- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:48.25-49.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯依次反驳了亚历山大提出的电鳐和聚光注水玻璃器的例证,得出结论认为太阳的热量并非通过天球运动的传递产生,而是如同火一样源于太阳自身的自然性质。
εἰ οὖν θερμασία ἐστὶ καὶ μόνη τὸ ἐξ ἡλίου τῷ ἀέρι γενόμενον πάθος, ἐξ ἁπλῆς ἄρα καὶ στοιχειώδους ποιότητος γέγονεν. ὅπερ γὰρ εἶπεν, εὔλογον ἐκ τῶν παρ’ ἡμῖν γινομένων τὸ αὐτὸ κἀπὶ τοῦ ἡλίου νομίζειν γίνεσθαι. εἰ οὖν τὸ πῦρ οὐ τῇ κινήσει θερμαίνει τὰ πάσχοντα, μόνῃ δὲ τῇ ποιότητι καὶ τῇ συμπαρουσίᾳ καὶ τῇ ἁφῇ, οὕτως ἄρα καὶ τὸν ἥλιον θερμαίνειν εὔλογον. τὸ δὲ τῆς νάρκης πάθος οὐκ ἐξ ἁπλῆς ποιότητος γέγονεν, ἀλλ’ ὡς ἔφθην εἰπών, ἐκ τοῦ ἐπιγινομένου συνθέτου εἴδους αὐτῇ. οὐδὲν οὖν ἔχει συγγενὲς τὸ ὑπόδειγμα πρὸς τὸ ζητούμενον. ἔστω δὲ καὶ ποιότητι δρᾶν αὐτὴν θερμαίνουσαν τυχὸν ἢ ψύχουσαν, ξηραίνουσάν τε ἢ ὑγραίνουσαν· πόθεν ὅτι μὴ καὶ τὰ μεταξὺ διέθηκεν οὕτω;1 τὸ γὰρ ἐκ τοῦ μὴ συναίσθησιν τοῦ πάθους λαμβάνειν τὸ καλώδιον ἢ τὴν ὁρμιὰν καὶ αὐτὸ τὸ πάθος ἀναιρεῖν πάνυ γελοῖον· ἄψυχα γάρ ἐστι τοῦ πάθους οὐκ ἔχοντα συναίσθησιν. οὕτω δὲ μὴ θερμαίνεσθαι λεγέτω τις τὸν λίθον ἢ τὸ ξύλον ἢ τὸν σίδηρον ἢ ψύχεσθαι, διότι τοῦ πάθους οὐ συναισθάνονται. ἀλλ’ οὐδ’ ἡμᾶς τοῦ ἐγγενομένου πάθους ὑπὸ τῆς νάρκης τοῖς μεταξὺ συναισθάνεσθαί ἐστιν ἀνάγκη· οὐδὲ γὰρ ἄλλοι τοῦ ἡμετέρου. τοῦτο μὲν οὖν οὕτω λελύσθω· ἐπὶ δὲ τὸ ἕτερον τῶν ὑποδειγμάτων μετέλθωμεν. οὐ διηκόνησε, φημί, τὸ πάθος ἡ ὕελος καὶ τὸ ὕδωρ τὸ γενόμενον τῇ ἐξαφθείσῃ ὕλῃ· οὐδὲ γὰρ διὰ τοῦ βάθους τῆς ὑέλου καὶ τοῦ ὕδατος αἱ ἀκτῖνες χωρήσασαι τῷ ὄνθῳ προσέπεσον, ἀλλὰ πρὸς μόνην τὴν ἐπιφάνειαν τῆς ὑέλου, ἐξ ἧς ἀνεκλάσθησαν. καὶ δῆλον ἐξ ὧν καὶ τὴν πρὸς τὸν ὄνθον νεύουσαν τοῦ ἄγγους ἐπιφάνειαν τῷ ἡλίῳ σχηματίζομεν ἀντιπρόσωπον. καὶ τοῦτο δὲ δῆλον ἅπασιν ὡς ἐκ τῶν λείων σωμάτων καὶ στιλπνῶν αἱ τῶν ἀκτίνων ἀνακλάσεις γίνονται· οὕτω γοῦν