← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§41.18-42.25

对将太阳视为固体以生热说的批判

斐洛波诺斯批判性地考察了亚里士多德关于太阳作为“固体”而加热地上空气的论点,反驳指出若将“固体”理解为具抵抗性的物体,天体就必须具备四元素的对立性质;且若以接触传热为前提,中间的天球和月亮本应更加剧烈地加热月下之物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.34#2

καὶ τοῦτο δὲ διέλυσεν ὁ Ἀριστοτέλης εἰπὼν μάλιστα γὰρ ἡ τοῦ στερεοῦ διακρίνει κίνησις αὐτόν, τὸν ἀέρα δηλονότι, στερεὸν λέγων τό τε τοῦ ἡλίου σῶμα καὶ τῶν ἄλλων ἀστέρων. καὶ γὰρ λίθος κινούμενος θερμαίνει τὸν ἀέρα μᾶλλον ἢ φύλλον τυχὸν ἢ ἔριον ἤ τι τοιοῦτον· εἰκότως οὖν καὶ ὁ ἥλιος στερεὸς ὢν τῇ ἑαυτοῦ κινήσει θερμαίνει μᾶλλον ἡμᾶς τῶν λοιπῶν. τὰ μὲν οὖν Ἀριστοτέλους καὶ τῶν ὑπ’ αὐτὸν τοιαῦτα· δεῖ δὲ καὶ ἡμᾶς τὰ πρὸς ἕκαστον ἐνιστάμενα λέγειν ὑπὲρ ἀληθείας τὸν λόγον ποιουμένους. πρῶτον μὲν οὖν τί καλεῖ νῦν στερεόν, ζητητέον, πότερον τὸ τριχῇ διαστατόν, ὃ πρὸς ἀντιδιαστολὴν λέγεται τῶν ἐπιπέδων στερεόν, ἢ τὸ ἀντίτυπον καὶ τῇ ἁφῇ μὴ ὑπεῖκον, ὡς καὶ Πλάτων· στερεὰ γὰρ εἶναι τὰ οὐράνιά φησιν ὡς μετέχοντα γῆς· μόνην γὰρ τῶν στοιχείων εἶναι τὴν γῆν στερεὸν σῶμα. τὸ μὲν οὖν πρότερον ἀδύνατον· πάντα γὰρ τὰ οὐράνια σώματα τριχῇ διέστη. λείπεται οὖν τὸ ἀντίτυπον καὶ τῇ ἁφῇ μὴ εἶκον καλεῖσθαι νῦν στερεόν, ὡς καὶ τὴν γῆν στερεὰν εἶναί φαμεν, οὐκέτι δὲ τὸν ἀέρα καὶ τὸ ὕδωρ ἢ τὸ πῦρ ὡς εἴκοντα τῇ ἁφῇ καὶ ῥευστά. εἰ οὖν τοῦτο καλεῖ νῦν στερεόν, τὸ σκληρὸν καὶ ἀντίτυπον, ταύτας δὲ πάσας τὰς ἀντιθέσεις ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς ὑπὸ τὸ θερμὸν τέταχε καὶ ψυχρὸν ξηρόν τε καὶ ὑγρόν, πρῶτον μὲν ἀνάγκη καὶ τὰ οὐράνια τῶν δύο τούτων μετέχειν ἀντιθέσεων, ὧν καὶ τὰ ὑπὸ σελήνην πάντα μετέχει, θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ· καὶ λέληθεν ἑαυτὸν ὁ Ἀριστοτέλης τοῖς ἐκ τῶν τεσσάρων ἐκεῖνα συντιθεῖσι συμφωνῶν,1 ἐκ πλείστου δὲ τὰ ἄστρα πυρός. δεύτερον εἰ ἑκάστη τῶν σφαιρῶν καὶ τῶν ἄστρων ἕκαστον ἰδίῳ σχήματι τῷ σφαιρικῷ περιγράφεται, δῆλον ὡς ἀνάγκη στερεὸν εἶναι καὶ ἀντίτυπον τῶν οὐρανίων ἕκαστον· σφαιρικὰ γάρ ἐστι πάντα. εἰ γὰρ μὴ τοιοῦτον, οὐκ ἐφύλαττεν ἐν τῇ οὕτως ὀξείᾳ κινήσει τὸ ἴδιον σχῆμα. τὰ γὰρ μὴ ἀντίτυπα, μαλακὰ δὲ τὴν φύσιν καὶ ὑγρὰ καὶ τοῖς ἁπτομένοις ῥᾳδίως εἴκοντα σχῆμα οὐκ ἔχουσιν ἴδιον, δυσόριστα μὲν ἰδίῳ ὅρῳ τὴν φύσιν ὄντα, ἀλλοτρίῳ δὲ καὶ τῷ τοῦ περιέχοντος ὁριζόμενα σχήματι, οἷός ἐστιν ὁ ἀὴρ καὶ τὸ ὕδωρ. εἰ οὖν ἑκάστη τῶν οὐρανίων σφαιρῶν καὶ τῶν ἀστέρων ἕκαστος ἰδίῳ περιγράφεται σχήματι καὶ τοῦτο ἔχει μηδενὶ τῶν ἀντιβαινόντων μηδὲ τῇ τοσαύτῃ ῥύμῃ παρατρεπόμενον, στερεαί που πάντως εἰσὶ καὶ αὐταὶ αἱ σφαῖραι καὶ οἱ ἀστέρες οἷα ἀντίτυποι. τούτου δὲ οὕτως ἔχοντος, εἰ τὸ στερεὸν τῆς οὐσίας τοῦ ἡλίου αἴτιον εἶναι νομίζει τοῦ τῇ ἑαυτοῦ κινήσει τὸν ἀέρα θερμαίνειν, πολλῷ μᾶλλον ἔδει τὰς σφαίρας τοῦτο ποιεῖν,2 ὅσῳ καὶ τοῦ ἡλίου ἀπείρῳ μεγέθει σχεδὸν ὑπερβάλλουσι, καὶ τὴν σελήνην ὁμοίως μᾶλλον τῶν ἄλλων πλησιάζουσαν τοῖς ὑπ’ αὐτὴν σώμασι καὶ ἁπτομένην αὐτῶν. ὁ γὰρ ἥλιος τὴν μέσην ἐπέχων ζώνην οὐδ’ ὅλως τῶν ὑπὸ σελήνην ἅπτεται σωμάτων, τρεῖς ἔχων σφαίρας τῶν πλανωμένων μετ’ αὐτόν, τὴν Ἑρμαϊκήν, τὴν τοῦ στίλβοντος, τὴν τῆς σελήνης·3 οὐδὲν δὲ τῶν φύσει ποιούντων ἄνευ ἁφῆς εἰς ἕτερον δρᾷ. ποιεῖ μὲν γὰρ εἰς ἡμᾶς τὸ πῦρ ἐν τοῖς βαλανείοις οὐκ ἀμέσως, ἀλλὰ πρῶτον τὰς παρακειμένας αὐτῷ θερμαῖνον πλίνθους· αὗται δὲ τὸν μετ’ αὐτὰς ἀέρα θερμαίνουσι προσεχῆ ὄντα, κἀκεῖνος πάλιν ἡμᾶς. ὥστε εἰ τῇ κινήσει μόνῃ καὶ μὴ τῇ ποιότητι διὰ μέσου τῶν ἑξῆς σφαιρῶν τὰ ὑπὸ σελήνην ὁ ἥλιος θερμαίνει, πρῶτον ἄρα τὰς μετ’ αὐτὸν σφαίρας θερμαίνει, ἵν’ οὕτω θερμανθεῖσαι καὶ αὐταὶ τὸν ἀέρα θερμάνωσι.

亚里士多德也解决了这个难题,他说“因为尤其是固体的运动才离析它”,显然是指离析空气,并将太阳以及其他星体的物体称为“固体”。因为一块运动的石头,大概比一片树叶或羊毛或诸如此类的东西更能加热空气;因此顺理成章地,太阳也作为固体,凭其自身的运动比其余天体更能加热我们。亚里士多德及其追随者的说法便是如此;但在为真理立论时,我们也必须陈述针对每个要点所提出的反驳。首先,必须探讨他现在所谓的“固体”究竟是指什么:是与平面相对而被称为“固体”的、在三个维度上展开之物,还是具有抵抗性且不顺从触觉之物,正如柏拉图也说过的——因为他说天体作为分有土的成分而是固体的,因为在诸元素中唯有土才是固体的物体。前一种解释是不可能的;因为所有的天体都在三个维度上展开。因此剩下的只有:现在被称为“固体”的是具有抵抗性且不顺从触觉之物,正如我们也说土是固体的,却不再说空气、水或火是固体的,因为它们顺从触觉且具有流动性。因此,如果他现在所谓的“固体”是指坚硬且具有抵抗性之物,并且他在《论生成与消灭》中已将所有这些对立配置在热与冷、干与湿之下,那么首先,天体也必然分有月下一切事物所分有的这两组对立,即热与冷、干与湿;而亚里士多德在不知不觉中便认同了那些将天体由四元素构成、并将星体主要由火构成的人。其次,如果各天球与各星体都由其固有的球形形状所限定,显然天体中的每一者都必然是固体且具有抵抗性的;因为它们全都是球形的。如果它不是这种性质的,它就绝不可能在如此迅疾的运动中保全其固有的形状。因为那些没有抵抗性、本性柔软且具有流动性、容易顺从触碰之物的物体,并不拥有固有的形状,在天性上难以由自身的界限来限定,而是由外在的形状、即包围它的物体的形状来限定,正如空气和水那样。因此,如果各天球和各星体都由固有的形状所限定,并且不被任何抵触之物、也不被如此巨大的势头所改变而保持着这一形状,那么这些天球自身和星体作为具有抵抗性之物,无论如何无疑完全是固体的。既然情况如此,如果他认为太阳实体的固体性是太阳凭自身运动加热空气的原因,那么天球就更应当做这件事,因为天球在大小上几乎以无限的量度超出太阳,同样月亮也应当如此,因为它比其他天体更接近其下的诸物体并与之相接触。因为占据中间区域的太阳根本没有接触月下的诸物体,在它之后还有三层行星天球,即赫尔墨斯之球、闪烁者之球、月亮之球;而凡按本性发生作用的事物,没有一个是离开接触而作用于另一者的。因为浴场中的火并非直接作用于我们,而是首先加热紧邻它的砖石,这些砖石又加热紧接着与它们挨着的空气,而那空气又反过来加热我们。因此,如果太阳纯凭运动而非凭性质,通过其下一连串天球的中介来加热月下的诸事物,那么它必然首先加热排在它之后的天球,以便它们自身通过如此被加热,进而也能加热空气。

