- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:37.35-39.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注了天体、点火物与气之间的接触与连续性(341a2),以及点火物与气之间局部交替发生的相互转变与元素均等化(341a5),并反驳了亚历山大对文句结构的解释,提出了自己的解读。
" Τὸ μὲν γὰρ πῦρ τῷ ἄνω στοιχείῳ, τῷ δὲ πυρὶ ὁ ἀὴρ συνεχής ἐστι." Τῇ συνηθείᾳ πάλιν ἑπόμενος πῦρ ἐκάλεσε τὸ ὑπέκκαυμα· τοῦτο μὲν οὖν, φησί, συνεχές1 ἐστι τῷ ἄνω στοιχείῳ, τουτέστι τῷ οὐρανίῳ. εἴπομεν δὲ καὶ πρὸ τούτου ὅτι συνεχὲς ὠνόμασε τὸ προσεχὲς αὐτῶν καὶ ἁπτόμενον· ὁ δὲ ἀὴρ τῷ ὑπεκκαύματι συνεχής ἐστι κατ’ ἀλήθειαν. ἑνὸς γὰρ καὶ πρότερον εἶπεν ἀέρος τοῦ ἀπὸ τῆς γῆς μέχρι σελήνης τὸ μὲν τῶν μερῶν εἶναι θερμὸν καὶ ὑγρόν, τὸ δὲ θερμὸν καὶ ξηρόν· ὥστε καὶ τὸ ὑπ’ αὐτοῦ καλούμενον ὑπέκκαυμα καλεῖσθαι ἀέρα θερμὸν καὶ ξηρόν. καὶ Πλάτων γοῦν τὸν αἰθέρα τοῦ ἀέρος εἶναί φησι τὸ εὐαγέστατον.
“因为火与上方的元素连续,而气与火连续。” 他再次遵循惯用说法,将点火物称为“火”;因此他说,这一[点火物]与上方的元素,即天体元素是连续的。我们此前也曾说过,他将它们邻接且相接触称为“连续”;但气与点火物则是真正意义上的连续。因为他此前曾说,从大地直到月球的单一的气,其各部分中一部分是热且湿的,另一部分则是热且干的;因此被他称为“点火物”的,也被称为热且干的气。无论如何,柏拉图也说以太是气之最纯净者。
"Ἀλλ’ ἀεὶ ὅτι ἂν βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ2 κάτω φέρεται, ἄλλα δ’ ἐν μέρει συναναφέρεται τῷ ἀναθυμιωμένῳ πυρί, καὶ οὕτω συνεχῶς τὸ μὲν ἀέρος διατελεῖ πλῆρες ὄν, τὸ δὲ πυρός, καὶ ἀεὶ ἄλλο καὶ ἄλλο γίνεται ἕκαστον αὐτῶν." Ἐπειδὴ εἶπεν ἐν τῷ ἄνω τόπῳ μὴ συνίστασθαι νέφη μηδὲ τὴν εἰς ὕδωρ γίνεσθαι μεταβολήν, τούτου δ’ οὕτως ἔχοντος συνέβαινεν ἐκεῖνο τὸ σῶμα μένειν ἀεὶ τὸ αὐτό, μήτε γινόμενόν ποτε μήτε φθειρόμενον, τοῦτο δὲ παρὰ τὰ ἐναργῆ καὶ βλεπόμενα (φαίνεται γὰρ τὰ ὑπὸ σελήνην στοιχεῖα γινόμενά τε καὶ φθειρόμενα καὶ τὴν εἰς ἄλληλα μεταβολὴν ὑπομένοντα), πρὸς ταύτην τὴν ὑπόνοιαν ὑπαντῶν τὰ νῦν παρέθετο. εἴ τι γάρ, φησίν, ἐν ἐκείνῳ τῷ τόπῳ γένηται βαρύ τε καὶ ὑγρὸν διὰ τὸ παθεῖν ὑπὸ τῶν παρακειμένων, ἢ εἰ καί τι συνανενεχθείη τῇ ἀναθυμιάσει τῇ καπνώδει τοιοῦτον, εὐθὺς φέρεται κάτω ἐκεῖ μένειν ἐν τῷ τόπῳ τῷ παρὰ φύσιν οὐκ ἀνεχόμενον, ὡς καὶ τοὐναντίον εἴ τι τῶν κάτω πυρωθὲν γένηται κοῦφον, εἰ καὶ συγκατενεχθείη τῷ ἄνωθεν διὰ τὸ βάρος κατενεχθέντι, εὐθὺς ἄνω φέρεται. συμπεπλεγμένων γὰρ τῶν ἀναθυμιάσεων ἀμφοτέρων τῆς ξηρᾶς τε καὶ τῆς ὑγρᾶς, τῆς δὲ ξηρᾶς