- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:34.33-36.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯补充了关于大地处于宇宙中心的几何学与自然学证明,指出圆心本身不可分且不是位置,重物的位置乃是圆心周围的三维空间伸延;继而解释了气的区分,即贴近大地的严格意义上的湿热之气与上方干热的“点火物”。
εἰ γὰρ ἔξω τοῦ κέντρου τὴν θέσιν εἶχεν ἡ γῆ, οὐδὲν τῶν ἐκ τοῦ πέριξ εἰς αὐτὴν φερομένων βαρῶν ἴσας ἑκατέρωθεν ἐποίει γωνίας, ἀλλὰ τὴν μὲν αὐτῶν ἀμβλεῖαν, θατέραν δὲ πάντως ὀξεῖαν, ὅπερ οὐδαμοῦ φαίνεται γινόμενον. εἰ οὖν φυσικὴ τῶν βαρέων ἡ ἐπὶ τὸ κέντρον ῥοπή, πάντα δὲ τὰ κατ’ εὐθεῖαν κινούμενα τὸ πέρας κατειληφότα τὸ ἑαυτῶν ἵσταται λοιπὸν ἐν τούτῳ1 καὶ ἠρεμεῖ, ὡς ἄνω μὲν τὸ πῦρ, κάτω δὲ τὰ βαρέα, ὡς καὶ ἐπὶ τῶν κατὰ ποιότητα καὶ ποσότητα κινήσεων γίνεται (τὸ γὰρ κινηθὲν ἐπὶ λευκότητα ἢ θερμότητα καὶ τὰ αὐξόμενα πάντα τὸ τέλος κατειληφότα τῆς ἑαυτῶν κινήσεως ἵσταται λοιπὸν ἐκεῖ, ὡς τὸ τὶ γενόμενον, φέρε λευκόν, ἐν τῇ λευκότητι καὶ τὸ θερμὸν ἐν τῇ θερμότητι, καὶ τὸ κατειληφὸς τὸ τέλειον μέγεθος οὐκέτι αὔξεται), εἰκότως ἄρα καὶ τὰ κινούμενα κατὰ τόπον κατειληφότα τὸ τέλος ἐφ’ ὃ φυσικῶς ἔσπευδεν, ἵσταται κατὰ φύσιν ἐν τούτῳ. οὐκοῦν καὶ ἡ γῆ περὶ τὸ κέντρον ἱδρυμένη τοῦ παντὸς οὐ δεῖται βίας, ἵνα μένῃ μετέωρος ἐν αὐτῷ· τοὐναντίον δὲ μᾶλλον, ἵνα ἐκστῇ τούτου καὶ ὁτιοῦν αὐτῆς μέρος, βίας δεήσεται. καὶ τὰ ἐπικείμενα δὲ τῇ γῇ βάρη εἰ χώραν εὕροιεν καὶ τὸ ἀνέχον ἀφαιρεθείη, φέροιντο ἂν εὐθὺ ἐπ’ αὐτὸ τὸ κέντρον, καὶ ἐκεῖ γενόμενα στήσονται. τούτων εἰρημένων τὴν λέξιν σκοπήσωμεν. εἰπὼν γὰρ ἐπὶ τοῦ μέσου ἀναγκαίως καὶ περὶ τὸ μέσον προσέθηκεν, ἵνα μή τις τὸν κάτω τόπον, ὅπου τὰ βαρέα κινεῖται, μέσον εἰρῆσθαι νομίσειε· τὸ γὰρ ἀκριβῶς μέσον, τὸ κέντρον φημί, τόπος οὐκ ἔστιν· ἀμερὲς γάρ ἐστι καὶ ἀδιάστατον, ὁ δὲ τόπος τῶν σωμάτων διάστημά ἐστι. τόπος οὖν ἐστι τῶν βαρέων ὁ περὶ τὸ κέντρον· τοῦτο γάρ ἐστι τὸ μέσον. τούτου οὖν ἀληθοῦς ὄντος οὐκ ἄρα ὁ τόπος τὸ πέρας ἐστὶ τοῦ περιέχοντος σώματος, καθὸ περιέχει τὸ περιεχόμενον·2 οὔτε γὰρ τὸ σῶμά ἐστι τὸ περιέχον κέντρον ὁ τῶν βαρέων τόπος οὔτε σώματος ἐπιφάνεια, διάστημα δὲ τριχῇ διεστὸς ἀσώματον. περὶ δὲ τούτου ἐν τοῖς εἰς τὸ τέταρτον τῆς Φυσικῆς ἀκροάσεως σχολικοῖς ἡμῶν συγγράμμασιν αὐτάρκως εἴρηται· νῦν δὲ μόνον ἐπεσημειωσάμην τὸ εἰρημένον Ἀριστοτέλει, τῆς φύσεως αὐτὸν τῶν πραγμάτων εἰς τοῦτο περιαγούσης. δυνατὸν δὲ ἐν μὲν τῷ μέσῳ τὴν γῆν ἀκούειν, περὶ δὲ τὸ μέσον τὸ ὕδωρ. ἐπειδὴ δὲ εἶπε μὴ εἶναι τὸ σῶμα τὸ μετὰ τὸν ἀέρα πῦρ, τί οὖν τοῦτο τὴν φύσιν ἐστί, διδάσκων ἐπήγαγεν3 ἀλλὰ δεῖ νοῆσαι τοῦ λεγομένου καὶ καλουμένου ὑφ’ ἡμῶν ἀέρος τὸ μὲν περὶ τὴν γῆν οἷον ὑγρὸν καὶ θερμὸν εἶναι διὰ τὸ ἀτμίζειν καὶ ἀναθυμίασιν ἔχειν γῆς, τὸ δ’ ὑπὲρ τοῦτο θερμὸν ἤδη καὶ ξηρόν. ἐπειδήπερ οἱ πολλοὶ τὸ ἀπὸ τῆς γῆς σῶμα μέχρι τῆς σελήνης ἀέρα καλοῦσι, τῆς αἰσθήσεως μόνης λόγου χωρὶς τὰ τούτου μέρη διακρίνειν οὐ δυναμένης, διὰ τοῦτο εἶπε τοῦ λεγομένου ὑφ’ ἡμῶν ἀέρος. τούτου γάρ, φησί, τὸ μὲν περὶ τὴν γῆν ὑγρόν ἐστι καὶ θερμόν, ὅπερ ἐστὶν ὁ κυρίως ἀήρ. ὑγρὸν μὲν οὖν ἐστιν ὡς ἀτμίζον· ὁρῶνται γὰρ οἱ ἀτμοὶ φερόμενοι ἐξ αὐτοῦ, ἡ δὲ ἀτμὶς ἀπὸ τῶν ὑγρῶν φέρεται σωμάτων, ὡς δηλοῖ τὸ ὑποκαιόμενον ἐν λέβησιν ὕδωρ· θερμὸν δὲ πρὸς τούτῳ, φησίν, ἐστί, διότι καὶ ἀναθυμίασιν ἔχει τινά· μέμικται γὰρ ἐν αὐτῷ ἀμφότερα. τί δὲ διαφέρουσιν ἀλλήλων ἡ ἀναθυμίασις καὶ ἡ ἀτμίς, λέξει. τὸ δὲ ὑπὲρ τοῦτο τὸ μέρος τοῦ καλουμένου ἀέρος θερμόν ἐστι καὶ ξηρόν. ὅσῳ γὰρ τῶν ψυχρῶν καὶ ὑγρῶν σωμάτων ὑπερανέστηκε, τοσοῦτον ἐπιτείνει τὸ θερμόν (καὶ γὰρ ὁ ἀὴρ θερμὸς ἦν μετὰ τὸ ψυχρὸν τεταγμένος), τὸ δὲ ὑγρὸν ἀποτίθεται πᾶν καὶ λοιπὸν γίνεται ξηρόν· ἡ γὰρ θατέρου τῶν ἐναντίων στέρησις γένεσίς ἐστι τοῦ λοιποῦ. τῆς γὰρ ἐνούσης ἀναθυμιάσεως τῷ ἀέρι τῇ ἐπὶ τὸ ἄνω προόδῳ ἀπὸ τῆς ἀτμίδος χωριζομένης, ἥτις ἐστὶν ὑγρόν, τὸ λειπόμενον ξηρόν ἐστι καὶ θερμὸν μετ’ ἀνάγκης, ὅπερ καλεῖ μὲν ἡ συνήθεια πῦρ οὐ κυρίως, ὁ δὲ Ἀριστοτέλης ὑπέκκαυμα τοῦτο προσηκόντως ὠνόμασεν, ὡς ἕτοιμον εἰς ἔξαψιν ἤδη καὶ ἐκφλόγωσιν ἐπιτεινομένων τοῦ ξηροῦ τε καὶ τοῦ θερμοῦ.