语法注3 条
  1. 1.34καὶ λέληθεν ἑαυτὸν ὁ Ἀριστοτέλης τοῖς ἐκ τῶν τεσσάρων ἐκεῖνα συντιθεῖσι συμφωνῶν

    此处结合了 λανθάνω、反身代词 ἑαυτόν 以及补充动名词(分词)συμφωνῶν,构成习惯表达,意为“他在不知不觉中(没有察觉到自己)赞同了……”。其中 ἐκεῖνα 指代前文的 τὰ οὐράνια(天体)。

  2. 1.34πολλῷ μᾶλλον ἔδει τὰς σφαίρας τοῦτο ποιεῖν

    由非人称动词 ἔδει 加上不定词构成的与事实相反的推论。尽管条件从句 εἰ ... νομίζει 使用了直陈式现在时,但主句使用未完成过去时 ἔδει 来表达违背事实的推论:“天球(本来)远更应当做这件事(而事实并非如此)”。

  3. 1.34τὴν Ἑρμαϊκήν, τὴν τοῦ στίλβοντος, τὴν τῆς σελήνης

    此处列举了太阳之下的三层行星天球。在古代行星次序中,通常指金星、水星和月球;虽然 στίλβων 与 Ἑρμῆς 在传统上通常是水星的别名,但文本在此将 τὴν Ἑρμαϊκήν、τὴν τοῦ στίλβοντος 和 τὴν τῆς σελήνης 作为三个宾格短语并列排列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:41.18-42.25