← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§49.34-51.6

天体的受动性与受太阳加热的质变

菲洛波诺斯长篇引用了亚历山大的注疏,指出天体并非全然免于受动,并进而论证天体物质会发生性质变化,与四元素的性质及构成相通,并实质上被太阳所加热。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.38#3

τούτου γοῦν καὶ ὁ Ἀλέξανδρος συναισθόμενος ὁμόσε ἐχώρει τῷ πράγματι1 καὶ τοῖς φαινομένοις, καὶ οὐκ ἀπαθῆ τὰ σώματα τῶν οὐρανίων ὁμολογεῖ, καὶ τὸν Ἀριστοτέλη τοῦτο βούλεσθαί φησι, ταῦτα γράφων ἐπὶ λέξεως· “ἴσως δὲ οὐδὲ πάντῃ ἀπαθὲς τὸ θεῖον σῶμα· οὐδὲ γὰρ ἐν τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ ἀπέδειξεν αὐτὸ ἀναλλοίωτον, καίτοι προθέμενος. ἀλλ’ ἀγένητον μὲν αὐτὸ καὶ ἄφθαρτον ἔδειξεν, ὁμοίως καὶ ἀναύξητον, ἀναλλοίωτον δὲ οὐκέθ’ ὁμοίως ἀπέδειξεν, ὡς καὶ ἐν τῷ εἰς αὐτὸ ὑπομνήματι ἐπεσημηνάμην, ἔθος τε αὐτῷ λέγειν τὸ θεῖον σῶμα οὐχ ἁπλῶς ἀπαθές, ἀλλὰ προστιθέναι τὸ πάσης θνητῆς δυσχερείας·2 τῶν γὰρ τοιούτων παθῶν ἀπαθές. ἔστι δὲ ταῦτα 〈τὰ〉 πάθη κατὰ τὴν κατ’ εἶδος μεταβολὴν γινόμενα, ἧς μεταβολῆς καὶ πάθους ἀνεπίδεκτα τὰ θεῖα, οὐ μὴν διὰ τοῦτο καὶ παντὸς πάθους. ἥ τε γὰρ κίνησις πάθος τι, ἧς οὐκ ἀνεπίδεκτα· ἀλλὰ καὶ εἰ τὸ φῶς ἀλλότριον λαμβάνειν πάσχειν τί ἐστιν, ἡ σελήνη εἴη ἂν πάσχουσά τι ἀπὸ τοῦ ἡλίου, εἴ γε παρ’ ἐκείνου τὸ φῶς αὐτῇ. οὐδὲν οὖν ἄτοπον καὶ ὑπὸ τῆς τοῦ ἡλίου κινήσεως πάσχειν τι τὸ γειτνιῶν αὐτῷ τοῦ θείου σώματος, οὐ μὴν οὕτω πάσχειν, ὥστε κατ’ εἶδός τε μεταβάλλειν καὶ ἐκπυροῦσθαι, 〈ἀλλὰ〉 διακονεῖσθαι διὰ τούτου τοῦ πάθους τῷ ὑπ’ αὐτὸ σώματι, ὡς θερμαίνεσθαί τε ὑπ’ αὐτῆς καὶ ἐκπυροῦσθαι. ἄλλως τε ἐπεὶ καὶ ἧττον ἤδη τὸ σῶμα τοῦτο εἰλικρινές τε καὶ καθαρόν, ὡς πρὸ ὀλίγου εἴρηκε δι’ ὧν εἶπε “τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος, οὐ μὴν ἀλλ’ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτερον εἶναι, τὸ δὲ ἧττον εἰλικρινὲς καὶ διαφορὰς ἔχειν, καὶ μάλιστα ᾗ καταλήγει πρὸς τὸν ἀέρα καὶ πρὸς τὸν περὶ γῆν κόσμον.” ταῦτα κατὰ λέξιν ὁ Ἀλέξανδρος. εἰ δὲ μὴ παντελῶς ἀπαθές ἐστιν ἐκεῖνο τὸ σῶμα3 μηδ’ ἀναλλοίωτον, ἀλλοίωσις δὲ σώματος οὐδὲν ἕτερόν ἐστιν ἢ μεταβολὴ κατὰ ποιότητα, πάσης δὲ σωματικῆς ποιότητος αἱ πρῶται δύο τῶν ἀντιθέσεων ἐξάρχουσιν ἡ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ τοῦ ξηροῦ τε καὶ ὑγροῦ, καὶ ἔστιν ἀδύνατον τῶν ἄλλων μετέχειν τινὸς τὸν μὴ τούτων μετέχοντα πρότερον (πάσας γὰρ Ἀριστοτέλης ἔδειξε τὰς ἄλλας ὑπ’ ἐκείνας ἀναγομένας), εἰ οὖν ἀλλοιοῦται καὶ πάσχει τὸ θεῖον σῶμα, πάντως ἀνάγκη κατά τινα τῶν εἰρημένων τεσσάρων ποιοτήτων προηγουμένως ἀλλοιοῦσθαι, καθὰ δοκεῖ καὶ Πλάτωνι. εἰ δὲ κατ’ αὐτὰς ἀλλοιοῦται, ἐξ αὐτῶν ἄρα καὶ τὴν σύνθεσιν ἔχει καὶ κατὰ τὸ πλεονάζον αὐτῶν ἡ ἀλλοίωσις γίνεται, ὡς καὶ ἐν τοῖς ἡμετέροις σώμασι γίνεται. τὸ γὰρ θερμαινόμενον ἐκ ψυχροτέρου μεταβάλλει πρὸς τὸ θερμότερον, καὶ τὸ ὑγραινόμενον ξηρότερον ἦν, καὶ ἐπὶ τῶν ἄλλων ἑκάστης ὁμοίως. εἰ γὰρ μὴ ἐκ τούτων εἶχε τὴν σύστασιν, οὐδ’ ἀλλοιοῦσθαι κατ’ αὐτὰς ἔμελλεν· ἑτέραν γὰρ παρὰ ταύτας ἀλλοίωσιν σῶμα φυσικὸν ὑπομένειν οὐδὲ πλάσασθαι ῥᾴδιον. ἐν τίνι δ’ ὅλως τὰ ἔσχατα τῶν οὐρανίων σώματα καὶ τοῖς παρ’ ἡμῖν πλησιάζοντα ἧττον ἐστι καθαρὰ καὶ εἰλικρινῆ τῶν ἀνωτέρω, εἰ μία καὶ ἁπλῆ τῶν οὐρανίων ὑπῆρχεν ἡ ὕλη τὸ πέμπτον σῶμα πάσης ἀνεπίμικτον ἐναντιώσεως, εἰ μὴ τὰ μὲν ἀνωτέρω τῆς καθαρωτάτης καὶ εἰλικρινοῦς μετεῖχε τῶν στοιχείων μοίρας, τὰ δὲ κάτω καὶ πλησιάζοντα τῷ περὶ γῆν κόσμῳ τῆς ἧττον καθαρᾶς καὶ ἧττον εἰλικρινοῦς· καὶ γὰρ τῶν ὑπὸ σελήνην τὰ μὲν καθαρωτέρας τῶν ἁπλῶν ἔτυχε μοίρας, τὰ δὲ τῆς ὑποστάθμης αὐτῶν καὶ οἱονεὶ τρυγός. τί δὲ καὶ πάσχον ὑπὸ τοῦ ἡλίου τὸ ἔσχατον σῶμα τῶν οὐρανίων ἀλλοιοῦται καὶ τοῦ ἰδίου μεταδίδωσι τῷ ὑπ’ αὐτὸν ἀέρι πάθους; τί δ’ ἄλλο γε ἢ θερμαινόμενον ἐξ αὐτοῦ;

无论如何,亚历山大也意识到了这一点,正面迎向这一事实和诸现象,承认天体的物体并非免于受动,并且说亚里士多德也意在于此,他逐字写道:“也许神圣的物体并非全然免于受动;因为在《论天》第一卷中,他虽然提出了这一目标,却没有证明它是不可改变质的。相反,他表明了它是未生成的且不灭的,同样也是不可增大的,但却没有同样证明它是不可改变质的,正如我在对该书的注释中所指出的那样;而且他的习惯是不单单说神圣的物体免于受动,而是加上‘[免于]一切凡俗的困厄’;因为它是免于此类受动的。而这些受动是依照形式的变化而产生的受动,神圣之物固然不能接受这种变化与受动,但绝不因此便不能接受一切受动。因为运动也是某种受动,而它们并非不能接受运动;而且如果接受外来的光也是遭受某种受动,那么月球若是从太阳那里获得光,它便在从太阳遭受某种受动。因此,神圣物体中与太阳相邻近的部分因太阳的运动而遭受某种受动,也并无荒谬之处,当然这并非遭受受动以至于在形式上发生变化并化为火,而是通过这种受动传递给其下方的物体,从而使后者因它〔太阳的运动〕而被加热并化为火。尤其是既然这一物体在纯粹与洁净上已经较逊一筹,正如他在不久前通过以下话语所说:‘因为我们说,在上方的、直至月球的物体是不同于火和空气的物体,然而尽管如此,在它自身之中一部分较纯洁,另一部分纯粹程度较低并具有差异,特别是在它向着空气以及向着环绕大地的世界终止之处。’”这些是亚历山大的原话。 如果那个物体并非全然免于受动,也不是不可改变质的,而物体的改质无非是依照性质的变化,并且在一切物体的性质中,冷热与干湿这两组最初的对立居于支配地位,凡不首先分有这些对立者便不可能分有其他任何性质(因为亚里士多德已经表明所有其他性质都归结于这些对立),那么,如果神圣物体发生改质并遭受受动,它便完全必然首先依照上述四种性质中的某一种发生改质,正如柏拉图所认为的那样。如果它是依照这些性质发生改质,那么它因此也是由它们构成的,并且改质是依照它们之中占优势者而发生的,正如同在我们自己的身体中所发生的那样。因为被加热的事物是从较冷转变为较热,被湿润的事物先前是较干的,对于其他每一种性质也是同样如此。因为如果它不是由这些所构成的,它便绝不会依照它们发生改质;因为要设想一个自然物体承受除这些之外的另一种改质,甚至都是不容易的。归根结底,如果天体的质料是单一且单纯的、未掺杂任何对立面的第五种物体,那么天体中最末端且接近我们周围事物的那些部分,究竟在何种意义上不如较高层的部分那样纯洁和纯粹呢?除非较高的部分分有了元素中最纯洁和纯粹的部分,而较低且接近环绕大地的世界的部分分有了较不纯洁和纯粹的部分;因为在月下之物中,有些也获得了单纯事物中较纯洁的部分,而另一些则获得了它们的沉淀物,亦即糟粕。而且天体最末端的物体在太阳的作用下遭受了什么而发生改质,并将自身的受动传递给它下方的空气呢?难道不正是因它而被加热吗?

语法注3 条
  1. 1.38ὁμόσε ἐχώρει τῷ πράγματι

    短语 ὁμόσε ἔρχομαι / χωρέω 搭配与格(τῷ πράγματι)是固定习语,意为“正面迎向/直接处理该问题”,指亚历山大没有回避天体受动性这一难题,而是直接予以承认。

  2. 1.38ἀλλὰ προστιθέναι τὸ πάσης θνητῆς δυσχερείας

    中性单数冠词 τὸ 将引述的短语 πάσης θνητῆς δυσχερείας 名词化。亚历山大指出,亚里士多德在谈及天体时并非单纯称其为 ἀπαθές,而是习惯加上限定短语“[免于]一切凡俗的困厄”。

  3. 1.38εἰ δὲ μὴ παντελῶς ἀπαθές ἐστιν ἐκεῖνο τὸ σῶμα ... εἰ οὖν ἀλλοιοῦται καὶ πάσχει τὸ θεῖον σῶμα

    这是一个由 εἰ δὲ μὴ παντελῶς ἀπαθές ἐστιν 开始的长条件句。在中间插入了关于质变定义与原初对立性质的论述后,条件从句通过 εἰ οὖν ἀλλοιοῦται καὶ πάσχει 进行了总结性复述,进而引出主句 πάντως ἀνάγκη ....

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:49.34-51.6