καὶ ἐκ τῶν πυρίων ἀνακλῶνται λείας αὐτῶν τῆς ἐπιφανείας ἀκριβῶς γενομένης καὶ τῶν πόρων ἀποφραχθέντων τοῦ χαλκοῦ διὰ τῆς ἀναπεπλασμένης αὐτῶν Μαγνησίας. οὐ γὰρ διὰ τοῦ βάθους τοῦ χαλκοῦ χωροῦσιν αἱ ἀκτῖνες, ἀλλ’ ἐκ μόνης ἀνακλασθεῖσαι τῆς ἐπιφανείας παλινδρομοῦσιν ἐπὶ τὸ πάσχον, καὶ δὴ ἀμέσως εἰς αὐτὸ δρῶσι. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ ὕδατος τὸ ὑέλινον ἀγγεῖον πληροῦται, ἵνα τῆς ὑέλου τοὺς πόρους ἀποφράξῃ, καὶ μὴ δι’ αὐτῶν ὑπεξέλθωσιν αἱ ἀκτῖνες, ἀλλ’ ἐξ ἀνάγκης διόδου μὴ οὔσης ἀνακλασθῶσιν· ἣν γὰρ ἡ Μαγνησία τῷ χαλκῷ χρείαν παρέσχετο, ταύτην τὸ ὕδωρ τῇ ὑέλῳ δίδωσιν. οὕτω μὲν οὖν ἐπὶ τούτων· ἐπὶ δὲ τοῦ ζητουμένου, εἰ ἡ τοῦ ἡλίου περιφορὰ τῇ κινήσει τὸν ἀέρα θερμαίνει τὸν παρ’ ἡμῖν, πῶς αἱ μεταξὺ σφαῖραι ταύτην εἰς αὐτὸν διαβιβάζουσι, λέγειν οὐχ ἕξει τις. οὐδὲ γὰρ ἡ τοῦ ἡλίου κίνησις τὰς κατωτέρας σφαίρας κινεῖ, οὔθ’ ἣν κινοῦνται μετὰ τῆς ἀπλανοῦς κίνησιν οὔτε τὴν ἰδίαν ἑκάστης. εἰ οὖν ἡ τοῦ ἡλίου περιφορὰ τῆς θέρμης ἦν αἰτία τῆς παρ’ ἡμῖν, μᾶλλον 〈ἂν ἡ τῆς〉 ἀπλανοῦς ἤπερ ἄλλη τις (συμπεριάγει γὰρ ἑαυτῇ τὰς ὑπ’ αὐτῆς σφαίρας) διὰ μέσου τῆς ἐσχάτης ἐθέρμανε2 κινοῦσα τὸν ἀέρα. εἰ δὲ τοῦτο ἦν ἀληθές, τὸ αὐτὸ ἂν ἐποίει καὶ ἐν νυκτί· μία γάρ ἐστι καὶ συνεχὴς ἀεὶ καὶ ἡ αὐτὴ ταύτης ἡ κίνησις. τούτου δὲ μὴ γινομένου, ἀλλ’ ἅμα τῷ ἡλίῳ θερμαινομένου τοῦ ἀέρος, οὐχ ἡ τοῦ ἡλίου ἄρα κίνησις οὐδὲ ἡ τῶν σφαιρῶν τῆς θέρμης ἐστὶν αἰτία ἀλλ’ ἡ φυσικὴ ποιότης αὐτοῦ (τοῦτο γὰρ λείπεται) καθάπερ καὶ ἡ τοῦ πυρός. εἰ γὰρ τὰ παρ’ ἡμῖν καὶ αὐτὸς τεκμήρια τῶν ἐκεῖ γινομένων εἴληφε, τὸ δὲ πῦρ οὐ τῇ κινήσει θερμαίνει τὸν ἀέρα, ἀλλὰ μόνῃ ποιότητι, τὸ αὐτὸ ἄρα καὶ ἐπὶ τοῦ ἡλίου γίνεσθαι νομίζειν εὔλογον, καὶ μὴ διὰ τὸ σώζειν τὰς ἰδίας ὑποθέσεις τὸν Ἀριστοτέλη βούλεσθαι, ὅτι ἐστὶν ἀπαθῆ τὰ οὐράνια σώματα, τοῖς φαινομένοις καὶ αὐτῇ πολεμεῖν3 τῇ αἰσθήσει.
