- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:42.26-43.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯根据天体的不可受影响性、距离与速度的对比以及满月发热的观察,论证了太阳加热空气并非凭借运动,而是凭借作为性质的光之作用。
παθηταὶ οὖν ἔσονται. εἰ δ’ ἀπαθεῖς κατ’ αὐτὸν ἐκεῖναί εἰσιν, οὐ θερμαίνει τὰ μεταξύ, ἵνα δι’ αὐτῶν τὸν ἀέρα θερμάνῃ, εἴ γε καὶ Ἀριστοτέλει δοκεῖ τὰ φυσικὰ σώματα μὴ ἄνευ τῆς ἁφῆς ποιεῖν εἰς ἄλληλα. οὐκ ἄρα τὴν τοῦ ἡλίου κίνησιν αἰτιατέον τῆς ἐνταῦθα γινομένης θερμότητος, ἀλλ’ ἡ1 τὰς τῶν σφαιρῶν ὅλων κινήσεις, ἢ εἰ τοῦτο προφανές ἐστι ψεῦδος (φαίνεται γὰρ ὁ ἥλιος θερμαίνων τὰ πλησιάζοντα) πᾶσά πως ἀνάγκη φύσει θερμὸν ὄντα ποιότητι δρᾶν εἰς τὰ ὑποκείμενα, ὡς καὶ τὸ πῦρ. κἀκεῖνο δὲ πρὸς τοῖς εἰρημένοις σκοπῆσαι δίκαιον, εἰ στερεὰ μὲν πάντα τὰ ἄστρα, δεῖ δὲ μετὰ τοῦ στερεοῦ πρὸς τὸ θερμᾶναι καὶ τάχους κινήσεως, ὁ δὲ ἥλιος ὀξύτερον ἤπερ ἡ σελήνη κινεῖται καθ’ ὃν ὑπεθέμεθα τρόπον, καὶ διὰ τοῦτο τῆς ἐνταῦθα γινομένης ἐκ τῶν οὐρανίων θερμότητος τὴν τοῦ ἡλίου κίνησιν αἰτίαν εἶναί φησι καὶ οὐχὶ τὴν τῆς σελήνης· ἀλλ’ ἐπειδὴ μετὰ τοῦ στερεοῦ καὶ τοῦ τάχους καὶ πλησίον εἶναι δεῖ τὸ κινούμενον τοῦ κινοῦντος, καὶ ὁ μὲν ἥλιος μεγίστην ἐξ ἡμῶν ἀφέστηκε διάστασιν, ἡ δὲ σελήνη συνεχής ἐστι τῷ ὑπ’ αὐτὴν ἀέρι, ἔστι δὲ ἡ μὲν τοῦ ἡλίου ἀπόστασις εἰκοσαπλασίων τῆς σελήνης, ὡς ἔμπροσθεν εἴπομεν, ὅπερ δὲ ὑπολείπεται τοῦ ἡλίου παλινδρομοῦσα κατὰ τὴν αὐτὴν κίνησιν κατὰ μίαν ἡμέραν συμπεριαγομένη τῇ ἀπλανεῖ, μικρόν τι ζῳδίου μέρος ἐστίν, οὐδὲν ἄρα τὸ βραχὺ τοῦτο τοῦ τάχους ὃ ὑπολείπεται τοῦ ἡλίου ἡ σελήνη, ἐμποδίζειν ἦν δυνατὸν πρὸς τὸ τὰ τῇδε θερμαίνεσθαι ὑπὸ τῆς σεληνιακῆς κινήσεως συνεχῆ ὄντα ταύτῃ, ὅσον ἡ ἀσύμμετρος πρὸς τὸ * * τοῦ ἡλίου ἀπόστασις.2 προσθήσω