- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:46.1-47.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德以流星仅发生于下方为据证明天体非火的论点,斐洛庞奴斯反驳称天体作为坚固的元素复合物被紧密压实故不迸射火星,并结合天文学记录与视差比喻解释流星并非恒星坠落,而是下层助燃物的点火飞驰。
" Σημεῖον δ’ ἱκανὸν ὅτι ὁ ἄνω τόπος οὐκ ἔστι θερμὸς οὐδ’ ἐκπεπυρωμένος καὶ αἱ διαδρομαὶ τῶν ἀστέρων. ἐκεῖ μὲν γὰρ οὐ γίνονται, κάτω δέ· καίτοι τὰ μᾶλλον κινούμενα καὶ θᾶττον ἐκπυροῦται θᾶττον." Ἀστέρων διαδρομὰς λέγει τοὺς καλουμένους διάττοντας ἐκ τοῦ διάττειν ὠνομασμένους, ἀποχρώμενος τῇ τῶν πολλῶν περὶ τοὔνομα συνηθείᾳ. ὅτι μὲν οὖν οὐκ ἔστι πύρια τὰ οὐράνια σώματα, σημείῳ νῦν χρῆται τῷ μὴ φαίνεσθαι διάττοντας ἐκεῖ γενομένους. καίτοι, φησίν, εἴπερ ἦν ἐκ πυρὸς ἐκεῖνα, μᾶλλον ἐχρῆν ἐκεῖ τὰ πάθη γίνεσθαι ταῦτα, τῆς ὀξυτάτης αὐτοῦ κινήσεως ἐκπυροῦν ἱκανῆς οὔσης τὰ παραπίπτοντα,1 εἴπερ τοιαύτης φύσεως ἦν τὰ κινούμενα. πρὸς ταῦτα δὲ λέγειν δυνατὸν ὅτι στερεά ἐστι πάντα ἐκεῖνα τὰ σώματα, γῆς μετέχοντα κατὰ Πλάτωνα, τοῦ στερεμνιωτάτου τῶν στοιχείων· διὸ καὶ ἰδίῳ πάντα περιγράφεται σχήματι, καθὰ καὶ πρὸ τούτου δέδεικται. εἰ γὰρ καὶ πλεονάζει τὸ πῦρ ἐν αὐτοῖς, ὡς δοκεῖ Πλάτωνι, ἀλλὰ συμπεπίληται τὸ ὅλον διὰ τὴν σύνθεσιν, ὡς καὶ τὰ παρ’ ἡμῖν ἐκ τῶν στοιχείων συγκείμενα· οὐδὲν γὰρ αὐτῶν ῥυτὴν ἔχει τὴν σύστασιν, κἄν θερμότατα ᾖ, ὡς τὸ καστόριον καὶ τὸ εὐφόρβιον πέπερί τε καὶ σίνηπι καὶ εἴ τι τοιοῦτον· διόπερ οὐδὲν αὐτῶν ἀποσπινθηρίζει, κἂν λίαν αὐτὰ κινήσειέ τις. τὸ δὲ ὑπέκκαυμα καὶ ὁ μετὰ τοῦτον ἀὴρ καὶ τὸ ὕδωρ οὐ συμπεπίληται μέν, εὐδιαίρετα δέ ἐστιν ἀπὸ τῆς τυχούσης αἰτίας σκεδαννύμενα· ὅθεν ἴδιον μὲν ὅρον οὐδὲ σχῆμα τούτων οὐδὲν ἔχει, τῷ περιέχοντι δὲ συσχηματίζονται, καὶ τὰ μόρια δὲ τούτων ἐν τῷ ὅλῳ τοὺς τόπους