← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§40.7-41.18

太阳运动产热的条件与其运行速度

针对亚里士多德的文本(341a17),注疏者结合运动的速度与距离的邻近这两个条件,解释了太阳自身虽不具热性却能加热地上事物的原因。他通过区分本轮固有运动与周日旋转运动,并根据轨道圆周的大小,论证了太阳何以比月亮更快,最后提出了夜间为何不发热的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.34#1

" Ὁρῶμεν δὴ τὴν κίνησιν ὅτι δύναται1 διακρίνειν τὸν ἀέρα καὶ ἐκπυροῦν, ὥστε καὶ τὰ φερόμενα τηκόμενα φαίνεσθαι πολλάκις. τὸ μὲν οὖν γίνεσθαι τὴν ἀλέαν καὶ τὴν θερμότητα ἱκανή ἐστι παρασκευάζειν καὶ ἡ τοῦ ἡλίου φορὰ μόνον· ταχεῖάν τε γὰρ δεῖ καὶ μὴ πόρρω εἶναι, καὶ τὰ ἑξῆς." Ὅτι δύναται μὴ θερμὸς ὢν ὁ ἥλιος τῇ ταχείᾳ μόνῃ κινήσει θερμαίνειν τὰ τῇδε, δείκνυσι ἐξ ἐναργοῦς τινος λήμματος, τοῦ τὴν κίνησιν θερμαίνειν διακρίνουσαν τὸν ἀέρα καὶ μανοῦσαν, δι’ οὗ γίνεται. τούτου δὲ λαμβάνει τεκμήριον τὸ πολλάκις τήκεσθαι τὰ δι’ αὐτοῦ φερόμενα σφοδρῶς τῶν τήκεσθαι πεφυκότων, ὡς ὁ μόλιβδος ὁ τὴν ἀκίδα τοῦ βέλους τῷ ξύλῳ συνέχων· ἐκπυρουμένου γὰρ τῇ σφοδρᾷ κινήσει τοῦ ἀέρος τοῦ ὁμιλοῦντος αὐτοῖς ἐν τῇ παρόδῳ ἡ τῆξις γίνεται. εἰ οὖν ἡ κίνησις θερμαίνει, καὶ τὸ μᾶλλον ἄρα κινούμενον μᾶλλον θερμαίνει τὸν δι’ οὗ κινεῖται ἀέρα καὶ τὸ πλησιαίτερον τοῦ θερμαινομένου μᾶλλον θερμαίνει. οἱ μὲν οὖν ἀπλανεῖς ταχυτέραν μὲν πάντων τὴν κίνησιν ἔχουσιν, ἀλλὰ πορρωτάτω διεστήκασι λίαν τῶν ὑπὸ σελήνην· ἡ δὲ σελήνη ἐγγυτάτω μὲν αὐτῶν ἐστιν, ἀλλὰ βραδυτέραν ἔχει τὴν κίνησιν· δεῖ δὲ καὶ τάχους καὶ τοῦ πλησιάζειν τῷ θερμαίνεσθαι μέλλοντι τὸ κινούμενον.2 μόνος οὖν ὁ ἥλιος οὔτε τοσοῦτον ἡμῶν ἀφέστηκεν ὅσον ἡ ἀπλανής, καὶ ταχυτέραν πολλῷ τῆς σελήνης ἔχει τὴν κίνησιν. τοῦτο δὲ τοῖς ἐναργέσι δοκεῖ μάχεσθαι· εἰ γὰρ τὸν ὅλον κύκλον ἡ μὲν σελήνη διὰ μηνὸς ἀνύει, ὁ δὲ ἥλιος δι’ ἐνιαυτοῦ, πῶς λέγει τὸν ἥλιον τῆς σελήνης κινεῖσθαι ταχύτερον; φημὶ τοίνυν ὡς διττὴ τῶν πλανωμένων ἐστὶν ἡ κίνησις, ἡ μὲν τῇ ἀπλανεῖ συνεπαγομένων αὐτῶν ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν, ἡ δὲ τοὔμπαλιν ἐκ δυσμῶν ἐπ’ ἀνατολάς, ἣν αὐτοὶ κινοῦνται καθ’ αὑτοὺς ἢ μᾶλλον αἱ σφαῖραι τούτων. κατὰ μὲν οὖν τὴν ἰδίαν αὐτῆς ἡ σελήνη κίνησιν τοῦ ἡλίου ἐστὶ ταχυτέρα, κατὰ δὲ τὴν ἅμα τῷ παντὶ συμπεριφοράν, περὶ ἧς καὶ ὁ Ἀριστοτέλης ἐνταῦθά φησι, πολλῷ τοῦ ἡλίου ἐστὶ βραδυτέρα. τοῦ γὰρ ἡλίου μείζονα κινουμένου κύκλον, τῆς δὲ σελήνης ἐλάττονα, ὅμως ἐν ἴσῳ χρόνῳ συναποκαθίστανται· τοῦτο δὲ οὐ γίνεται, εἰ μὴ ταχύτερον ὁ τὸν μείζονα κύκλον ἐπέχων ἐκινεῖτο, καὶ τοσοῦτον ταχύτερον, ὅσον καὶ ὁ κύκλος τοῦ κύκλου μείζων ἐστίν. εἰ δὲ τὴν ἀπὸ τῆς γῆς ἀπόστασιν ὁ ἥλιος ἐγγὺς εἰκοσαπλασίονα διέστηκε τῆς σελήνης, ὡς καὶ πρότερον εἴπομεν, οὐκοῦν καὶ τὸν κύκλον ἐφ’ οὗ ὁ ἥλιος τοῦ κύκλου τοῦ ἐφ’ οὗ ἡ σελήνη τοσοῦτον ὑπερέχειν ἀνάγκη· ὡς γὰρ ἡ διάμετρος ἔχει πρὸς τὴν περίμετρον.3 τοῦτο καὶ Ἄρατος εἶπεν ἐπὶ τοῦ κριοῦ καὶ τῆς κυνὸς οὐρᾶς, τοῦ μὲν ἐν μεγίστῳ κύκλῳ ὄντος τῷ ἰσημερινῷ, τῆς δὲ ἐν ἐλαχίστῳ, ἅμα δὲ ὅμως ἀποκαθισταμένων· αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθοι, ὅς ῥά τε καὶ μήκιστα διωκόμενος πέρι κύκλα οὐδὲν ἀφαυρότερον τροχάει κυνοσουρίδος ἄρκτου. καὶ ἄλλως διὰ τὸ τὴν ἰδίαν κίνησιν ταχυτέραν τοῦ ἡλίου ποιεῖσθαι τὴν σελήνην, διὰ τοῦτο μετὰ τοῦ παντὸς βραδυτέραν ἔχει. ἐν μὲν γὰρ τῇ κινήσει τῆς ἀπλανοῦς αὐτῆς καθ’ αὑτὴν κατὰ τὴν ἰδίαν κίνησιν τῆς σελήνης ὑπονοστούσης εἰς τοὔμπαλιν ἀνάγκη πάντως συνανατέλλουσαν τῷ ἡλίῳ μὴ συνδύνειν αὐτῷ, ἀλλ’ ὑστερεῖν μέχρις ἂν ὃ ὑπενόστησε διάστημα κατὰ τὴν ἰδίαν κίνησιν συμπεριενεχθῇ τῇ ἀπλανεῖ μέχρι τῆς δύσεως. ἀλλ’ εἰ ἡ κίνησις, ἐρεῖ τις, τῶν οὐρανίων θερμαίνει, διὰ τί μὴ καὶ ἐν νυκτὶ θερμαίνεται τὰ ἐνταῦθα, οὐδὲν ἧττον καὶ τότε τῶν σφαιρῶν κινουμένων, ἀλλὰ μόνην τὴν τοῦ ἡλίου κίνησιν αἰτιώμεθα;

