← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§36.8-37.34

蒸气与呼气的区分及上层不生云的成因

本节注解亚里士多德《气象学》1.3(340b27–340b36),辨析了蒸气与呼气的本性差异,指出上层大气不能凝结成云不仅由于其干热,还因为天体的圆周运动带动其一同流动,并借由风和云仅在低于山顶的停滞空气中生成来确证这一论点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28

" Ἔστι γὰρ ἀτμίδος μὲν φύσις ὑγρὸν καὶ θερμόν, ἀναθυμιάσεως δὲ ξηρὸν καὶ θερμόν· καὶ ἔστιν ἀτμὶς δυνάμει οἷον ὕδωρ, ἀναθυμίασις δὲ δυνάμει οἷον πῦρ." Νῦν μὲν τὴν καπνώδη φύσιν ἐξαιρέτως ἀναθυμίασιν ἐκάλεσε, προελθὼν δὲ κοινῶς ἀμφότερα ἀναθυμιάσεις καλεῖ. ἀλλὰ καὶ ἔφθη περὶ τῆς ἀτμίδος εἰπὼν τὸ μὲν περὶ τὴν γῆν οἷον ὑγρὸν καὶ θερμὸν εἶναι διὰ τὸ ἀτμίζειν τε καὶ ἀναθυμίασιν ἔχειν γῆς. τὴν μὲν οὖν ἀτμίδα ὕδωρ εἶναί φησι δυνάμει· παχυνομένη γὰρ αὕτη τὸ μὲν θερμὸν ἀποτίθεται καὶ τὸ κοῦφον, προσλαμβάνει δὲ τἀναντία τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ γίνεται ὕδωρ· τὴν δὲ καπνώδη δυνάμει πῦρ, τὴν φλόγα δή φημι· ἐπιτεινομένης γὰρ ἑκατέρας τῶν ἐν αὐτῇ ποιοτήτων γίνεται φλόξ. πῶς οὖν οἷόν τε ἦν ἐν τούτῳ τῷ τόπῳ ἢ καὶ τῷ λίαν αὐτῷ πλησιάζοντι συστῆναι ὕδωρ ἢ νέφος ἁπλῶς; οὐ γάρ ἐστι, φησίν, ἀὴρ μόνον τὸ ἐνταῦθα σῶμα, ἀλλὰ καὶ μᾶλλον οἷον πῦρ· ξηρὸν γάρ ἐστι καὶ θερμόν, οἵα ἐστὶ τοῦ πυρὸς ἡ φύσις, ἀλλὰ ἀνειμένας ἔχει ταύτας καὶ οὐκ ἐπιτεταμένας, ὡς τὸ πῦρ.

“因为蒸气的本性是湿且热,而呼气的本性是干且热;并且蒸气在潜能上犹如水,呼气在潜能上犹如火。” 现在他特意将烟状的本性称为“呼气”,但在随后的论述中他普遍地将二者都称为“呼气”。但他此前在论及蒸气时也曾说过:大地周围的部分犹如湿且热,因为产生蒸气并且含有大地的呼气。因此他说,蒸气在潜能上是水;因为当它凝厚时,它脱去热与轻,接纳相反的冷与湿,从而生成为水;而烟状之物在潜能上是火,我指的是火焰;因为当包含于其中的每一种性质加剧时,它就生成为火焰。那么,水或云究竟如何可能在此处或者极其邻近此处的位置凝结呢?他说,因为此处的物体不仅是气,而且更犹如火;因为它正如火的本性那样是干且热的,只是它以弛缓而非如火那样加剧的状态具有这些性质。

