὴν τοῦ ἡλίου κίνησιν ὄντος
由 καίτοι γε 引导的属格独立结构,其中 τοῦ σκιαζομένου ἀέρος 为逻辑主语,ὄντος 为分词。它表示让步,指出受遮蔽的空气与未受遮蔽的空气一样处于太阳运动之下,从而构成了反驳运动生热说的立论根据。
