- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:32.4-33.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯依据亚里士多德的论述,阐明月下四元素作为质料借由天体运转之运动与静息而受规定的机制,探讨了四因与宇宙的完满,并进而解决了两项疑难:为何高山上积雪长存,以及为何山顶祭坛上的灰烬不会被随天球旋转的空气所吹散。
" Δεῖ δὲ νοεῖν οὕτω καὶ ἐντεῦθεν ἀρξαμένους. τὸ γὰρ ὑπὸ τὴν ἄνω περιφορὰν σῶμα οἷον ὕλη τις οὖσα καὶ δυνάμει θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ1 καὶ ὅσα ἄλλα τούτοις ἀκολουθεῖ πάθη, γίνεται τοιαύτη καὶ ἔστιν ὑπὸ κινήσεώς τε καὶ ἀκινησίας, ἧς τὴν αἰτίαν καὶ τὴν ἀρχὴν εἰρήκαμεν πρότερον." Ὑπὸ μὲν οὖν τὴν ἄνω φησὶ περιφορὰν τὸ ὑπὸ σελήνην ἅπαν, τουτέστι τὰ τέσσαρα στοιχεῖα. τοῦτο οὖν ἅπαν τὸ σῶμα παθητὸν ὄν (γίνεται γὰρ καὶ φθείρεται) οἷον ὕλη τις ἐκείνοις πρὸς γένεσίν ἐστιν ὑποκείμενον τοῖς ἐξ αὐτῶν γινομένοις, καὶ τούτων ἕκαστον τοῖς λοιποῖς, ὡς τὰ ξύλα τῷ τέκτονι καὶ τὰ ἔρια τῷ ὑφάντῃ. διδάσκων δὲ πῶς ἐστιν οἷον ὕλη φησὶ καὶ δυνάμει ψυχρὰ καὶ θερμὴ καὶ ξηρὰ καὶ ὑγρά· τὸ γὰρ ταῖς ποιότησιν ὑποκείμενον καὶ πάντων ἔχον τὴν δύναμιν, τοῦτό ἐστιν ὕλη. τοιοῦτον δὲ τὸ ὑπὸ σελήνην ἅπαν εἰς ἑκάστην τῶν ἐναντίων ποιοτήτων μεταβάλλον καὶ ὅσα ταύταις ἀκολουθεῖν ἐδείχθη πάθη ἐν τῷ δευτέρῳ τῶν Περὶ γενέσεως καὶ φθορᾶς, ἅπερ ἐστὶ μανότης πυκνότης, σκληρότης μαλακότης, λειότης τραχύτης, καὶ ἁπλῶς ὅσα ἐν ἐκείνοις κατηρίθμηται. τὸ γὰρ ἕν τι τῶν ἐναντίων ἔχον ἐνεργείᾳ οἷον ψῦξιν δυνάμει θερμόν ἐστι, καὶ τὸ ξηρὸν ἐνεργείᾳ δυνάμει ἐστὶν ὑγρόν, καὶ ἐπὶ πάντων ὁμοίως. πῶς οὖν γίνεται κατ’ ἐνέργειαν ὅπερ ἐστὶ δυνάμει; ὑπὸ κινήσεως, φησί, καὶ ἀκινησίας· γινόμενα μὲν γὰρ καὶ μεταβάλλοντα κινεῖται, γενόμενα δ’ ἤδη καὶ τὸ τέλειον εἰληφότα εἶδος ἠρεμεῖ λοιπὸν ἐν αὐτῷ· ὥστε ἡ μὲν εἰς τὸ γενέσθαι, ἡ δὲ εἰς τὸ εἶναι τοῦτο ὃ γέγονε συντελεῖ. τῆς δὲ κινήσεως αὐτῶν καὶ μεταβολῆς ἡ περιφορὰ τῶν οὐρανίων ἐστὶν αἰτία ποιητική, αὐτὰ δὲ ταῦτα ὡς ὕλη, τέλος δὲ ἡ τοῦ παντὸς τελειότης. ὥστε μὴ μόνον τὰ ἀεὶ μένοντα καὶ ἀμετάβλητα