§1.29

"Οὐδὲν δὲ κωλύει καὶ διὰ τὴν κύκλῳ φορὰν κωλύεσθαι συνίστασθαι νέφη ἐν τῷ ἀνωτέρω τόπῳ· ῥεῖν γὰρ ἀναγκαῖον ἅπαντα τὸν κύκλῳ ἀέρα, ὅσος μὴ ἐντὸς τῆς περιφερείας λαμβάνεται τῆς ἀπαρτιζούσης ὥστε τὴν γῆν σφαιροειδῆ εἶναι πᾶσαν.1" Οὐ μόνον, φησίν, ὡς ξηρὸς καὶ θερμὸς ὁ ἐκεῖσε ἀὴρ οὐ συγκρίνεται εἰς νέφη, ἀλλ’ ὅτι καὶ κύκλῳ τοῖς οὐρανίοις συμπεριάγεται οἱονεὶ περιρρέων. ἡ συνεχὴς οὖν κίνησις συγκρίνεσθαι αὐτὸν οὐκ ἐᾷ, ἀλλ’ εἰ καὶ ἀτμιδῶδές τι συμβαίνει τυχεῖν ἐν αὐτῷ, διαλύει τοῦτο εὐθὺς ἡ κίνησις. δύο γὰρ περιφερεῖς ἐπιφάνειαι νοοῦνται τῆς γῆς, ἡ μὲν ἐκβαλλομένη διὰ τῆς πεδιάδος, ἧς ὑπερανέστηκε τὰ ὄρη, ἡ δὲ διὰ τῆς κορυφῆς τῶν ὀρῶν, ἧς αἱ πεδιάδες κατωτέρω εἰσὶ καὶ κοιλότεραι. φησὶν οὖν τὸν μὲν ἐντὸς ἀέρα τῆς ἔξωθεν περιφερείας τῆς ἀπὸ τῶν ὀρῶν ἐκβαλλομένης μεταξὺ τούτων ἐναπειλημμένον καὶ οἱονεὶ λιμνάζοντα μὴ τοῖς οὐρανίοις συμπεριάγεσθαι, ἀλλ’ οἱονεί τινα λίμνην μεταξὺ τούτων οὖσαν ἀκίνητον2 (τοιαῦτα γὰρ τὰ λιμναῖα τῶν ὑδάτων), τὸν δὲ ὑπὲρ τὰς κορυφὰς τῶν ὑψηλοτάτων ὀρῶν ἀέρα καὶ τὸ ὑπὲρ τοῦτον ὑπέκκαυμα τῇ τοῦ κυκλοφορικοῦ σώματος κινήσει συνεφέλκεσθαι. τοῖς μὲν γὰρ οὐρανίοις προσεχές ἐστι τὸ ὑπέκκαυμα, τούτῳ δὲ πάλιν ὁ ὑπ’ αὐτὸ ἀήρ· ὥστε τὸ μὲν τοῖς οὐρανίοις, τὸν δὲ τῷ ὑπεκκαύματι συνεφέλκεσθαι καὶ διὰ τοῦτο μὴ συγκρίνεσθαι τοῦτον εἰς νέφη. ῥεῖν γὰρ ἀναγκαῖον ἅπαντα τὸν κύκλῳ ἀέρα, ὅσος μὴ ἐντὸς τῆς περιφερείας λαμβάνεται τῆς ἀπαρτιζούσης ὥστε τὴν γῆν σφαιροειδῆ εἶναι πᾶσαν. καὶ οὐκ ἔστιν ἀκριβῶς ἡ γῆ σφαῖρα· καὶ κοιλότητας γὰρ ἔχει βαθείας, εἰς ἃς τὸ ὕδωρ συνερρύη καὶ ἀνεπλήρωσε ταύτας, καὶ ὀρῶν ἀνατάσεις καὶ φάραγγας. πάλιν οὖν ὁ μεταξὺ τούτων ἐναπειλημμένος ἀὴρ ἀναπληρῶν αὐτὰς μίαν ἀποτελεῖ τῆς γῆς σφαῖραν ἐκβαλλομένης διὰ τῶν κορυφῶν τῶν ὀρῶν περιφερείας τινὸς ἐσχάτης, ὥστε εἶναι πᾶσαν σφαιροειδῆ μετὰ τοῦ ἐναπειλημμένου ὕδατος καὶ τοῦ μεταξὺ τῶν ὀρῶν καὶ τῶν φαράγγων ἀέρος. οὕτως οὖν ὁ ὑπὲρ τὴν περιφέρειαν ταύτην ἀὴρ ἐξ ἀνάγκης ἔξωθεν περιρρεῖ τῇ περιφορᾷ τῶν οὐρανίων συνεφελκόμενος ἅμα τῷ ὑπεκκαύματι, οὐ φυσικὴν ἔχων κατ’ Ἀριστοτέλην ταύτην τὴν κίνησιν, ἀλλ’ ἐκ τῆς ἔξωθεν τοῦ κυκλοφορικοῦ σώματος ἀνάγκης. ἰστέον δ’ ὅτι τοῖς Πλατωνικοῖς οὐ συνεφέλκεσθαι δοκεῖ τῷ οὐρανῷ τό τε ὑπέκκαυμα καὶ ὁ προσεχὴς ἀήρ, ἀλλὰ φυσικὴν ἔχειν τὴν τοιαύτην κίνησιν· τῶν γὰρ ὁλοτήτων αἱ μέν εἰσιν ἀκίνητοι, φασίν, ὡς ἡ τῆς γῆς καὶ τοῦ ὕδατος, αἱ δὲ κύκλῳ κινοῦνται, ὡς ἡ τοῦ ἀέρος καὶ ἡ τοῦ ὑπεκκαύματος· ἐπ’ εὐθείας γὰρ οὐδεμία τῶν ὁλοτήτων κινεῖται. περὶ δὲ τούτων οὐ τοῦ παρόντος γυμνάζειν καιροῦ· διηγώνισται γὰρ ἡμῖν ἐντελῶς ἐν ἑτέροις.

