- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:47.10-48.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞斯驳斥了从太阳颜色推断其非火本性的论点,进而批判性地考察了关于太阳如何在不接触的情况下透过居间天球加热空气的难题以及亚历山大对此作出的辩解。
" Πρὸς δὲ τούτοις ὁ ἥλιος, ὅσπερ μάλιστα εἶναι δοκεῖ θερμός, φαίνεται λευκὸς ἀλλ’ οὐ πυρώδης ὤν." Ἔοικε διὰ τούτων ταῖς χροιαῖς τὰς τῶν σωμάτων κράσεις τεκμαίρεσθαι, ὅπερ οὐκ ἔστιν ἀληθές. ἰδοὺ γὰρ ἐρυθρόν ἐστι τὸ αἷμα καὶ τὸ ῥόδον ὁμοίως, ἀλλὰ τὸ μέν ἐστι θερμόν, τὸ δὲ ψυχρόν. πάλιν τὸ γάλα λευκόν ἐστι καὶ τὸ ψιμμύθιον, ἀλλὰ καὶ οἶνός ἐστι λευκὸς καὶ τῶν πράσων αἱ κεφαλαὶ σκόροδά τέ τινα καὶ κρόμυα, ἀλλὰ τὰ μέν ἐστι ψυχρὰ τὰ δὲ θερμά. πέπερι μέλαν ἐστὶ καὶ ἴον ὁμοίως, ἀλλὰ τὸ μέν ἐστι θερμότατον τὸ δὲ ψυχρότατον. ἀλλ’ οὐδὲ λευκὸς ὁ ἥλιος φαίνεται, οἷόν ἐστι τὸ τῶν πολλῶν ἀστέρων χρῶμα· ξανθὸς γὰρ ὁρᾶται προδήλως, οἷον τὸ τῆς φλογὸς τῆς ἀπὸ ξηρᾶς ὕλης καὶ λεπτομεροῦς γινόμενον· ἀλλ’ οὐδ’ εἰ χροιᾷ λευκὸς ἦν, τοῦτο τεκμήριόν ἐστι τοῦ μὴ εἶναι πυρός. πρὸς γὰρ τὴν ποιὰν ὕλην τὸ χρῶμα τοῦ πυρὸς ἐξαλλάττεται. καὶ γὰρ οἱ διᾴττοντες καὶ οἱ κεραυνοὶ λευκοί εἰσιν, οἷόν ἐστι τῶν ἀστέρων τὸ χρῶμα, διὸ καὶ ἀστέρες ὀνομάζονται, καὶ ὁ ποιητὴς ἀργῆτα κεραυνὸν ἔγνωκεν. ὁμοίως δὲ καὶ οἱ κομῆται λευκοί εἰσι, καὶ ὅμως πῦρ εἰσι προφανῶς. καὶ αὐτὸς δὲ ὁ ἥλιος περὶ τὸν ὁρίζοντα ξανθότερος φαίνεται, ἔσθ’ ὅτε δὲ καὶ ἐρυθρός. οὐκ ἀναγκαῖος ἄρα οὐδ’ ἀπὸ τοῦ χρώματος λόγος τοῦ μὴ πυρὸς εἶναι τὸν ἥλιον. ταῦτα μὲν οὖν περὶ τούτων. ἀπορεῖ δ’ ὁ Ἀλέξανδρος, εἰ ἡ τοῦ ἡλίου κίνησις ἐκπυροῖ καὶ θερμαίνει τὸν ἀέρα οὐχ ἁπτόμενον αὐτοῦ (μέση γὰρ αὐτῶν, φησίν, ἡ τῆς σελήνης ἐστὶ σφαῖρα, καὶ ἡμεῖς δὲ εἰπόντες ἔφθημεν1 ὅτι τὰ ποιοῦντα φυσικῶς ἁπτόμενα τοῦ πάσχοντος ἢ ἀμέσως εἰς αὐτὸ δρᾷ ἢ διὰ μέσου τινὸς προτέρου τῇ ἁφῇ τὸ αὐτὸ πάσχοντος καὶ αὐτοῦ τὸ πάθος εἰς ἐκεῖνο παραπέμποντος, ὡς ἐπὶ τοῦ τῶν βαλανείων ἐδείξαμεν ὑποδείγματος), εἰ οὖν ἀπαθεῖς ὑπάρχουσιν αἱ διὰ μέσου σφαῖραι, πῶς ὁ ἥλιος