← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§43.31-44.36

反驳太阳固体说与太阳凭固有性质生热

约翰·斐洛庞努斯通过摩擦石头和玻璃的经验事实,驳斥了亚里士多德关于太阳作为“固体”借由运动摩擦加热空气的观点(以及将“固体”曲解为“不透明”的主张);他证明太阳是凭借其固有的性质而非运动来加热的,并批判了达马斯基奥斯等人将热归因于行星神话性力量的非自然学解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.34#4

τί οὖν θαυμαστὸν καὶ ἐπὶ τοῦ ἡλίου ταὐτὸ τοῦτο συμβαίνειν καὶ τὴν ἐξ αὐτοῦ γινομένην τῇ ποιότητι θερμασίαν ἐπιτείνεσθαι διὰ τῆς τῶν ἀκτίνων ἀνακλάσεως. ἐπειδὴ δὲ παραλόγως τινὲς στερεὸν εἶναί φασι τὸν ἥλιον Ἀριστοτέλη λέγειν τὸν μὴ διαφανῆ (αἱ μὲν γὰρ σφαῖραι διαφανεῖς, τῶν δὲ ἄστρων οὐδέν· ἐπιπροσθεῖ γοῦν τὰ ὑποκάτω τοῖς ἐπάνω, ὅταν ὑπὸ μίαν αὐτοῖς γένωνται κάθετον, ὡς καὶ ὁ ἥλιος ἐκλείπει τῆς σελήνης αὐτὸν ὑποτρεχούσης), ἐροῦμεν καὶ ἡμεῖς ὡς πρῶτον μὲν παρακέχρηνται τοῖς ὀνόμασιν ἐφ’ ἑτέρας αὐτὰ σημασίας μετάγοντες, ἀντὶ τοῦ στερεοῦ τὸ μὴ διαφανὲς ἀκούοντες καὶ τὸ διαφανὲς οὐ στερεὸν εἶναι λέγοντες. ἔπειτα πολλοὶ τῶν στερεμνιωτάτων λίθων εἰσὶ διαφανέστατοι καὶ ἡ ὕελος· οὐκοῦν οὐ θερμαίνουσι ταῦτα τὸν ἀέρα δι’ αὐτοῦ κινούμενα, διότι οὕτως ἐστὶ στερεὰ διαφανῆ ὄντα.1 τοῦτο δὲ παρὰ τὴν ἐνάργειαν· ὁρᾶται γὰρ τὰ ἐκ τούτων τριβόμενα καὶ μάλιστα τὰ ἐξ ὑέλου σχεδὸν ἐκπυρούμενα τῇ θερμότητι. στερεὸν ἄρα καὶ Ἀριστοτέλης εἴρηκε τὸ σκληρὸν καὶ ἀντίτυπον καὶ τοῖς ἀντιβαίνουσιν οὐχ ὑπεῖκον· τὰ γὰρ τοιαῦτα τῇ κινήσει θερμαίνει συνθλίβοντα τὸν ἐναπολαμβανόμενον ἀέρα. διὰ τοῦτο γοῦν οὐδ’ οἱ τυχόντες τῶν λίθων τριβόμενοι πῦρ ἅπτουσι· θερμαίνουσι μὲν γὰρ πάντες παρατριβόμενοι, ἐξάπτουσι δὲ πῦρ οἱ πυκνότατοι μόνοι καὶ στερεώτατοι. καὶ ἐπὶ σιδήρου πάλιν ὁμοίως· εἰ μὴ γὰρ ᾖ λίαν πυκνὸς καὶ κατεσκληκὼς σίδηρος οὐχὶ ἅπτει πῦρ τριβόμενος· τοῦτο δὲ ἵνα μὴ φεύγῃ διὰ τῶν πόρων ὁ ἐναπειλημμένος τοῖς παρατριβομένοις λίθοις ἀὴρ καὶ κινούμενος ἐξ αὐτῶν, ἀλλ’ εἷς καὶ ὁ αὐτὸς μένων ἐξάπτηται τῇ συνεχεῖ κινήσει. ἐν γὰρ τοῖς μανωτέροις ἄλλου μὲν διὰ τῶν πόρων ἐξιόντος ἀέρος, ἄλλου δὲ πάλιν ἐναπολαμβανομένου συμβαίνει μὴ ἕνα καὶ τὸν αὐτὸν κατὰ συνέχειαν τρίβεσθαι, ἄλλοτε δ’ ἄλλον, τοῦ προτέρου διὰ τῶν πόρων, ὡς εἶπον, φεύγοντος ἀεὶ τὸ κινοῦν καὶ συνεξιόντος πρὶν ἐξαφθῆναι τὴν συνέχειαν τῆς κινήσεως.2 διότι τοιοῦτον εἶναι βούλεται καὶ τὸν ἥλιον ὁ Ἀριστοτέλης, ἵνα τῇ κινήσει τὸν αὐτὸν ἀέρα κινῶν ἀεὶ θερμαίνῃ. ἀλλ’ εἰ παράτριψις γίνεται διὰ τῆς ἁφῆς τοῦ τρίβοντος, ἀδύνατον δὲ τὸν ἥλιον ἅψασθαι τοῦ ἀέρος τοσούτοις μεταξὺ σώμασιν αὐτοῦ διειργόμενον, οὐκ ἄρα ἡ τοῦ ἡλίου κίνησις τῆς ἐνταῦθα θερμότητός ἐστιν αἰτία. εἰ οὖν θερμαίνει φανερῶς, μόνῃ ἄρα θερμαίνει ποιότητι, εἰ μή τινες μυθικῶς εἰς ἄλλας αἰτίας ἀφανεῖς καὶ ἀγνώστους ἡμᾶς ἀναπέμποιεν καινότητας, οἵας καὶ ὁ Δαμάσκιος εἰς Ἀλέξανδρον ἀναφέρει. εἶναι γὰρ τὰς ἐν τῷ οὐρανῷ δυνάμεις ἰδιοτρόπους ποιητικὰς τῶν κάτω παθῶν,3 τὰ δὲ κάτω σώματα δέχεσθαι αὐτὰς εὐπαθῶς· τὴν μὲν τοῦ Κρόνου συνεκτικὴν εἰς ψυχρότητα ἀποτελευτᾶν, τὴν δὲ Ἄρεος διακριτικὴν εἰς πυρὸς ἀσύμμετρον ζέσιν, τὴν Διὸς εἴς τινα συμμετρίαν τῶν ἄκρων, τὴν ἡλίου εἰς παθητικοῦ φωτὸς ἀναφλόγωσιν, καὶ τὴν μὲν σελήνην εἰς διάχυσιν ὑγροτέραν, τῆς δὲ Ἀφροδίτης ἰδιότητα εἰς σύνοδον μονιμωτέραν, τὴν δὲ Ἑρμοῦ εἰς κοινωνίαν τῶν ἄκρων. καὶ οὐκ αἰδοῦνται οἱ ταῦτα λογοποιοῦντες τὰ μὲν οὕτως ἐναργῆ διαγραφόμενοι τῇ θερμότητι τῇ ἰδίᾳ τὸν ἥλιον δρᾶν (τὰ γοῦν πλησιάζοντα αὐτῷ ἐκφλογώσας ἀοίκητα πεποίηκε, τὰ δὲ λίαν διεστῶτα καὶ τῆς ἀλέας αὐτοῦ στερόμενα τῇ ψύξει νενεκρωμένα ἄγονα καὶ ἔρημα καταλέλοιπεν), εἰς μύθους δὲ τραπόμενοι ἠγνόησαν κἀκεῖνο λίαν ἄτοπον, ὅτι περὶ φυσικῶν πραγμάτων ζητοῦντες φυσικὰς ἀποδιδόναι τὰς αἰτίας ὀφείλομεν.4