εἶναι, ἀλλὰ καὶ τὰ γινόμενα καὶ φθειρόμενα. τὸ γὰρ πᾶν, ᾗ φησι Πλάτων, ἀτελὲς τούτων μὴ ὄντων, καὶ οὐδὲ πᾶν οὐδ’ ὅλον ἐστὶ μὴ συμπεπληρωμένον ἐκ τούτων, οἷς οὐκ ἦν τὸ εἶναι ἀδύνατον. τούτων οὕτως ἐχόντων ἀπορήσειεν ἄν τις, εἰ διὰ τὴν θερμότητα τοῦ ἀνωτάτω ἀέρος οὐ συνίσταται ἐκεῖ νέφη, τί δήποτε ἐν τοῖς ὑψηλοτάτοις ὄρεσι χιὼν καταφέρεται πολλὴ καὶ ἐπὶ πλεῖστον διαρκεῖ χρόνον ἤπερ ἐν τῇ πεδιάδι καὶ μέχρι τοῦ θέρους αὐτοῦ παρατείνει. τοῦτο δ’ ἔφθημεν ἤδη προεπιλυσάμενοι, ὡς ὁ μεταξὺ τόπος τοῦ περὶ τὴν γῆν καὶ τοῦ ἀνωτάτω ἀέρος κατέψυκται μᾶλλον διὰ τὸ καὶ τοῦ ὑπεκκαύματος ἄνωθεν ἀφεστηκέναι καὶ τῆς κάτω γινομένης τῶν ἀκτίνων πυκνώσεως καὶ ἀνακλάσεως εἰς ἀχανὲς ἐκεῖ ληγουσῶν καὶ μὴ δυναμένων ἔτι δρᾶν ἐπὶ τὸν μεταξὺ αὐτῶν ἀέρα ἐναπειλημμένον, πολὺν ὄντα. ἐν οἷς οὖν ἡ χιὼν συνίσταται ψυχροῖς οὖσι, συσταίη ἂν καὶ νέφη μάλιστα. κἀκεῖνο δ’ ἂν ζητήσειέ τις, εἰ ὁ ὑπὲρ τὰς κορυφὰς τῶν ὑψηλοτάτων ὀρῶν ἀήρ, ὃν ὑπερνεφῆ τε καὶ ὑπερήνεμον εἶναί φαμεν, τοῖς κυκλοφορουμένοις συμπεριάγεται σώμασι, πῶς ἐλέγομεν τὴν ἐκεῖσε κειμένην τέφραν ἐπὶ πολὺν μεῖναι χρόνον, ὡς εἶχεν ἐξ ἀρχῆς θέσεως. πῶς γὰρ ὁ ἀὴρ περιφερόμενος οὐ διασκεδαννύειν ἔμελλε ταύτην; πρὸς ὃ ῥητέον ὡς οὐκ ἔστιν ἐκείνη ῥαγδαία τοῦ ἀέρος ἡ κίνησις οὐδ’ ἄτακτος, ἀλλ’ ὁμαλὴ καὶ λεία, καὶ λεπτομερὴς ὁ ἀήρ, εἰς δὲ τὸ κινεῖσθαι τὴν κειμένην τέφραν καὶ μάλιστα πεπιλημένην ὡς εἰκὸς ἐκ τῆς τῶν θυσιῶν ἰκμάδος τραχυτέρας δεήσει καὶ ἀτάκτου κινήσεως καὶ παχυτέρου τοῦ κινουμένου σώματος,2 οἵα τῶν ἀνέμων ἐστὶν ἥ τε κίνησις καὶ αὐτὸ τὸ κινούμενον σῶμα, ὡς ἐκμοχλεύειν καὶ μεθιστάνειν τὰ ὑποκείμενα δύνασθαι. καὶ τὴν θάλασσαν γοῦν κορυφοῖ καὶ δένδρα καταβάλλει τὰ τῶν ἀνέμων πνεύματα καὶ τὴν ὅλην ἐν τοῖς σεισμοῖς ἀναρρήγνυσι γῆν. λεπτομερὴς δ’ ὁ ἀὴρ ἐκεῖνος· διὸ καὶ κατέψυκται μὲν λίαν ὡς εὐπαθής, οὐ συγκρίνεται δὲ εἰς ὕδωρ διὰ τὴν λεπτομέρειαν, καὶ ἡ κίνησις αὐτοῦ λεία καὶ ὁμαλή, ὡς εἰρήκαμεν.