δέ, καθάπερ ἔφθην εἰπών, ὅτι καὶ ἅπτεσθαι δοκεῖ πάντως τὸ φυσικῶς ἐνεργοῦν τοῦ πάσχοντος, ὅπερ τῶν ἄστρων μόνῃ πρόσεστι τῇ σελήνῃ. εἰ οὖν ἐν νυκτὶ πανσέληνος οὖσα μὴ θερμαίνει ἡμᾶς τοσοῦτον ὅσον ὁ ἥλιος, οὐκ ἄρα ἡ κίνησις αὐτοῦ αἰτία ἐστὶ τῆς ἐνταῦθα γινομένης θερμότητος. εἰ γὰρ καὶ θερμαίνει ποτὲ ἡ σελήνη, ἀλλ’ οὐχὶ διὰ τὴν κίνησιν αὐτῆς τοῦτο γίνεται, ἐπεὶ καὶ ἀφώτιστον οὖσαν θερμαίνειν ἐχρῆν, ἀλλὰ διὰ τὸ φῶς· πανσέληνος γὰρ ἢ ἐγγὺς οὖσα μόνον αὕτη θερμαίνει· τὸ φῶς ἄρα μόνον αὐτῆς θερμαίνει καὶ οὐχ ἡ κίνησις. τὸ δὲ φῶς ἐξ ἡλίου δέχεται· καὶ ἡ τοῦ ἡλίου ἄρα θέρμη ἐκ τοῦ φωτὸς αὐτοῦ τοῖς τῇδε συμβαίνει. καὶ ἐπειδὴ μὴ καθαρὸν καὶ εἰλικρινὲς δέχεται τοῦ ἡλίου τὸ φῶς, ἀλλ’ ἀμυδρὸν καὶ ὅσον ἴνδαλμα τούτου ὡς ἐξ ἀνακλάσεως ἀκτίνων αὐτοῦ τινων τὸ φῶς δεχομένη δίκην ἐσόπτρου, εἰκότως καὶ ἡ ἐκ τοῦ φωτὸς τῆς σελήνης τοῖς τῇδε γινομένη θερμότης ἀμυδρά τέ ἐστι καὶ ἀσθενής. εἰ οὖν τὸ ἐξ ἀνακλάσεως ἐν αὐτῇ γενόμενον φῶς τὸν ἀέρα θερμαίνει, πολλῷ μᾶλλον τὸ εἰλικρινὲς τοῦ ἡλίου φῶς τῆς ἐνταῦθα θέρμης αἴτιόν ἐστι, καὶ οὐχ ἡ σὺν τῇ ἀπλανεῖ τούτου περιφορά. συμπέφυκε δὲ τῷ φωτὶ τὸ θερμόν· καὶ γὰρ τῷ πυρὶ σύνεστι. δέδεικται γὰρ διὰ τούτων ὅτι ποιότητι καὶ οὐ τῷ τάχει τῆς κινήσεως ὁ ἥλιος θερμαίνει τὰ παρ’ ἡμῖν. εἰ δὲ καὶ αἱ τῶν ἀκτίνων ἀνακλάσεις τοῦ ἡλίου σφοδροτέραν τὴν ἐξ αὐτοῦ γινομένην ἡμῖν ποιοῦσι θερμότητα, οὐκ ἀπάλλαξις τοῦτο τοῦ καὶ αὐτὴν θερμαίνειν ἡμᾶς κατὰ ποιότητα,3 ἐπεὶ καὶ τοῦ πυρὸς ἀκτῖνες τοῖς λίθοις προσπίπτουσαι ἢ σώμασιν, ἐσόπτροις φέρε καὶ ἀργύρῳ κεκαθαρμένῳ καὶ ὕδασιν, ὁμοίως ἐξ αὐτῶν ἀνακλώμεναι πρὸς ἡμᾶς λίαν ἡμᾶς ἀνιῶσιν ἐκφλέγουσαι, ἀλλ’ οὐ διὰ τοῦτο τοῦ θερμαίνειν καὶ χωρὶς ἀνακλάσεως τὸ πῦρ ἀφαιρήσομεν.