那么,在太阳身上发生完全相同的这一情况,且由太阳凭借性质产生的热因光线的反射而被强化,又有什么值得奇怪的呢?既然有些人毫无道理地声称,亚里士多德说太阳是“固体的”,意思是“不透明的” ——因为在他们看来诸天球是透明的,而星体中没有任何一个是透明的;至少,较低的星体每当与较高的星体处于同一垂线之下时就会遮挡它们,正如当月亮运行到太阳下方时太阳也会发生食一样——我们也要回答:首先,他们通过将这些词转用于另一意义而滥用了词义,以“不透明的”代替“固体的”来理解,并声称透明之物不是固体的。其次,许多最坚固的石头以及玻璃都是极度透明的;那么,难道这些物体在穿过空气被推动时,就因为它们是这般虽透明却是固体的,便不去加热空气了吗?但这违背明白的事实;因为由这些材料制成的物品、尤其是玻璃制成的物品,在相互摩擦时几乎因热而发火,这是显而易见的。因此亚里士多德所谓的“固体”,是指那坚硬、有抗拒力且不屈服于抵抗之物的东西;因为这类事物是通过运动,借由挤压封闭在其中的空气来加热的。正因如此,绝非任意的石头在摩擦时都会引燃火;因为一切石头在相互摩擦时虽都会加热,但唯有最致密、最坚硬的石头才会引燃火。而在铁的情形下同样也是如此;因为除非铁极其致密且坚硬,否则在摩擦时不会引燃火。而这正是为了使被相互摩擦的石头所封闭并被它们推动的空气不致穿过孔隙逃逸,反而保持为单一且同一的空气,因连续的运动而着火。因为在较为疏松的物体中,当一部分空气穿过孔隙逸出,而另一部分空气又被重新封闭在其中时,结果就不是单一且同一的空气被持续摩擦,而是时而这部分时而那部分,如我所说,先前的空气总是穿过孔隙逃避推动者,并在运动的连续性能够被引燃之前便一同逸出了。亚里士多德之所以希望太阳也是这种性质,正是为了让它通过运动始终推动同一空气来加热它。但如果摩擦是通过摩擦者的接触而产生的,而太阳与空气之间隔着如此之多的中间物体,根本不可能接触到空气,那么太阳的运动就绝不是此处之热的原因。因此,如果太阳显而易见地在加热,那么它就唯独凭借性质在加热,除非有人神话般地将我们引向其他隐秘且未知的奇谈怪论,正如达马斯基奥斯也归之于亚历山大的那些说法。因为[他们声称],天界中的力量以独特的方式产生下界的诸受动,而下界的物体则容易接受它们:土星的凝聚力量归结为寒冷,火星的分离力量归结为火的过度沸腾,木星的力量归结为两极的某种对称,太阳的力量归结为受动之光的燃烧,而月亮归结为更为湿润的散布,金星的特性归结为更为恒久的结合,水星的力量归结为对两极的共享。而编造这些言论的人,竟不羞于否定太阳凭借自身特有的热发生作用这一如此明显的事实——至少,它灼烧靠近它的地方使之无法居住,而对那些相距过远并被剥夺其温暖的地方,则因严寒而使其僵死,任其荒芜与废弃——却在转向神话时,极其荒谬的是,甚至对这一点亦盲目无知:在探究自然事物时,我们本有义务给出自然的原因。