μήτε ἁπτόμενος τοῦ ἀέρος μήτε ποιῶν ἐς τὰ μεταξὺ θερμότητα τὸν παρ’ ἡμῖν ἀέρα θερμαίνει. ταύτην δὲ παραμυθεῖται τὴν ἀπορίαν, ὡς αὐτὸς εἶπεν· οὐδὲ γὰρ ἔλυσεν ἔλεγχον οὖσαν τοῦ δόγματος.2 κατὰ πρώτην μὲν ἐπιβολὴν οὕτως· πολλά, φησί, τῶν διὰ μέσου πασχόντων αὐτὰ μὲν οὐκ ἀμέσως ὑπὸ τοῦ ποιοῦντος πάσχει, τὸ δὲ μέσον δι’ οὗ τὸ πάθος εἰς αὐτὰ διαβιβάζεται, οὐδὲν τοιοῦτον ὑπομένει πάθος, οἷον αὐτὸ πρὸς τὰ ἑξῆς διεβίβασε. διὰ γὰρ ἄγγους ὑελίνου ψυχροῦ ὕδατος πεπληρωμένου ὁ ἥλιος ὄνθον ἐξάπτει ἤ τι τοιοῦτον, οὐ προσθερμανθέντος τοῦ ἄγγους ἢ τοῦ ἐν αὐτῷ ὕδατος. ἀλλ’ εἴ τι καὶ πάθοι ταῦτα, φησίν, ἀλλ’ οὐχ οὕτω θερμαίνεται ὥστε καὶ ἐξαφθῆναι. καὶ οἱ σαγηνευταὶ δὲ πάλιν ἢ ἁπλῶς οἱ ἁλιεῖς, ἐπειδὰν ἐνσχεθῇ νάρκη τοῖς δικτύοις ἢ τῷ ἀγκίστρῳ, προαισθάνονται τῆς ἄγρας τοῦ ὁμωνύμου τῷ ἰχθύϊ πάθους αὐτὴν προμηνύοντος, μήτε τῆς σαγήνης μήτε τῶν καλωδίων μήτε τοῦ καλάμου μήτε τῆς ὁρμιᾶς τὸ τῆς νάρκης ὑπομεινάντων πάθος. τί οὖν θαυμαστόν, φησίν, εἰ καὶ τῶν μεταξὺ σφαιρῶν μενουσῶν ἀπαθῶν τὸ ἐκ τοῦ ἡλίου πάθος δι’ αὐτῶν ἐπὶ τὸν ἀέρα διαβιβάζοιτο; ἡ μὲν οὖν πρώτη ἐπιβολὴ τοιαύτη· τί δὲ καὶ ἡμεῖς πρὸς αὐτὴν λέγειν ἔχομεν. τὸ μὲν οὖν δεύτερον τῶν ὑποδειγμάτων λίαν τοῖς προκειμένοις ἀσύμφωνον· οὐ γὰρ μόνον ποιότητι δρῶσαι αἱ νάρκαι, θερμαίνουσαι τυχὸν ἢ ξηραίνουσαι ἢ τἀναντία τούτοις ἐργαζόμεναι πάθη, ἀλλὰ τῷ ἐπιγενομένῳ συνθέτῳ εἴδει τῇ τοιᾷδε κράσει τῶν ἁπλῶν3 τὸ πάθος ἐργάζονται. ὅσα γὰρ τῶν συνθέτων θερμαίνει μόνον ἢ ψύχει μόνον ἢ ξηραίνει τε καὶ ὑγραίνει, ταῖς ἐκ τῶν στοιχείων ἐγγενομέναις αὐτοῖς ποιότησι ταῦτα δρᾷ, καὶ ἔμπαλιν ὅσα τοῖς συνθέτοις γίνεται πάθη τῶν ἁπλῶν ποιοτήτων, θερμασία ψύξις, ὑγρότης ξηρότης, ταῖς ἀπὸ τῶν στοιχείων ἁπλαῖς ποιότησι γίνονται· ὄρεξις δὲ καὶ ἕλξις, πέψις τε καὶ ἀπόκρισις, ἡ ἐπὶ τὰ πλάγια κίνησις, ὕπνος ἐγρήγορσις, μνήμη καὶ τῶν φυτῶν καὶ τῶν λίθων αἱ παράδοξοι δυνάμεις ἐκ τοῦ ἐπιγενομένου τοῖς συνθέτοις εἴδους συμβαίνουσιν.