因此,它们将是可受影响的。但如果按照他的说法,那些天球是不可受影响的,那么[太阳]就不会为了通过它们加热空气而先加热中间的天球,既然亚里士多德自己也认为自然物体没有接触就不能相互作用。因此,绝不应将此处产生的热归咎于太阳的运动,而要么归咎于整个诸天球的运动,要么,如果这显然是虚假的——因为太阳显然在加热靠近它的事物——那么作为本性为热者,它以某种方式完全必然像火一样凭借性质作用于其下的事物。而在已述诸点之外,考察以下这点也是理所应当的:即便所有的星体都是固体的,且为了加热,除了固体性之外还需要运动的疾速,并且太阳按照我们所设想的方式确实比月亮运动得更为迅捷,正因如此他说天体在此处产生的热的原因是太阳的运动而不是月亮的运动;然而,既然除了固体性和疾速之外,被推动者还必须接近推动者,而太阳距离我们最为遥远,月亮却与它下面的空气连续相接,且正如我们之前所说,太阳的距离是月亮的二十倍,而在同一运动中跟随恒星天球在一日之内旋转时,月亮因逆行而在太阳之后落下的量仅仅是黄道十二宫中一宫的一微小部分,因此,月亮比太阳落后的这一点微小的速度差异,决不可能像太阳那不成比例的距离[所阻碍的]那样,阻碍此处与月球运动连续相接的事物被其运动所加热。此外我还要补充,正如我早先所说,凡依本性发生作用者都被普遍认为无论如何必须接触受作用者,而在诸星体中这唯独属于月亮。因此,如果在夜间处于满月时的月亮并不像太阳那样加热我们,那么它〔太阳〕的运动就绝不是此处产生的热的原因。因为即便月亮有时确实加热,但这并不是由于它的运动而产生的——否则它在未被照亮时也本应加热——而是由于它的光;因为唯有当它处于满月或接近满月时,它才加热。因此,唯有它的光在加热,而非其运动。而它又是从太阳那里接受光芒的;因此,太阳的热也是由其光芒产生于此处的事物的。并且,既然它接受的不是太阳纯粹无杂的光,而是昏暗的、有如太阳之影像的光,就像镜子一样由于反射了太阳的某些光线而接受光,顺理成章地,由月光在此处产生的热也是昏暗而微弱的。因此,如果由反射而在月亮中产生的光能够加热空气,那么太阳纯粹的光就远更是此处之热的原因,而非太阳随恒星天球的旋转。热是与光天然结合在一起的;因为热也伴随着火。因为通过这些论述已经证明,太阳是凭借性质而非凭借运动的速度来加热我们周围的事物的。而即便太阳光线的反射使由它产生给我们的热变得更加猛烈,这也不是否定它自身也凭借性质加热我们的理由,因为火的光线落在石头或物体上,比如镜子、纯化的银以及水上,同样从它们反射向我们时,也会由于剧烈灼烧而使我们极为痛苦,但我们并不会因此就剥夺火在没有反射时也具有加热的作用。
- 1.34ἀλλ’ ἡ
此处引出文脉上的二选一结构(“要么归咎于整个天球的运动,要么……”),底本中的 ἀλλ’ ἡ 当作表示析取的连词 ἀλλ’ ἢ 理解。
- 1.34οὐδὲν ἄρα τὸ βραχὺ τοῦτο τοῦ τάχους ὃ ὑπολείπεται τοῦ ἡλίου ἡ σελήνη, ἐμποδίζειν ἦν δυνατὸν πρὸς τὸ τὰ τῇδε θερμαίνεσθαι ὑπὸ τῆς σεληνιακῆς κινήσεως συνεχῆ ὄντα ταύτῃ, ὅσον ἡ ἀσύμμετρος πρὸς τὸ * * τοῦ ἡλίου ἀπόστασις.
句子的核心骨架为“主语(τὸ βραχὺ τοῦτο τοῦ τάχους)+动词结构(ἐμποδίζειν ἦν δυνατὸν)+目的短语(πρὸς τὸ ... θερμαίνεσθαι)+由 ὅσον 引出的比较从句”。尽管底本有脱文标记( ),但文意清晰表明月亮微小的速度落后绝不能像太阳巨大的不成比例距离那样阻碍热的传递。
- 1.34οὐκ ἀπάλλαξις τοῦτο τοῦ καὶ αὐτὴν θερμαίνειν ἡμᾶς κατὰ ποιότητα
名词 ἀπάλλαξις 支配属格不定式短语 τοῦ ... θερμαίνειν,构成“这并不能免除(否定)……加热”的句式。不定式的逻辑主语阴性宾格 αὐτήν 在形态上呼应前面的 θερμότητα(热),但在文脉中当作阳性宾格 αὐτόν 的误写而指代太阳自身。
