← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§33.19-34.33

四大元素的秩序配置与大地位居中心的论证

注解亚里士多德340b19关于元素秩序(土和水居中心,气和火居其上)的论述,区分作为热之过度的火焰与元素之热,并通过落下的重物与地面形成相等两侧角(直角)的几何学论证,证明大地包围了宇宙的中心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27#1

" Ἐπὶ μὲν οὖν τοῦ μέσου καὶ περὶ τὸ μέσον τὸ βαρύτατόν ἐστι καὶ ψυχρότατον ἀποκεκριμένον, γῆ καὶ ὕδωρ· περὶ δὲ ταῦτα καὶ ἐχόμενα τούτων ἀήρ τε καὶ ὃ διὰ συνήθειαν καλοῦμεν πῦρ, οὐκ ἔστι δὲ πῦρ· ὑπερβολὴ γὰρ θερμοῦ καὶ οἷον ζέσις ἐστὶ τὸ πῦρ." Ἐντεῦθεν λοιπὸν περὶ τῆς θέσεώς τε καὶ τάξεως διδάσκει τῶν δύο στοιχείων καὶ συνάγει πάλιν ἐκ ταύτης ὅτι μὴ δυνατὸν ἐν τῷ ὑπὲρ τὴν γῆν τόπῳ νέφη συνίστασθαι, ὡς δι’ ἑκατέρου συναποδείκνυσθαι θάτερον, διὰ μὲν τοῦ μὴ συνίστασθαι νέφη κατὰ τὸν τόπον ἐκεῖνον ὡς θερμόν, ὅτι τὸ πύριον σῶμα τοῦ ἀέρος ὑπερανέστηκεν, ὡς ἤδη πρότερον καὶ ἡμεῖς ἐμνημονεύσαμεν, διὰ δὲ τῆς τάξεως αὐτῶν ἣν παραδίδωσιν νῦν, ὅτι μὴ συνίσταται νέφη καὶ ὕδωρ ἐκεῖ. τίνα οὖν ἔχει τὰ προκείμενα τὴν διάνοιαν; τῶν τεσσάρων, φησί, στοιχείων ὅτι μὲν εἴη βαρύτατον καὶ ψυχρότατον,1 τοιοῦτον δὲ γῆ καὶ ὕδωρ, τῶν ἄλλων ἀποκριθέντα κούφων ὄντων τὸν μέσον τοῦ παντὸς κατειλήφασι τόπον. τὸ δὲ ταύτας διαπεφευγὸς τὰς ποιότητας, ὁ ἀὴρ δὲ τοιοῦτόν ἐστι καὶ τὸ πῦρ, ἐξ ἀνάγκης τούτων ὑπερανέστηκε. τὰ γὰρ ἐναντία ταῖς δυνάμεσι τοὺς ἐναντίους κατειληφέναι τόπους ἀκόλουθον· ἐναντίον δὲ καθάπερ τῷ βαρεῖ τὸ κοῦφον καὶ τῷ ψυχρῷ τὸ θερμόν, οὕτω καὶ τῷ κάτω τὸ ἄνω· κάτω δὲ τὸ μέσον, ἄνω δὲ τὸ πέριξ. ἀλλ’ ὥσπερ βαρυτέρα τοῦ ὕδατος οὖσα ἡ γῆ ὑποχωρεῖ τούτῳ καὶ ὑφιζάνει, οὕτω καὶ τὸ πῦρ κουφότερον τοῦ ἀέρος ὂν ἐπιπολάζει αὐτῷ καὶ τὴν ἐσχάτην τῶν τεσσάρων ἐπὶ τὸ ἄνω χώραν εἴληφε. συνεχὲς οὖν τῇ γῇ μὲν τὸ ὕδωρ, τούτῳ δὲ πάλιν ἐφεξῆς ὁ ἀήρ, ᾗ μὲν ὑγρός ἐστι, τῷ ὕδατι γειτνιάζων, ᾗ δὲ θερμός, τῷ μετ’ αὐτὸν πυρὶ συναπτόμενος, ὅπερ, φησίν, ἡ συνήθεια μὲν πῦρ ὀνομάζει, οὐκ ἔστι δὲ κατ’ ἀλήθειαν πῦρ. ἡ γὰρ φλὸξ ἡ παρ’ ἡμῖν πῦρ ἐστι κυρίως, ἥτις ὑπερβολὴ τοῦ κατὰ φύσιν ἐστὶ θερμοῦ, ὡς καὶ ἡ χιὼν καὶ ὁ κρύσταλλος οὔκ ἐστι τὸ στοιχειῶδες ψυχρόν, ἀλλ’ ὑπερβολὴ τούτου· τὸ μὲν γὰρ στοιχειῶδες ψυχρὸν καὶ θερμὸν σωστικὰ τῶν ἐξ αὐτῶν συγκειμένων ὑπάρχουσι, τὰ δὲ εἰρημένα φθοροποιὰ τοὐναντίον ἐστίν, ὅθεν οὐδὲ συνίσταταί τι τῶν συνθέτων ἐκ τούτων. τί οὖν ἐστι τὸ στοιχειῶδες θερμόν, ὃ μετὰ τὸν ἀέρα τὴν θέσιν εἴληφε; διδάσκει δὲ τοῦτο κατὰ συνέχειαν προϊών· ἡμεῖς δὲ τὰ εἰρημένα τέως σκοπήσωμεν. ὅτι οὖν τὰ βαρέα τὴν ἐπὶ τὸ μέσον τοῦ παντός, τὸ κέντρον φημί, ῥοπὴν κεκλήρωται, δείκνυται μὲν ἐν τῷ τὰ πανταχόθεν τοῦ κόσμου ἀπὸ τοῦ πέριξ ἐπὶ τὴν γῆν καταφερόμενα βάρη καὶ τὸ τῶν ὑετῶν ὕδωρ ἴσας τὰς ἑκατέρωθεν γωνίας2 ἀποτελεῖν· τοῦτο δὲ οὐκ ἂν συνέβαινεν, εἰ μὴ πρὸς τὸ κέντρον αὐτὸ τοῦ παντὸς τὴν ῥοπὴν ἔσχον καὶ τέλος αὐτοῖς τοῦτο τῆς κινήσεως ἦν. νοήσεις δὲ τὸ λεγόμενον ἐντεῦθεν· σφαιρικοῦ γὰρ ὄντος τοῦ οὐρανίου σώματος, καὶ τῆς γῆς ἐντὸς οὔσης καὶ ἀποδεδειγμένης σφαιροειδοῦς, ἐὰν δύο κύκλους γράψῃς, τὸν μὲν ἔξωθεν καὶ περιέχοντα τὸν δ’ ἐντὸς καὶ περιεχόμενον ὑπ’ αὐτοῦ, ἐκ δὲ τοῦ μείζονος τε καὶ ἔξωθεν ἐπὶ τὸν ἐντὸς πανταχόθεν ἐκβάλῃς εὐθείας, ὅσαι μὲν αὐτῶν ἐπὶ τὸ κέντρον φέρονται, ἴσας τὰς ἑκατέρωθεν ποιοῦσι γωνίας, ὅσαι δὲ τοῦ κέντρου διαπίπτουσιν, ἀνίσους, τὴν μὲν ὀξεῖαν τὴν δὲ τοὐναντίον ἀμβλεῖαν. μόναι οὖν αἱ ἐπὶ τὸ κέντρον φερόμεναι πρὸς ἴσας τὰς ἑκατέρωθεν γωνίας ἤχθησαν, καὶ αἱ πρὸς ἴσας φερόμεναι πρὸς αὐτὸ νεύουσιν. εἰ γὰρ παρακλιθεῖσαί τινες ἔξω τοῦ κέντρου πέσοιεν, τὴν ἐπὶ τὸ πέριξ τῶν κούφων φέρονται κίνησιν, καὶ οὐ τὴν ἰδίαν τὴν τῶν βαρέων, ἅπερ ἀνάγκη πάντα μίαν τὴν ἐπὶ τὸ κέντρον φέρεσθαι κάθετον οὖσαν. τούτων οὕτως ἐν τοῖς μαθήμασι δεδειγμένων, ὑποκείσθω τῶν κύκλων ὁ μὲν ἔξωθεν ὁ τὴν γῆν περιέχων ἀήρ, ὁ δ’ ἐντὸς ἡ γῆ. εἰ οὖν τὰ πανταχόθεν ἐπὶ τὴν γῆν φερόμενα βάρη πρὸς ἴσας ἐπ’ αὐτὴν ἅπαντα γωνίας φέρεται, * * μόνα τὰ πρὸς αὐτὸ τὸ κέντρον τὴν ῥοπὴν ἔχοντα,3 δῆλον ὡς καὶ ἡ γῆ τὸ μέσον τοῦ παντός, τουτέστι τὸ κέντρον περιείληφεν.

