← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§45.1-45.35

反驳运动摩擦与火之播散产生太阳热之说

针对亚里士多德将太阳之热归因于运动摩擦及外层火(助燃物)向下播散的论述(341a23–341a28),菲洛波庞指出该解释无法说明夜晚转凉、极地严寒及季节的规则秩序,从而反驳此说并断定热唯独源于太阳固有的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.35

" Τὸ δὲ μάλιστα γίνεσθαι ἅμα τῷ ἡλίῳ αὐτῷ τὴν θερμότητα εὔλογον, λαμβάνοντας1 τὸ ὅμοιον ἐκ τῶν παρ’ ἡμῖν γινομένων· καὶ γὰρ ἐνταῦθα τῶν βίᾳ φερομένων ὁ πλησιάζων ἀὴρ μάλιστα γίνεται θερμός. καὶ τοῦτο εὐλόγως συμβαίνει· μάλιστα γὰρ ἡ τοῦ στερεοῦ διακρίνει κίνησις αὐτόν." Ἅμα τῷ ἡλίῳ, τουτέστιν ἅμα τῷ ἀνατεῖλαι αὐτόν. ὅσον μὲν οὖν ἐπὶ τῇ περιφορᾷ τῶν οὐρανίων ἐχρῆν2 καὶ ἐν νυκτὶ θερμαίνεσθαι τὰ ὑπὸ σελήνην ἅπαντα· κινεῖ γὰρ τὸν ἀέρα καὶ ὑπὸ γῆν ὁ ἥλιος ὤν. ἀλλ’ ὥσπερ, φησίν, ἐν τοῖς ἐνταῦθα βίᾳ φερομένοις, οἷον λίθοις ῥηγνυμένοις ἢ δόρασι, καὶ τοῖς παρατριβομένοις τῶν λίθων, ἐξ ὧν τὸ πῦρ ἅπτεται, ὁ πλησιάζων αὐτοῖς ἀὴρ θερμαίνεται μάλιστα, οὕτω δήπου καὶ ἐπὶ τοῦ ἡλίου γίνεται· στερεὸς γὰρ ὢν τὰ πλησιάζοντα αὐτῷ μάλιστα κινουμένῳ θερμαίνει. νύκτωρ μὲν οὖν τὸν ὑπὸ γῆν θερμαίνει ἀέρα, ἐν ἡμέρᾳ δὲ τὸν παρ’ ἡμῖν. εἰ δὲ ἐκ τῶν παρ’ ἡμῖν γινομένων τὸ ὅμοιον καὶ ἐπὶ τοῦ ἡλίου γίνεσθαι βούλεται, τί τοῦ πυρὸς ἐναργέστερον ἅμα τῷ φανῆναι θερμαίνοντος τὰ πλησιάζοντα; ἀλλὰ τὰ φανερὰ φεύγων ἐπὶ τοὺς ἀφανεῖς καταφεύγει μάρτυρας. θερμαίνει μὲν γὰρ ἡ κίνησις τῶν στερεῶν· εἰ δὲ ἐντεῦθεν 〈τὰ〉 παρ’ ἡμῖν ἐθερμαίνετο, ἡ παντὸς τοῦ οὐρανίου σώματος κίνησις στερεωτάτου ὄντος ἀεὶ τὰ παρ’ ἡμῖν ἐθέρμαινε καὶ ἐν καιρῷ παντί, ὅπερ οὐ γίνεται. ποιότητι ἄρα τοῦ ἡλίου καὶ μόνῃ τὸ πάθος ὑφίσταται.

“而热主要与太阳本身一同产生是合乎情理的,只要人们从发生在我们身边的现象中摄取类似之点;因为在我们这里,靠近受强力运载之物的空气也变得最热。而这发生得合乎情理;因为固体的运动最能分解空气。” “与太阳一同”,也就是说,随着它的升起。因此,单就天体的回转而言,月下的一切在夜晚本也应当受热;因为太阳即使在地下也会推动空气。但他声称,正如在我们这里受强力运载的事物——比如被掷出的石块或标枪——以及那些相互摩擦而燃起火的石块,靠近它们的空气被加热得最甚,太阳的情形大概也是如此;因为太阳既然是固体,在运动时便最能加热靠近它的事物。于是在夜晚它加热地下的空气,而在白天则加热我们身边的空气。然而,如果他希望从发生在我们身边的事物中找到同样适用于太阳的类似点,又有什么比火在显现时立即加热靠近它的事物更为明白呢?但他逃避明显的事实,反而诉诸看不见的见证。固体的运动加热空气固然不假;但若我们身边的事物是因此受热,那么最坚固的整个天体的运动就理应始终在任何季节都加热我们身边的事物,而这并未发生。因此,这一受动唯独是由太阳的性质所造成的。