ἀμείβει τῆς τυχούσης αὐτῶν γινομένης κινήσεως. ὅθεν ἐκ τῆς παραπιπτούσης αἰτίας ὑπομένει τὰ εἰρημένα πάθη ψυχόμενα, θερμαινόμενα, πηγνύμενα, μέρη τινὰ ἑαυτῶν ἀποβάλλοντα, καὶ τῶν γειτνιαζόντων μόρια προσλαμβάνοντα. οὐκ ἀναγκαῖον ἄρα πρὸς τὸ μὴ εἶναι πύρια τὰ κατ’ οὐρανὸν τὸ προκείμενον ἐπιχείρημα· σύνθετα γάρ ἐστι καὶ οὐχ ἁπλᾶ. ὅτι δὲ μὴ ἀστέρες εἰσὶν οἱ διατρέχοντες, δῆλον μὲν τῷ καὶ σμικρὸν ἐπιστῆσαι τοῖς γινομένοις δυναμένῳ· οὐχ ἄχρηστον δ’ ὅμως καὶ βραχέα ἡμᾶς εἰπεῖν. πρῶτον μὲν γὰρ ἀνεγράφησαν τοῖς ἀστρονόμοις οἱ ἐπιφανέστεροι τῶν ἀστέρων μέχρις ἕκτου μεγέθους, καὶ οἱ αὐτοὶ ἀεὶ ἐν τοῖς αὐτοῖς εὑρίσκονται τόποις, ἀριθμόν τε τὸν αὐτὸν καὶ τάξιν φυλάττοντες μέγεθός τε καὶ χρῶμα καὶ σχῆμα καὶ εἴ τι ἄλλο περὶ αὐτοὺς τεθεώρηται. εἰ δὲ καὶ δοκοῦσιν ὡς ἀπό τινων ἀστέρων ἐξιόντες ποτὲ διαΐσσειν, ἀλλὰ πλάνη τοῦτο τῆς ὄψεώς ἐστιν· ὑποτρέχοντα γάρ τινας ἀστέρας καὶ τὰ καθ’ ἕτερον εὑρισκόμενα τούτων τὰ ἐκπυρούμενα μέρη τοῦ ὑπεκκαύματος,2 ἐπειδὰν αἰφνίδιον ἐκφλογωθῇ καὶ διαδράμῃ, δόκησιν τοῖς πολλοῖς παρέχεται τοῦ ἐξ ἐκείνου τοῦ ἀστέρος ᾧ κατὰ κάθετον ἦσαν, διαδραμεῖν. κατανοήσας οὖν μετὰ τὴν διαδρομὴν ὄψει μηδὲν ἐν τῷ ἀστέρι πάθος γενόμενον, ἀλλὰ καὶ περὶ ἡμᾶς ὄντα κάτω τὸν διάττοντα, καθὰ καὶ ταῖς ὄψεσιν ἡμῶν ὑποπίπτει † ὡς καὶ ἡ τοῦ τάχους αὐτῶν ὀξυτέρα κινεῖσθαι τῆς ἀπλανοῦς·3 κάτω γὰρ περὶ ἡμᾶς ὄντες καὶ ἐκ μικροῦ κινούμενοι διαστήματος θᾶττον ἡμᾶς διαλλάττουσι. καὶ γὰρ εἰ δύο πτηνὰ φέροιντο τὸ μὲν ὑψηλότατον οἷον ἀετός, τὸ δὲ χθαμαλώτατον οἷον κολοιὸς ἢ κορώνη, ὧν τὸ μὲν ὀξυτάτην ἔχει τὴν κίνησιν τὸ δὲ βραδυτάτην, τὸ κατώτερον θᾶττον τοῦ ἄνω κινεῖσθαι παρέξει ὑπόνοιαν, ὡς ἐπὶ περιφερείας ἐλάττονος κινούμενον.