“并且没有什么妨碍云由于圆周运动也受阻于在更高处的位置凝结;因为所有环绕四周的气,凡未被容纳在使大地整体成为球形的界限圆周之内的,都必然流动。” 他说,彼处的气之所以不凝聚成云,不仅因为它本身是干且热的,而且因为宛如旋转流淌一般,它随同天体作圆周旋转。因此,连续的运动不容许它凝聚,即使其中偶然出现某种蒸气状的东西,运动也会立即将其消散。因为大地的圆球面被设想为有两个:一个通过平原延伸,山峰高耸于其上;另一个通过山顶延伸,平原在它下方且更为低凹。因此他说,在从山岭延伸出的外层圆周之内的气,被封闭在这些山峰之间宛如蓄留成池,并不随同天体旋转,而是宛如处于山峦之间不动的池塘(因为池沼之水便是如此);而在最高山峰之上的气以及在此之上的点火物,则被循环物体的运动一同带动。因为点火物与天体紧邻,而其下方的气又与点火物紧邻;以至于前者被天体带动,后者被点火物带动,正因如此它才不凝聚成云。“因为所有环绕四周的气,凡未被容纳在使大地整体成为球形的界限圆周之内的,都必然流动。”其实严格说来大地并非一个球体;因为它既有深凹的洼地,水汇聚其中并将之充满,又有山峦的隆起和峡谷。因此,封闭在这些之间的气再次充满它们,通过一条穿过山顶的外层圆周,构成大地的一个完整球体,从而与被封闭的水以及山峦和峡谷之间的气一同在整体上成为球形。因此,在此圆周之上的气,随着点火物被天体的旋转所带动,必然从外侧环绕流动;按照亚里士多德的观点,它并非按自然本性拥有这种运动,而是出于循环物体的外在必然性。但应当知道,在柏拉图学派看来,点火物和紧邻的气似乎不是随天体一同被带动,而是按自然本性拥有这种运动;他们说,因为在整体中,有些是静止的,如土和水的整体;有些则作圆周运动,如气和点火物的整体;因为没有一个整体作直线运动。但关于这些问题,目前并非探讨的时机;因为我们在其他著作中已经作了彻底的论辩。