“事实上我们看到,运动能够离析空气并使其燃烧,以至于飞行的物体也屡屡显出熔化。因此,温暖与热的产生,单是太阳的运行就足以促成;因为运行必须迅疾且不遥远,等等。” 太阳虽然自身不是热的,却能仅凭迅速的运动来加热此地的诸事物,他由一个明白显见的前提证明了这一点,即运动通过离析并稀疏〔运动〕在其间发生的空气而致热。关于这一点,他所引取的证据是,在空气中猛烈飞行的那些按天性易熔的物体屡屡熔化,例如将箭镞固定在箭杆上的铅;因为通过猛烈的运动,在穿行中与它们接触的空气燃烧起来,熔化便由此发生。既然运动能致热,那么运动得更剧烈的物体,也就会更加加热它穿行于其中的空气,而距离被加热物更近的物体,也加热得更厉害。恒星固然拥有一切天体中最迅疾的运动,但它们距月下的诸事物极其遥远;月亮虽然距它们最近,运动却较为迟缓;然而迅疾与运动之物接近将要被加热之物,这两者都是必需的。因此唯独太阳既不像恒星天那样远离我们,又拥有远比月亮迅疾的运动。但这似乎与显而易见的事实相抵触:因为如果月亮在一个月内走完全部圆周,而太阳在一年内走完,他怎么能说太阳运动得比月亮更快呢?因此我说,行星的运动具有双重性:一种是它们伴随着恒星天从东向西运行,另一种是反过来从西向东运行,这是它们自身、或者更确切地说是它们各自的天球所进行的运动。因此,就其固有的运动而言,月亮比太阳更快;但在与全宇宙一同旋转的运动中——这也就是亚里士多德在此所谈论的运动——月亮远比太阳迟缓。因为虽然太阳运行在一个更大的圆上,月亮运行在一个较小的圆上,它们却在相等的时间内一同复位;而除非占据更大圆周的物体运动得更快,且其速度之快正相当于该圆大于另一圆的倍数,否则这是不可能发生的。如果太阳距大地的距离几乎是月亮距大地距离的二十倍,正如我们前面所说的那样,那么太阳所在的圆也必然按同样的倍数超出月亮所在的圆;因为直径之比即等于周长之比。这一点也是阿拉托斯就白羊座与小熊座的尾巴所说的,前者位于最大的圆即天赤道上,后者位于最小的圆上,然而它们却同时复位:“白羊座自身的轨道最为迅速,它沿着最长的圆周飞驰,奔跑的速度丝毫不亚于小熊座。”不仅如此,正因为月亮自身的固有运动比太阳更迅速,由于这个原因,它伴随全宇宙的运动才更为迟缓。因为在恒星天的运动中,当月亮自身依照其固有运动向相反方向退行时,它与太阳一同升起时无论如何绝不会与太阳一同落下,而是必然滞后,直到它依照固有运动所退行的距离伴随着恒星天被带至日落为止。然而有人会说:如果天体的运动能致热,为什么此地的诸事物在夜间不被加热呢?那时天球的运动丝毫不减,为什么我们只将原因归于太阳的运动呢?

语法注3 条
  1. 1.34Ὁρῶμεν δὴ τὴν κίνησιν ὅτι δύναται

    先取构式(prolepsis)。从属从句(ὅτι 从句)在句法上的主语 ἡ κίνησις 被提前作为主句动词 ὁρῶμεν 的宾格宾语(τὴν κίνησιν)。

  2. 1.34δεῖ δὲ καὶ τάχους καὶ τοῦ πλησιάζειν τῷ θερμαίνεσθαι μέλλοντι τὸ κινούμενον

    无人称动词 δεῖ 并列接属格补足语 τάχους 与加冠词不定式的属格 τοῦ πλησιάζειν。宾格成分 τὸ κινούμενον 作不定式 πλησιάζειν 的逻辑主语,而与格短语 τῷ θερμαίνεσθαι μέλλοντι 是 πλησιάζειν 所要求的与格补足语。

  3. 1.34ὡς γὰρ ἡ διάμετρος ἔχει πρὸς τὴν περίμετρον

    表达数学比例关系的省略句式,意指“直径之比相当于圆周之比”。其结构省落了相关的后半部分,即 ὡς ἡ διάμετρος [πρὸς τὴν διάμετρον ἔχει, οὕτως ἡ περίμετρος] πρὸς τὴν περίμετρον [ἔχει] 的简缩表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:40.7-41.18