“而上方的场所既不热也未过度燃烧的一个充分证据,也是群星的飞驰;因为它们并非发生在那里,而是在下方;然而运动得更多且更快的事物被过度燃烧得更快。” 他所谓的“群星的飞驰”,指的是被称为流星之物,因其飞掠而得名,在此他是借用了大众关于该名称的惯用法。因此,关于天体并非由火构成,他现在所使用的证据是:未见有流星产生在那里。他说,“然而,如果那些天体确实由火构成,这些受动倒本更应当发生在那里;因为假若被运动之物具有如此本性,其最急促的运动便足以引燃碰巧遭遇的事物”。但针对这些说法,人们可以说,所有那些天体都是固体,按照柏拉图的观点,它们分有元素中最坚固的土;因此它们全部被各自独特的形状所界定,正如在此之前已被证明的那样。因为即便火在它们之中占优势(正如柏拉图所认为的那样),但由于复合物的构成,整体已被紧密压实,如同在我们这里由诸元素合成的事物一样;因为它们中没有一种具有流动的体质,即使它们极热,如海狸香、大戟树脂、胡椒、芥末以及任何诸如此类之物;这正是为何它们中没有一种会在哪怕有人剧烈晃动它们时迸出火星。然而,助燃物以及在其之后的空气和水并未紧密压实,而是极易分割,由于偶然的原因便会散开;因此这些事物没有一种具有自身的界限或形状,而是随包围者而塑形,并且当它们发生偶然的运动时,它们的各个部分在整体之中变换位置。因此,由于偶然碰到的原因,它们承受了上述受动,即被冷却、被加热、凝固、脱落自身的某些部分,以及吸收相邻事物的碎屑。因此,所提出的论证对于证明天上的事物不是由火构成而言并不是必然的;因为它们是复合物而非单一物。至于飞掠而过的并非恒星,对于哪怕稍能留心发生之事的人来说也是显而易见的;然而我们作简要说明亦非毫无用处。因为首先,直至第六星等的较显著恒星已被天文学家们记录在案,并且相同的星始终被发现在相同的位置,保持着相同的数目、排列、大小、颜色、形状以及凡关于它们所观察到的一切。再者,即使它们有时看似是从某些恒星中射出并飞掠,但这只是视觉的错觉;因为在某些恒星下方飞掠且与它们处于同一视线之上的助燃物的被引燃部分,一旦突然起火并飞驰,就会给大众一种印象,仿佛它是从与其处于垂直线上的那颗恒星飞掠而出的。因此,你在飞掠之后若加以观察就会看到,该恒星并未产生任何受动,而流星是在下方、在我们周围的,正如它落入我们视觉的方式那样,† 正如它们的速度似乎比恒星天球运动得更急促一样 †;因为它们在下方、在我们周围,且在很小的距离内运动,所以相对我们改变位置更快。因为确实,如果有两只鸟在飞行,一只飞得极高如鹰,另一只飞得极低如寒鸦或乌鸦,其中前者的运动最为急促,后者的运动最为缓慢,较低的鸟却会因在较小的圆周上运动而给人一种比上方之鸟运动得更快的印象。
- 1.37τῆς ὀξυτάτης αὐτοῦ κινήσεως ἐκπυροῦν ἱκανῆς οὔσης τὰ παραπίπτοντα
属格独立结构,表原因。αὐτοῦ 在上下文中指代“上方场所”或“火”或天体整体。ἱκανῆς οὔσης 支配补足不定词 ἐκπυροῦν,后者以 τὰ παραπίπτοντα 为直接宾语。
- 1.37ὑποτρέχοντα γάρ τινας ἀστέρας καὶ τὰ καθ’ ἕτερον εὑρισκόμενα τούτων τὰ ἐκπυρούμενα μέρη τοῦ ὑπεκκαύματος
倒装结构(hyperbaton),分词 ὑποτρέχοντα 与 εὑρισκόμενα 被置于其主体名词短语 τὰ ἐκπυρούμενα μέρη τοῦ ὑπεκκαύματος(“助燃物的被引燃部分”)之前。随后的时间从句 ἐπειδὰν αἰφνίδιον ἐκφλογωθῇ... 采用单数动词,属于中性复数主语与单数动词一致的常规语法规则。
- 1.37† ὡς καὶ ἡ τοῦ τάχους αὐτῶν ὀξυτέρα κινεῖσθαι τῆς ἀπλανοῦς †
校勘本中以剑号(cruces)标出的文本受损处。语法上主格短语 ἡ... ὀξυτέρα[省略 κίνησις]与不定词 κινεῖσθαι 并置,构成破格。文意指流星的视速度看似比恒星天球(τῆς ἀπλανοῦς)更为急促,这直接引出下文关于鸟类因视差而产生视速度差异的比喻。
