- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:39.19-40.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述转向亚里士多德所提出的第二个问题,即自身并非发热的太阳与天体如何产生热量;约翰·斐洛庞诺解释了为何这一议题虽然严格属于感觉论,但就气象学而言在此处讨论亦属切合。
" Περὶ δὲ τῆς γινομένης θερμότητος, ἣν παρέχεται ὁ ἥλιος, μᾶλλον μὲν καθ’ ἑαυτὸ καὶ ἀκριβῶς ἐν τοῖς περὶ αἰσθήσεως προσήκει λέγειν· πάθος γάρ τι τὸ θερμὸν αἰσθήσεώς ἐστι·1 διὰ τίνα δ’ αἰτίαν γίνεται μὴ τοιούτων ὄντων ἐκείνων τὴν φύσιν,2 λεκτέον καὶ νῦν." Δύο τὴν ἀρχὴν προβλήματα ζητῆσαι προὔθετο, πρῶτον μὲν ποίου σώματος τὸ μεταξὺ τῶν ἄστρων καὶ τῆς γῆς πεπλήρωται διάστημα, πότερον ἑνὸς ἢ πλειόνων, καὶ εἰ πλειόνων, ποίων τούτων καὶ τίνα πρὸς ἄλληλα τάξιν ἐχόντων· δεύτερον πῶς τὰ ἄστρα καὶ ὁ ἥλιος θερμαίνουσι τὰ ὑπὸ σελήνην αὐτὰ μὴ ὄντα θερμά. διδάξας τοίνυν αὐτάρκως τὸ πρότερον, πρόεισιν νῦν ἐπὶ τὸ δεύτερον, εἰπὼν μὲν περὶ τούτου καὶ ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ, χρησίμως δὲ καὶ νῦν τοὺς αὐτοὺς πάλιν λόγους ἀνακινῶν. φησὶ τοίνυν ὡς ὁ περὶ θερμότητος λόγος καθ’ αὑτὸν μὲν καὶ ἀκριβέστερον πρέποι ἂν τῇ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν πραγματείᾳ. τὸ γὰρ θερμὸν αἰσθήσεώς ἐστι πάθος, ἡ δὲ αἴσθησις αἰσθητοῦ αἴσθησις, καὶ ἔμπαλιν τὸ αἰσθητὸν αἰσθήσει ἐστὶν αἰσθητόν· ταῦτα δὲ πρός τι, τὰ δὲ πρός τι τῶν ἀντικειμένων, τῶν δὲ ἀντικειμένων μία ἐστὶν ἡ ἐπιστήμη καὶ θάτερον τοῦ λοιποῦ χωρὶς γνῶναι προσηκόντως ἀδύνατον. οὐκοῦν ὁ περὶ αἰσθητῶν διαλεγόμενος (αἰσθητὸν δὲ τὸ θερμόν) καὶ περὶ αἰσθήσεως διαλέξεται, καὶ ἔμπαλιν ὁ περὶ αἰσθήσεως καὶ αἰσθητοῦ πάντως. καλῶς ἄρα εἴπομεν ὅτι ὁ περὶ τοῦ θερμοῦ λόγος τῇ Περὶ αἰσθήσεως προσήκων ἂν εἴη πραγματείᾳ· πλὴν ἐπειδὴ μὴ ἁπλῶς ὡς περὶ αἰσθητοῦ τοῦ θερμοῦ τὸν λόγον ποιούμεθα νῦν, ἀλλὰ μόνον πῶς, εἰ μὴ θερμός ἐστι τὴν φύσιν ὁ ἥλιος, θερμαίνει τὰ τῇδε, χρήσιμος ἂν εἴη τῇ περὶ τῶν μετεώρων θεωρίᾳ καὶ ἡ περὶ τούτου διάσκεψις.
“关于由太阳所提供的生成的热,按其自身而言、精确地说,在《论感觉》中谈论更为合适;因为热是感觉的一种受动[对象]。但那些天体在天性上既然不是那样的,这究竟是出于何种原因而生成,在眼下也必须加以说明。” 他最初提出要探究两个问题:第一,星辰与大地之间的间隔充满了何种物体,是单一的还是多个,如果是由多个物体构成,这些物体各是何种,又彼此具有何种秩序;第二,星辰与太阳自身并不是热的,它们如何加热月下的诸事物。于是,在充分教导了前一个问题之后,他现在进至第二个问题;虽然他关于这一点在《论天》第二卷中也曾谈及,但眼下再次重新提出同样的论证也是有用的。因此他说,关于热的论述,按其自身且更精确地来说,是属于《论感觉与感觉对象》这一著作的。因为热是感觉的一种受动[对象],而感觉是感觉对象的感觉,反过来,感觉对象则是对感觉而言可被感觉的;而这些属于相对物,相对物属于对立者,对于诸对立者的知识是单一的,离开了另一方就不可能恰当地认识其中一方。所以,谈论感觉对象的人(热就是一种感觉对象)也必然会谈论感觉,反过来,谈论感觉的人也无论如何必然会谈论感觉对象。因此我们说得完全正确:关于热的论述理应属于《论感觉》这一著作;不过,由于我们现在并非无限定地把热作为感觉对象来立论,而仅仅是论及若太阳在天性上不是热的,它如何加热此地的诸事物,所以关于这一点的考察对于气象理论而言也是有用的。
- 1.33πάθος γάρ τι τὸ θερμὸν αἰσθήσεώς ἐστι
αἰσθήσεως 既可被理解为宾格性属格(作用于感觉的受动),但结合斐洛庞诺在后文将 αἴσθησις(感觉)与 αἰσθητόν(感觉对象)作为相关物(πρός τι)并举的推论,此处将其作为表示相应官能关联的关系性属格来把握最为恰当。
- 1.33μὴ τοιούτων ὄντων ἐκείνων τὴν φύσιν
此为独立属格结构(μὴ τοιούτων ὄντων ἐκείνων),内含表示视角的宾格(τὴν φύσιν,在天性方面)。代词 ἐκείνων 指代上文提及的太阳及天体,τοιούτων 则指代前文的“热”(τὸ θερμόν)。