语法注4 条
  1. 1.34οὐκοῦν οὐ θερμαίνουσι ταῦτα τὸν ἀέρα δι’ αὐτοῦ κινούμενα, διότι οὕτως ἐστὶ στερεὰ διαφανῆ ὄντα.

    由推论小词 οὐκοῦν 引导的归谬反问或荒谬推论,指出论敌前提会导致的悖谬结果:“那么难道这些物体穿过空气被推动时,就因为它们是透明的固体,便不加热空气了吗?”紧随其后的 τοῦτο δὲ παρὰ τὴν ἐνάργειαν(但这违背明见的事实)随即否定了这一结论。

  2. 1.34πρὶν ἐξαφθῆναι τὴν συνέχειαν τῆς κινήσεως

    由 πρίν 引导、带宾格主语 τὴν συνέχειαν 和被动不定词 ἐξαφθῆναι 的结构。字面意思是“在运动的连续性被点燃之前”,在含义上是转喻表达,指“在运动的持续进行使[空气]着火之前”。

  3. 1.34εἶναι γὰρ τὰς ἐν τῷ οὐρανῷ δυνάμεις ἰδιοτρόπους ποιητικὰς τῶν κάτω παθῶν

    承接前句 οἵας καὶ ὁ Δαμάσκιος εἰς Ἀλέξανδρον ἀναφέρει(正如达马斯基奥斯归之于亚历山大的那些说法)而展开的间接引语宾格与不定词结构(没有主句谓语动词,连续使用 εἶναι、ἀποτελευτᾶν 等不定词)。

  4. 1.34ἠγνόησαν κἀκεῖνο λίαν ἄτοπον, ὅτι περὶ φυσικῶν πραγμάτων ζητοῦντες φυσικὰς ἀποδιδόναι τὰς αἰτίας ὀφείλομεν.

    主动词 ἠγνόησαν 支配直接宾语 κἀκεῖνο(那一点),无冠词的中性短语 λίαν ἄτοπον(极其荒谬之事)作全句同位语以评述其无知;后接同位语 ὅτι 引导的从句说明 κἀκεῖνο 的具体内容(即在探究自然事物时应当给出自然的原因)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:43.31-44.36