“因此在中心,并在中心周围,被分离出的是最重且最冷者,即土与水;而在它们周围并与它们相连的,则是气以及根据习惯我们称之为火的东西,但它并不是火;因为火是热的过度,犹如某种沸腾。” 自此之后,他进而教导两种元素的位置与秩序,并由此再次得出结论:在地上方的区域不可能凝结云雾;从而通过每一者共同证明了另一者:通过云雾不在彼处区域凝结这一事实(因为那里是热的),证明火状物体位于气之上方(正如我们先前也已提及的);而通过他现在所阐明的诸元素的秩序,证明云雾与水不在彼处凝结。那么,摆在面前的文句具有什么含义呢?他说,在四元素中,凡是最重最冷的——土与水便是如此——既已从其余那些轻的元素中分离出来,便占据了宇宙的中心位置。而摆脱了这些性质的元素——气与火便是如此——必然位于它们之上。因为能力相反的事物占据相反的位置是顺理成章的;正如轻与重相反、热与冷相反,上方与下方亦相反;而下方是中心,上方是外周。然而,正如土比水更重,便退让并下沉于水之下,火比气更轻,便浮于气之上,并占据了四元素中朝向最上方的位置。因此,与土连续的是水,紧接其后的则是气;气就其为湿而言邻接于水,就其为热而言则与它之后的火相接;他说,习俗称之为火,但按真理而言并不是火。因为我们身旁的火焰才是严格意义上的火,这是自然热的过度,正如雪和冰并不是元素意义上的冷,而是其过度一样;因为元素意义上的冷与热能够保全由它们构成的事物,而上述事物相反具有破坏性,因此任何复合之物都不能由它们构成。那么,在气之后占据位置的元素之热究竟是什么呢?他在接下来的论述中予以教导;而我们暂且考查已说的内容。因此,重物被赋予朝向宇宙中心(我指的是圆心)的下沉倾向,这一点由以下事实表明:从宇宙外周各处落向地面的重物以及雨水,在两侧形成相等的角;而若非它们具有朝向宇宙圆心本身的下沉倾向且以此为它们运动的终点,这种情况是不会发生的。你将由此理解所说的话:因为天体是球形的,且大地处于其内部并已被证明为球形,若你画两个圆,一个在外且包含,另一个在内且被其包含,并从较大且在外的圆向内的圆从各处引出直线,那么它们之中凡是引向圆心的,在两侧形成相等的角;凡是偏离圆心的,则形成不等的角,一为锐角,另一相反为钝角。因此,唯有引向圆心的直线才以两侧相等的角被引出,并且以相等角度引向的直线都指向圆心本身。因为若有任何直线偏斜而落在圆心之外,它们就采取了轻物朝向外周的运动,而不再是重物特有的运动,因为一切重物都必然具有单一的、垂直朝向圆心的运动。既然这些在数学中已被如此证明,那么假定各圆中在外的圆是包围大地的气,在内的圆则是大地。因此,若从各处朝向大地运动的重物皆以相等的角朝向大地运动,[……]唯有朝向圆心本身具有倾向的物体[才是如此],显然大地也包围了宇宙的中心,即圆心。

语法注3 条
  1. 1.27τῶν τεσσάρων, φησί, στοιχείων ὅτι μὲν εἴη βαρύτατον καὶ ψυχρότατον

    ὅτι 在此处充当间接疑问或不定关系代名词 ὅ τι(“凡是……者”),引导作为主动词 κατειλήφασι 之主语的名词性从句(“四元素中凡是最重最冷者”)。亦可理解为破格句(anacoluthon),从属的 ὅτι 结构直接过渡为主句直陈语气动词 κατειλήφασι。

  2. 1.27ἴσας τὰς ἑκατέρωθεν γωνίας

    “两侧相等的角”是希腊几何学中直角(ὀρθὴ γωνία)的定义性表述,指直线以垂直(κάθετος)方式与平面或球面相交。处于谓语位置的形容词 ἴσας 表示下落物体所形成的角的等度性质。

  3. 1.27εἰ οὖν τὰ πανταχόθεν ἐπὶ τὴν γῆν φερόμενα βάρη πρὸς ἴσας ἐπ’ αὐτὴν ἅπαντα γωνίας φέρεται, * * μόνα τὰ πρὸς αὐτὸ τὸ κέντρον τὴν ῥοπὴν ἔχοντα

    文中有星号标示的文本缺失(lacuna)。在条件从句 φέρεται 之后,推测脱落了基于前述几何论证的小前提(例如“且唯有朝向圆心本身具有倾向的物体才以相等的角运动”),残存的 μόνα τὰ ... ἔχοντα 构成了该脱落前提的一部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:33.19-34.33