ἄνωθεν οὔσης, συναναφέρεται πολλάκις καὶ τὸ συναπειλημμένον αὐτῇ τῆς ὑγρᾶς· καὶ ἔμπαλιν εἴ τι συναπειληπται τῇ ὑγρᾷ τῆς ξηρᾶς, κάτω φερομένης συνεφέλκεται πολλάκις αὐτῇ ἡ ξηρά. ἀλλ’ εἰ μὲν κρατήσει τὸ πλεονάζον, μεταβάλλει τὸ λοιπὸν εἰς ἑαυτό· εἰ δὲ μὴ κρατήσει, ἐπὶ τὸν οἰκεῖον εὐθὺς μεταχωρεῖ τόπον τὸ μὴ κρατηθέν, τὸ ξηρὸν μὲν ἄνω, τὸ ὑγρὸν δὲ κάτω. καὶ ἄλλως ἁπτομένων ἀλλήλων καὶ συνεχῶν ὄντων τῶν δύο σωμάτων ἀέρος τε καὶ τοῦ ὑπεκκαύματος, πάσχειν εἰκὸς ὑπ’ ἀλλήλων κατὰ μέρη τὸ κρατηθὲν ὑπὸ τοῦ κρατήσαντος, καὶ τὸ μὲν κρατηθὲν μόριον ὑπὸ τοῦ ἀνωτέρω καὶ γινόμενον ξηρὸν εὐθὺς ἐπ’ αὐτὸ φέρεται, τὸ δ’ αὖ πάλιν ὑπὸ τοῦ κάτω κεκρατημένον καὶ γενόμενον ὑγρὸν βρίθει κάτω πρὸς τὸ κρατῆσαν· καὶ οὕτως ἀμοιβαδὸν τῆς εἰς ἄλληλα κατὰ μέρη γινομένης μεταβολῆς ἑκάτερος μὲν τῶν τόπων τῆς ἐν αὐτῷ πεφυκυίας εἶναι πλήρης ἐστὶν οὐσίας, οὐκ ἀεὶ δὲ τῆς αὐτῆς ἀριθμῷ, ἄλλοτε δ’ ἄλλης ἀπὸ μέρους εἰς αὐτὸν μεταχωρούσης. οὕτω μὲν οὖν ἡ τῶν στοιχείων ἐξίσωσις γίνεται. ἔστι δὲ ἡ λέξις ἀσαφὴς οὕτως ἔχουσα ἀλλ’ ἀεὶ ὅτι ἂν βαρύνηται μόριον αὐτοῦ3 ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ κάτω φέρεται. τοῦτο δὲ οὕτως ὁ Ἀλέξανδρος ἐξηγήσατο κατὰ λέξιν “ὅτι δ’ ἂν ἐν αὐτῷ ὑγρότερόν τε καὶ βαρύτερον μόριον ἢ γένηται ἢ συνανενεχθῇ, τοῦτο κάτω φέρεται ἐκθλιβομένου ἐν τῇ κινήσει τε καὶ περιφορᾷ τοῦ ἀναφέροντος αὐτὸ θερμοῦ εἰς τὸ ἄνω.” ἀλλ’ οὐ περὶ τοῦ ἀναφερομένου βαρέος τε καὶ ὑγροῦ τῷ Ἀριστοτέλει λόγος ἐστίν, ἀλλὰ περὶ τοῦ ἐν αὐτῷ τῷ ὑπεκκαύματι γινομένου καὶ μεταβάλλοντος. τι γὰρ ἄν, φησί, βαρύνηται μόριον αὐτοῦ δηλονότι τοῦ ὑπεκκαύματος, ἢ εἴ τι μεταβάλοι μόριον καὶ γένηται βαρύ· ὥστε οὐ περὶ τοῦ συναναφερομένου τῷ κούφῳ βαρέος καὶ ὑγροῦ φησιν, ἀλλὰ περὶ τοῦ ἄνω γινομένου βαρέος καὶ ὑγροῦ. τὸ λεγόμενον οὖν ἐστι τοιοῦτον· ὅταν τι μέρος τοῦ ὑπεκκαύματος βαρὺ γένηται καὶ ὑγρόν, ἐπειδὴ τοῦτο συνέχεται ὑπό τινων μορίων τοῦ ὑπεκκαύματος θερμοῦ καὶ κούφου, ὃ κωλύει φέρεσθαι κάτω τὸ βαρύ, συνθλιβόμενον ὑπὸ τοῦ βαρέος καὶ τῇ πιλήσει ἐκθλιβόμενον εἰς αὐτὸν τὸν ἄνω τόπον, ἐν ᾧ τὸ βαρὺ γέγονεν, ἅτε δὴ τοῦ βιαζομένου καὶ συνέχοντος ἐλευθερωθὲν τὸ βαρὺ καὶ ἀποκεκριμένον εὐθὺς κάτω φέρεται.