§1.30

"Φαίνεται γὰρ καὶ νῦν οὖσα ἡ τῶν ἀνέμων γένεσις ἐν τοῖς λιμνάζουσι τόποις τῆς γῆς, καὶ οὐχ ὑπερβάλλειν τὰ πνεύματα τῶν ὑψηλοτάτων ὀρῶν." Ὅτι αἱ τῶν νεφῶν συστάσεις ἐν τῷ λιμνάζοντι ἀέρι μεταξὺ τῶν ὀρῶν γίνονται, καὶ διὰ τῆς τῶν ἀνέμων κατασκευάζει γενέσεως· καὶ οὗτοι γὰρ ἐν τοῖς αὐτοῖς συνίστανται τόποις, οὐκ ἐν τῷ συνεφελκομένῳ ἀέρι τοῖς πέριξ. εἰ γὰρ ἐκεῖ συνίσταντο, μίαν καὶ τὴν αὐτὴν ἐκείνῳ πάντες ἐκινοῦντο·3 νῦν δὲ ἀπὸ παντὸς τόπου καὶ τῶν ἐναντίων ῥέουσι, δύσεως ἀνατολῆς, ἄρκτου μεσημβρίας, καὶ τῶν μεταξὺ τούτων, ὥστε πολλάκις καὶ ἀντιπνέειν ἀλλήλοις τῆς ὕλης αὐτῶν ἐκ τῶν ἐναντίων κινουμένης τόπων. καὶ ἄλλως ἐδείξαμεν ὡς ἔστιν ὑπερνεφῆ τὰ ὄρη καὶ ὑπερήνεμα.

“因为现今风的生成也显见发生在大地积聚成池的各处,而气流并不越过最高的山峦。” 云的结集发生在山峦之间积聚停滞的气中,这一事实他也通过风的生成予以证明;因为风也是在相同的地方结集的,而不是在随外周一同被带动的气中。因为如果风是在彼处结集,那么所有的风都会与那里的物体作同一种运动;但现今风来自各个地方和相反的地方——西方和东方、北方和南方以及它们之间的地方,以至于由于它们的质料从相反的位置被驱动,常常彼此逆向吹拂。而且我们以另一种方式表明了,高山是耸立在云层之上和风层之上的。

语法注3 条
  1. 1.29τῆς ἀπαρτιζούσης ὥστε τὴν γῆν σφαιροειδῆ εἶναι πᾶσαν

    分词 ἀπαρτιζούσης(补足、使完整)后接表示结果的 ὥστε 引导的不定式从句。该从句说明了这一圆周(περιφέρεια)的作用:它将包含山谷起伏在内的整个大地几何地补全,“以使大地整体成为球形”。

  2. 1.29ἀλλ’ οἱονεί τινα λίμνην μεταξὺ τούτων οὖσαν ἀκίνητον

    在由 φησί 引出的宾格加不定式结构(即 τὸν μὲν ἐντὸς ἀέρα ... μὴ τοῖς οὐρανίοις συμπεριάγεσθαι)中,宾格短语 οἱονεί τινα λίμνην ... οὖσαν 构成转折对偶项。此处省去了不定式(如 εἶναι 或 μένειν),结构上意为该处的气“犹如处于山峦之间的静止池塘一般[留存]”。

  3. 1.30μίαν καὶ τὴν αὐτὴν ἐκείνῳ πάντες ἐκινοῦντο

    短语 μίαν καὶ τὴν αὐτήν 为同族宾格(省略了 κίνησιν),作动词 ἐκινοῦντο 的宾语。与格 ἐκείνῳ 属于表示联合或一致的与格,指与前文所述的天体或随之运动的外层大气的运动相一致(“与彼作同一运动”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:36.8-37.34