因为如果大地具有在圆心之外的位置,那么从外周向它运动的重物没有一个会在两侧形成相等的角,相反,其中一个角必为钝角,另一个则必定为锐角;而这种情况在任何地方都未见发生。因此,如果重物朝向圆心的下沉倾向是自然的,并且所有沿直线运动的物体一旦达到了它们自身的界限,便在此界限内停驻并静止——正如火在上方,重物在下方,亦如在关于质与量的运动中所发生的那样(因为凡朝向白或热运动之物,以及一切生长之物,一旦达到了自身运动的终点,便在此终点处停驻,正如生成为某一确定之物者,比方说白者,便留存于白之中,热者留存于热之中,达到完全大小者不再生长)——那么顺理成章地,就位置运动的物体一旦达到了它们本性所急迫趋向的终点,亦必按本性在其中停驻。因此,处于宇宙圆心周围的大地,为了在其中悬浮留存,并不需要强力;相反地,大地的任何部分若要脱离这处位置,倒需要强力。而压在大地之上的重物,若能寻得空间且支撑物被移去,便会直接朝向圆心本身运动,并且一旦到达彼处就会停驻下来。 既已说明了这些,让我们来考查字句。因为在说了“在中心”之后,他必然补充了“并在中心周围”,免得有人认为重物在其中运动的下方位置被称为“中心”;因为严格意义上的中心,我指的是圆心,并不是位置;因为它是无部分的且缺乏伸延的,而物体的空间位置乃是一种伸延。因此,重物的位置乃是圆心周围的区域;因为这才是中心。既然这是真实的,那么位置便不是包围物体就其包围被包围者而言的界限;因为既不是包围圆心的物体本身是重物的位置,也不是物体的表面,而是向三维伸延的非物体性空间。关于这一点,在我们针对《物理学》第四卷的讲义中已作了充分的论述;而现在我仅仅指出了亚里士多德所说的话,因为事物的本性将他引向了这一结论。另一方面,亦可能将“在中心”理解为土,而将“在中心周围”理解为水。 既然他说在气之后的物体并不是火,为了教导此物在本性上究竟是什么,他接着说:“但必须理解,在我们所言说和称为气的物体中,大地周围的部分由于产生蒸气并含有大地的呼气,犹如湿且热,而在此之上的部分则已是热且干。”既然大众将从大地直到月亮的物体都称为气,仅凭没有理性的感觉无法区分其各个部分,正因如此他才说“在我们所称为气的物体中”。他说,因为在其中,大地周围的部分是湿且热的,这才是严格意义上的气。因此,它是湿的,乃因其产生蒸气;因为蒸气被目睹从其中升起,而蒸气是由湿的物体升起的,正如下面受热的大锅中的水所显明的那样;他说,除此以外,它还是热的,因为它亦含有某种呼气;因为二者在其中是相混合的。呼气与蒸气彼此有何不同,他随后会说明。而在所谓的气的这一部分之上的部分,则是热且干的。因为越是居于冷且湿的物体之上,它就越增强其热(因为气排在冷物之后本也是热的),并且完全脱去湿性,继而变为干;因为相反者之一的缺失即是另一者的生成。由于气中所含的呼气在其朝向上方的行进中脱离了蒸气(即湿物),剩下之物必然是干且热的;习俗非严格地称之为火,而亚里士多德则恰当地将之命名为“点火物”,因为随着干与热的加剧,它已准备好被引燃和发火。
- 1.27εἰ οὖν φυσικὴ τῶν βαρέων ἡ ἐπὶ τὸ κέντρον ῥοπή... εἰκότως ἄρα καὶ τὰ κινούμενα κατὰ τόπον κατειληφότα τὸ τέλος ἐφ’ ὃ φυσικῶς ἔσπευδεν, ἵσταται κατὰ φύσιν ἐν τούτῳ.
长条件句的结构。条件从句始于 εἰ οὖν φυσικὴ...,随后接一个一般性命题 πάντα δὲ τὰ κατ’ εὐθεῖαν κινούμενα... ἠρεμεῖ,并插入了关于质与量运动的平行例子(ὡς καὶ ἐπὶ τῶν κατὰ ποιότητα...),最终在 εἰκότως ἄρα καὶ τὰ κινούμενα... ἵσταται... 处引出主句结论。中间的 πάντα δὲ... 作为条件从句内的附加前提发挥作用。
- 1.27οὐκ ἄρα ὁ τόπος τὸ πέρας ἐστὶ τοῦ περιέχοντος σώματος, καθὸ περιέχει τὸ περιεχόμενον
否定亚里士多德关于位置的标准定义(包围物体的界限)的主句。在接下来的句子 οὔτε γὰρ τὸ σῶμά ἐστι τὸ περιέχον κέντρον ὁ τῶν βαρέων τόπος οὔτε σώματος ἐπιφάνεια, διάστημα δὲ... 中,主语是 ὁ τῶν βαρέων τόπος,而 οὔτε τὸ σῶμα... οὔτε σώματος ἐπιφάνεια, διάστημα δὲ... 则作为表语并置。
- 1.27ἐπειδὴ δὲ εἶπε μὴ εἶναι τὸ σῶμα τὸ μετὰ τὸν ἀέρα πῦρ, τί οὖν τοῦτο τὴν φύσιν ἐστί, διδάσκων ἐπήγαγεν
句子的主要动词是 ἐπήγαγεν(“接着说、补充说”)。ἐπειδὴ...πῦρ 是时间/原因从句,而 τί οὖν τοῦτο τὴν φύσιν ἐστί 则是分词 διδάσκων(“教导”)所支配的间接疑问从句。随后直接引出亚里士多德的原句(ἀλλὰ δεῖ νοῆσαι...)。