因此,如果从太阳在空气中产生的受动仅是热,那么它便是从一种单纯且属于元素的性质中产生的。因为正如他所说,从发生在我们周围的事物出发,去认为在太阳的情形中也发生着同样的事情,乃是合乎情理的。因此,如果火不是通过运动,而仅仅是通过性质、共存和接触来加热受动的事物,那么合乎情理的是,太阳也是如此加热的。然而电鳐的受动并非产生于单纯的性质,而是正如我先前所说,产生于后继生成于它之上的复合形式。因此,这一例子与所探究的问题毫无相干。但即使承认它是通过性质施加作用,或许加热或冷却、干燥或湿润;凭什么说它没有以同样的方式使居间物处于这种状态呢?因为仅仅根据绳索或钓线未能感知到受动,便取消受动本身,这是极其可笑的;因为它们是无灵魂之物,并不具备对受动的感知。照此说来,尽可以让某人说石头、木头或铁既未被加热也未被冷却,因为它们对受动毫无感知。但我们也没有必要感知到电鳐在居间物中所产生的受动;因为他人同样感知不到我们的受动。关于这一点就如此解决;让我们转向另一个例子。我说,玻璃和水并未传递发生在被引燃的燃料之上的受动;因为光线并未穿透玻璃和水的深处而落在牛粪上,而只是落在了玻璃的表面,并从那里被反射了出去。而这也从以下事实中得以明了:我们甚至将器皿朝向牛粪倾斜的表面调整为正对着太阳。而这一点对所有人来说也是明白的:光线的反射是从光滑发光的物体上产生的;至少在取火镜的情形中,它们正是如此被反射的,因为取火镜的表面被制得精确光滑,且青铜的气孔已被调制过的菱苦土所封闭。因为光线并没有穿透青铜的深处,而是仅从表面反射,折返回受动者,并直接对它施加作用。出于同样的原因,玻璃器皿被注满水,以便封闭玻璃的气孔,使光线不致穿过它们逃逸出去,而是在没有通路的情况下必然被反射;因为菱苦土为青铜所提供的功用,水也为玻璃提供了。因此,在这些事例中情况正是如此;然而在当前探究的问题上,如果太阳的旋转是通过运动加热了我们周围的空气,那么谁也无法说出居间的天球是如何将这种运动传递给空气的。因为太阳的运动并未推动下层的天球,既没有使它们作随同恒星天所作的运动,也没有使它们作各天球固有的运动。因此,如果太阳的旋转是我们周围热的原因,那么恒星天(因为它带着其下层的天球与自身一同旋转)比起任何其他天球,更应该通过最下层的天球作为媒介,通过推动空气来加热空气。但如果这是真的,它在夜间也应该做同样的事情;因为它的运动始终是单一的、连续的且同一的。但既然事实并非如此,而是空气随着太阳一同被加热,那么热的原因便既不是太阳的运动,也不是诸天球的运动,而是太阳的自然性质(因为只剩下这一可能了),正如同火的性质一样。因为如果他自己也是将我们周围的事物作为那里所发生事情的证据,而且火并不是通过运动、而仅仅是通过性质来加热空气,那么合乎情理的是,认为在太阳的情形中也发生着同样的事情,而不是由于亚里士多德想要保全自己的假说——即天体是免于受动的——便与现象和感觉本身相抗衡。
- 1.38πόθεν ὅτι μὴ καὶ τὰ μεταξὺ διέθηκεν οὕτω;
这是一个省略了谓词的疑问句,相当于 πόθεν [δῆλόν ἐστιν] ὅτι...(“凭什么[清楚地知道]……?”)。此处作者以此反问:何以见得电鳐没有同样地作用于居间物(网、线),并指出无生物只是缺乏共同感知,而并非没有承受该受动。
- 1.38μᾶλλον 〈ἂν ἡ τῆς〉 ἀπλανοῦς ἤπερ ἄλλη τις... ἐθέρμανε
此句为反事实条件句的结论部分,承接条件从句 εἰ ... ἦν αἰτία,使用未完成过去直说体搭配虚拟助词(〈ἂν〉 ἐθέρμανε)。其逻辑在于:如果天球旋转是发热的原因,那么运动最为强大恒常的恒星天(ἡ ἀπλανής)本应加热空气,但因夜晚并无此现象,从而通过反证法推翻该论点。
- 1.38καὶ μὴ διὰ τὸ σώζειν τὰς ἰδίας ὑποθέσεις τὸν Ἀριστοτέλη βούλεσθαι... πολεμεῖν
不定词 πολεμεῖν 与前文的 εὔλογον νομίζειν 并列,受 εὔλογον 支配(意为“认为……是合情理的,而不应……相抗衡”)。表示原因的介词短语 διὰ τὸ ... βούλεσθαι 以宾格的 τὸν Ἀριστοτέλη 为逻辑主语,意为“因为亚里士多德想要保全自己的假说,[人们/我们]便不应当与经验现象相抗衡”。