§1.36

"Διά τε ταύτην οὖν τὴν αἰτίαν ἀφικνεῖται πρὸς τόνδε τὸν τόπον ἡ θερμότης, καὶ διὰ τὸ τὸ περιέχον πῦρ τὸν ἀέρα διαρραίνεσθαι3 τῇ κινήσει πολλάκις καὶ φέρεσθαι κάτω βίᾳ." Δευτέραν αἰτίαν ἀποδίδωσι τοῦ θερμαίνεσθαι τὸν παρ’ ἡμῖν ἀέρα· ἡ γὰρ τοῦτον περιέχουσα τοῦ ὑπεκκαύματος σφαῖρα, ἣν πάλαι συνήθως ὠνόμασε πῦρ, ὑπὸ τῆς τῶν οὐρανίων περιφορᾶς συνεφελκομένη βιαίως διαρραίνεται, φησί, τῇ κινήσει, τουτέστι μόριά τινα βιαίως αὐτῆς ἐξακοντίζεται κάτω, καὶ τὸν ἀέρα θερμαίνουσιν εἰς ὃν φέρονται, ὡς εἰ λεκάνην ὕδατος κινήσειέ τις βιαιότερον, καὶ μόρια τούτου τῇ κινήσει, ὅπῃ καὶ τύχῃ, διαρραίνοιτο ἀλλαχοῦ. τοῦτο δὲ δῆλον ὡς οὐκ ἀεὶ συμβήσεται οὐδὲ ἐν τοῖς αὐτοῖς τόποις, ἀλλ’ ὡς ἂν τύχοιεν, οὐκ ἐν ἡμέρᾳ μόνον ἀλλὰ καὶ ἐν νυκτί. τέτακται δὲ χειμὼν καὶ θέρος τῇ ἀποστάσει τοῦ ἡλίου καὶ τῷ πλησιάζειν ἡμῖν συνιστάμενα. διὰ τί δὲ καὶ τὰ περὶ τοὺς πόλους ἀεὶ κατέψυκται καὶ μὴ ἐκ τοῦ ὑπεκκαύματος θερμαίνεται; τὴν τοιαύτην οὖν θερμασίαν οὐδενὶ ἄλλῳ παρέχειν ἐνδέχεται εἰ μὴ [ἐν] τῷ ἡλίῳ καὶ μόνῳ.

“因此,热不仅由于这一原因到达此处,而且由于包围着空气的火经常因运动而被播散,并受到强力向下运载。” 他给出了我们身边的空气受热的第二个原因:因为包围着这层空气的助燃物天球——他一贯习惯性地称之为火——受天体回转的强力牵引,他说,由于运动而“被播散”,也就是说,它的某些部分被强力向下抛射,并加热它们被运送到的那部分空气,正如有人若过于猛烈地晃动一盆水,其中的部分水便会由于运动随处飞溅到别处一样。但显而易见,这种情况既不会总是发生,也不会在相同的地方发生,而是全然偶然的,不仅在白天而且在夜晚也会发生。然而冬夏是井然有序的,是由太阳对我们的远离与接近所构成的。此外,为何极地周围始终冰冻,而未被助燃物所加热呢?因此,提供这种热度绝不可能归于任何其他事物,而唯独归于太阳。

语法注3 条
  1. 1.35λαμβάνοντας

    配合非人称形容词 εὔλογον 引导的不定式结构,以泛指的人(研究者或读者)为逻辑主语的现在时主动分词宾格,具有条件状语的功能(“只要人们摄取……”)。

  2. 1.35ἐχρῆν

    表示义务或理所应当的动词未完成过去时,不带 ἄν 而充当与事实相反的虚拟结果从句(“在夜晚本也应当受热[但实际并未受热]”),后接 κινεῖ γὰρ... 说明其假定前提。

  3. 1.36διὰ τὸ τὸ περιέχον πῦρ τὸν ἀέρα διαρραίνεσθαι

    双冠词结构:第一个中性单数宾格冠词 τὸ 附属于由介词 διὰ 支配的动名词不定式 διαρραίνεσθαι;第二个 τὸ 则是作该不定式逻辑主语的分词短语(τὸ περιέχον τὸν ἀέρα πῦρ,“包围着空气的火”)的定冠词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:45.1-45.35