“但是,无论它的哪一部分变重,随着热者被挤出到上方的场所,它就总是向下运行,而其他部分则依次与被呼出的火一同上升,这样便持续地一者保持充满着气,另一者保持充满着火,且它们之中的每一者都总在生成为不同的东西。” 由于他说在上方的场所云不凝结,也不发生生成为水的转变,而若是如此,结果便是那个物体始终保持同一,既不生成也不毁灭,这便违背了明显可见的事实(因为月下的诸元素显见既生成又毁灭,并承受彼此间的相互转变),为了回应这一疑难,他提出了现下的论述。他说,因为在那个场所,如果有任何东西由于受到邻近之物的作用而变重且变湿,或者如果有任何此类东西随同烟状呼气一同被带上,它就立刻向下运行,不能忍受停留在那个违反本性的场所中;正如相反地,在下方之物中若有任何东西受热而变轻,即使它随由于重量而从上方下落之物一同被带下,它也立刻向上运行。因为当干与湿这两种呼气相互缠绕,且干者在上时,被封闭在其中的湿的部分也常常一同上升;反之,若干的部分有任何被封闭在湿者之中,当湿者向下运行时,干者也常常随之被一同带动。然而,如果占优势者胜过对方,它就把其余部分转变为自身;如果未能胜过,那未被压服者就立刻退回其本己的场所,干者向上,湿者向下。在另一方面,由于气与点火物这两个物体相互接触且连续,被压服者在局部受到压服者的作用是自然的,被上方者压服而变干的部分立刻向它运行,反之,被下方者压服而变湿的部分则沉重地向下趋向压服者;这样,通过局部彼此轮流发生的相互转变,两个场所中的每一者都充满着本性上适于存在于其中的实体,但在数量上却并非始终是同一个,而是不同部分在不同时间退入其中。诸元素的均等化便是如此生成的。然而,这一文句显得晦涩,原文作:“但是,无论它的哪一部分变重,随着热者被挤出到上方的场所,它就总是向下运行。”亚历山大对此作了如下逐字解释:“而在其中无论变湿变重的部分是生成还是同被带上,随着将它向上带的热者在运动与旋转中被挤出,它都向下运行。”但亚里士多德的论述并不是关于被带向上的重且湿之物,而是关于在点火物自身之中生成并转变之物。因为他说:“无论它的哪一部分变重”,显见是指点火物,“或者如果有任何部分发生转变而变重”;因此他所说的并不是随轻者一同上升的重且湿之物,而是在上方生成的重且湿之物。所以,所言之意乃是如此:当点火物的某个部分变重且变湿时,由于它被点火物中某些热且轻的部分所维系,从而阻碍了重者向下运行,但随着这些部分受到重者的挤压,并通过压缩而被挤出到重者所生成的那个上方的场所本身,重者既然摆脱了强迫并维系它的东西而分离出来,就立刻向下运行了。
- 1.31συνεχές
关于亚里士多德用来连接天体与火(点火物)、火与气的词语 συνεχές,菲洛波庞区分了两种用法:天体与点火物的关系是在“邻接且相接触”(προσεχές καὶ ἁπτόμενον)意义上的广义连续,而点火物与气的关系则是基于性质上的连续性(共享热性)的“真正意义上的连续”(κατ’ ἀλήθειαν συνεχές)。
- 1.32ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ
独立属格结构。亚历山大将其解释为“随着将较重部分向上带的热者在运动中被挤出”,指伴随上升呼气的热;而菲洛波庞则将主句中的代词 αὐτοῦ 理解为指代点火物(ὑπέκκαυμα),并将这一属格短语解释为“点火物中承托重物的部分由于重物的压缩而被挤压到其上方”。所有语言的译文均遵循菲洛波庞本人的句法解读。
- 1.32ἀλλ’ ἀεὶ ὅτι ἂν βαρύνηται μόριον αὐτοῦ
由 ὅτι ἄν(= ὅ τι ἄν)后接虚拟语气 βαρύνηται 构成的普遍条件从句。μόριον 为从句中的主语,形成名词性关系从句。关于属格代词 αὐτοῦ 的先行词,菲洛波庞明确将其理解为点火物(τοῦ ὑπεκκαύματος)而非空气,视之为在上层区域内部发生的转变。