“此外,最被认为热的太阳,显现为白色而非火红。” 他似乎通过这些话从颜色来推断物体的混合比例,但这并非事实。因为你看,血液和玫瑰同样是红色的,然而前者是热的,后者是冷的。同样,牛奶是白的,铅白也是白的,但白葡萄酒、韭葱头以及某些大蒜和洋葱也是白的,然而有些是冷的,有些是热的。胡椒是黑的,紫罗兰也是黑的,但前者极热,后者极冷。而且太阳甚至根本没有显现为白色,不像多数恒星的颜色那样;因为显而易见它是黄褐色的,就像从干燥且微细的燃料中产生的火焰一样;但即使它在颜色上是白的,这也不是它不属于火的证据。因为火的颜色根据燃料性质的不同而变化。事实上,流星和雷电都是白色的,正如同恒星的颜色一样,正因如此它们也被称为星,并且诗人也知晓“闪亮的雷霆”。同样,彗星也是白色的,然而它们显见是火。而且太阳自身在地平线附近显得更黄,有时甚至呈现红色。因此,依据颜色推论太阳不属于火的论据也是不必然的。关于这些问题就谈到这里。另一方面,亚历山大提出了一个难题:如果太阳的运动引燃并加热了并未触及它的空气(因为他说,月球的天球处于它们之间,而我们也曾预先说过,凡自然地施加作用者,须触及受动者,要么直接对它施加作用,要么通过某种在触碰中自身先遭受同样受动、并将该受动传递给另一方的居间物,正如我们在浴室的例子中所示),那么如果居间的天球是免于受动的,太阳既未触及空气,又未在居间事物中产生热,它又是如何加热我们周围的空气的呢?正如他自己所言,他对这一难题作了姑息性的辩护;因为由于这构成了对该学说的反驳,他并未能真正解开它。在第一种尝试中,他是这样说的:通过居间物而受动的事物,许多本身并不直接承受来自施动者的受动,而传递受动给它们的居间物,也绝未承受其传递给后续事物的同类受动。因为透过装满冷水的玻璃器皿,太阳能够引燃干燥牛粪或诸如此类之物,而器皿或其中的水并未随之被加热。他说,即使这些东西确实承受了某种受动,但并未热到足以被点燃的程度。再者,拉网捕鱼者,或简而言之渔夫们,一旦电鳐被网或鱼钩挂住,由于与该鱼同名的受动预先宣告了捕获,他们便提前感知到了猎物,而鱼网、缆绳、钓竿或钓线均未承受电鳐的受动。因此他说,即使居间的天球保持免于受动,来自太阳的受动通过它们传递给空气,这又有何值得惊奇的呢?第一种尝试便是如此;但我们对此又能说些什么呢?这两个例子中的第二个与当前所讨论的问题极其不合;因为电鳐并非仅仅凭借某种性质施加作用,比如随意地加热或弄干、或产生与这些相反的受动,而是凭借在单纯性质的如此这般混合之上后继生成的复合形式来产生这种受动的。因为复合事物中凡仅仅加热、或仅仅冷却、或使干燥与湿润者,皆是凭借由元素在它们内部生成的性质而施行这些作用,反之,复合事物中所发生的单纯性质的受动——热、冷、湿、干——也是由于来自元素的单纯性质而产生的;然而食欲与吸引、消化与排泄、横向运动、睡眠、清醒、记忆,以及植物和矿石的奇异力量,则是从后继生成于复合事物之上的形式产生的。
- 1.38εἰπόντες ἔφθημεν
动词 φθάνω 与补足分词 εἰπόντες 连用的惯用句式,意为“我们预先说过”或“我们先前已经说过”。分词与主语 ἡμεῖς 保持一致。
- 1.38ἔλεγχον οὖσαν τοῦ δόγματος
宾格分词 οὖσαν 修饰前文的阴性名词 τὴν ἀπορίαν(“难题”),ἔλεγχον(“反驳”)为谓语宾格。该分词短语带有原因涵义,表明“由于该难题构成了对该学说的反驳,他并未能真正解开它”。
- 1.38τῷ ἐπιγενομένῳ συνθέτῳ εἴδει τῇ τοιᾷδε κράσει τῶν ἁπλῶν
两个连续的与格短语。前者 τῷ ἐπιγενομένῳ συνθέτῳ εἴδει 是手段或原因与格(“凭借后继生成的复合形式”),后者 τῇ τοιᾷδε κράσει 则是复合动词 ἐπιγίγνομαι 所要求的补足语与格(“在单纯性质的如此这般混合之上”)。