“而且必须由此出发并这样来理解:因为处于上方圆周运转之下的物体,犹如某种质料,并且潜在地是热、冷、干、湿以及跟随这些而来的其他一切性质,它借由运动与静息而生成为如此这般并且如此存在,关于其原因与本原,我们先前已经谈及。” 因此他说,处于上方运转之下的,是指月下的一切,即四元素。于是,这整个物体作为受动者(因为它是生成且消灭的),对由它们生成的事物而言,正如为了生成的一种质料、一种基质,而其中的每一者对其余各者来说也是如此,犹如木料之于木匠,羊毛之于织工。而在指明它如何犹如质料时,他说它也是潜在地冷、热、干、湿的;因为充当诸性质的基底并具有一切可能性的,就是质料。而月下的一切皆是如此,转变入对立性质的每一者之中,以及转变入在《论生成与消灭》第二卷中被指出跟随这些对立性质而来的诸性质中,这些性质即稀薄与稠密、坚硬与柔软、平滑与粗糙,简言之,即在彼处被列举出的一切。因为现实地具有对立面之一者,例如冷却,在潜在上就是热的;而现实上干燥的,在潜在上就是湿的,在一切情况中皆依此类推。那么,在潜在上的事物如何成为现实呢?他说,通过运动与静息;因为在生成着并转变着时,事物处于运动中,而已经生成并获得了完全形式之后,随后便在此形式中处于静息;因此,前者有助于生成,后者有助于作为这已生成之物而存在。而天体的圆周运转是它们的运动与转变的动力因,这些事物本身充当质料,目的则是全宇宙的完满;从而不仅存在着永恒留存且不可改变的事物,而且也存在着生成与消灭的事物。因为正如柏拉图所说,若没有这些,全宇宙就是不完满的,若不被这些并非不可能存在的事物所充实,它既非全亦非整体。既然情况是这样,有人可能会提出疑难:如果由于最上方空气的热,云不会在那里凝聚,那么究竟为何在最高的诸山上有大量积雪降下,并比在平原上持续更长时间,甚至一直延续到夏季本身呢?但我们先前已经预先解决了这一问题,即地表周围的空气与最上方空气之间的中间区域之所以更为寒冷,既是因为远离了上方的引火物,也是因为在下方产生的光线的密集与反射延伸到彼处的辽阔虚空时耗尽,不能再作用于被拦截在它们之间的广大的中间空气。因此,在那些寒冷且积雪凝结的地方,云也最能凝结。而且人们也许还会探究这一点:如果最高山峰之上的空气——即我们所说处于云之上且处于风之上的空气——与作圆周运动的诸物体一同旋转,我们又怎么能说放置在彼处的灰烬能够长久保持其最初放置的状态呢?因为旋转着的空气怎么会不吹散它呢?对此应当说,空气的那种运动并非狂暴亦非无序,而是均匀且平滑的,并且空气是细微粒的;而要使放置在彼处的灰烬运动——尤其是很可能因祭祀的湿气而压实在一起的灰烬——则需要更为粗糙且无序的运动,以及更为稠密的运动着的物体,正如风的运动及其运动的物体本身那样,以便能够撬起并移动处于下方的物体。无论如何,风的气流既能掀起滔天海浪,拔倒树木,又在地震中撕裂整个大地。但彼处的空气是细微粒的;因此,它虽然作为易受影响者而极度冷却,却由于细微性而不凝聚成水,并且它的运动是平滑而均匀的,正如我们所说过的。
- 1.26τὸ γὰρ ὑπὸ τὴν ἄνω περιφορὰν σῶμα οἷον ὕλη τις οὖσα καὶ δυνάμει θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ
尽管语法主语是中性名词短语 τὸ... σῶμα,但分词 οὖσα 以及形容词 θερμή, ψυχρά, ξηρά, ὑγρά 却呈现为阴性,这是受到表语阴性名词 ὕλη 的句法同化(性引取,attractio generis)所致。
- 1.26καὶ παχυτέρου τοῦ κινουμένου σώματος
这是由无人称动词 δεήσει 所支配的属格补足语(δεήσει... κινήσεως καὶ... σώματος)。分词 κινουμένου(中动态/被动态)在此指作为推动灰烬之介质的风或空气本身,即指这“处于运动中的物体”。
