- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:31.17-32.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了天体的圆周运动对与之相邻的月下元素的带动摩擦如何消解了云不在上方区域生成的疑难,并由此阐明了紧邻天体的火层的秩序与本性(对340b10的注解)。
" Φερομένου δὲ τοῦ πρώτου στοιχείου κύκλῳ καὶ τῶν ἐν αὐτῷ σωμάτων, τὸ προσεχὲς ἀεὶ τοῦ κάτω κόσμου καὶ σώματος τῇ κινήσει διακρινόμενον ἐκπυροῦται καὶ ποιεῖ τὴν θερμότητα. " Ἐντεῦθεν λοιπὸν αὐτὸς οἴκοθεν τὸ ἠπορημένον λύει, ὅτι μὴ συνίσταται νέφη1 ἐν τοῖς ὑπὲρ τὴν γῆν καὶ πρὸς τὴν σελήνην τόποις. διὰ τί γὰρ κάτω πρὸς αὐτὴν οὐ συνίσταται, δέδειχεν ἤδη διά τε τὸ τὰς ἀκτῖνας ἁπάσας ἐν μικρῷ τόπῳ συννευούσας (κέντρον γὰρ ἡ γῆ τοῦ παντός) θερμαίνειν τὸν ἀέρα, καὶ διὰ τὰς ἐξ αὐτῆς τῶν ἀκτίνων ἀνακλάσεις μᾶλλον τῶν ἀκλάστων θερμαινούσας τὸν ἀπειλημμένον μεταξὺ αὐτῶν ἀέρα καὶ ἀεὶ τὴν συνισταμένην ἀτμίδα διακρινούσας. τοῦ δὲ μὴ ἄνω γίνεσθαι τὰ νέφη νῦν ἀποδίδωσι τὴν αἰτίαν. τοῦ γὰρ πρώτου στοιχείου, φησί, τουτέστι τοῦ πέμπτου κάτωθεν, ἄνωθεν δὲ πρώτου, καὶ τῶν ἐν αὐτῷ ἄστρων κυκλοφορουμένων συνεχῶς ἁπάντων, τὸ προσεχὲς τῷ αἰθέρι τοῦ κάτω κόσμου σῶμα, καὶ ὅσον τῆς ἐσχάτης αὐτῶν ἐπιφανείας ἅπτεται,2 τῇ συνεχείᾳ τῆς ἐκείνου κινήσεως συγκινούμενον αὐτῷ καὶ συγκυκλιζόμενον καὶ ταύτῃ διακριθὲν λεπτύνεται· μηδεμιᾶς οὖν ἐν αὐτῷ μενούσης παχύτητος θερμαίνεται ταύτῃ καὶ ἐκπυροῦται. πῶς οὖν ἐν τῷ τοιούτῳ τόπῳ σύστασιν νέφους γίνεσθαι ἦν ἐνδεχόμενον; εἰ οὖν ἐκπυροῦται πάσης ἐν αὐτῷ δαπανωμένης ἰκμάδος, οὐ μόνον θερμὸν ἔσται, ἀλλὰ καὶ ξηρόν· τοιαύτη δὲ ἡ τοῦ πυρὸς οὐσία. συνανεφάνη ἄρα καὶ τὰ τῆς τάξεως καὶ αὕτη τοῦ πυρὸς ἡ οὐσία προσεχὴς οὖσα τοῖς ἄνω σώμασι. μετ’ αὐτὴν ἄρα τὸ ἀέριον ἔσται σῶμα, μετρίως μὲν θερμὸν ὡς πλησιάζον τῷ πυρί, οὐκέτι δὲ καὶ ξηρὸν ὡς προσεχὲς κάτωθεν ὑπάρχον τῷ ὕδατι. τὸν δὲ λόγον τοῦτον ἐφεξῆς ἀναλαμβάνει σαφέστερον λέγων οὕτως.
“而当第一元素及其中的诸物体作圆周运动时,下层世界和物体中始终与之相邻的部分因运动而分离开来,被点燃并产生热量。” 自此,他终于从自身立论出发解决了所提出的疑难,即云为什么不会在地面上方直至月球的区域内凝聚。因为至于云为什么不会在靠近大地的下方凝聚,他先前已经指出:既是由于所有光线汇聚于一狭小之处(因为大地是全宇宙的中心)从而使空气受热,又是由于光线从大地反射,比未经反射的光线更多地加热了被拦截在它们之间的空气,并不断消散凝聚的水汽。而现在他给出了云不在上方生成的缘由。他说,因为第一元素——即自下而上为第五、自上而下为第一者——以及其中的所有星辰都在持续作圆周运动,下层世界紧邻以太的物体,以及凡触及它们最末端表面的部分,由于其运动的连贯性而与之一同运动、一同旋转,并由此分离开而变得稀薄;因此,随着其中不再残留任何稠密之物,便以此方式受热并被点燃。那么在这样的地方,云的凝聚又怎么可能是可行的呢?因此,若随着其中的一切湿气耗尽而被点燃,它就不仅是热的,而且也是干燥的;而火的实质正是如此。于是,关于秩序的事情以及紧邻上方诸物体的这一火的实质本身,便同时显明了出来。因此在它之后的将是空气性的物体,因接近火而适度温热,但因在下方紧邻水,便不再也是干燥的了。随后他按顺序接续这一论述,通过如下言说更为明确地阐述。
- 1.25ὅτι μὴ συνίσταται νέφη
连词 ὅτι 引导一个同位语名词性从句,用以具体说明前面的 τὸ ἠπορημένον(所提出的疑难)的具体内容。此处使用否定词 μή 而非 οὐ,是因为该从句依附于表示抽象论题的名词,表达“云不凝聚”这一概念性论点。
- 1.25ὅσον τῆς ἐσχάτης αὐτῶν ἐπιφανείας ἅπτεται
关系代词 ὅσον 与主语 τὸ προσεχὲς ... σῶμα 并列,指“凡触及……的部分”。代词 αὐτῶν 的先行词是前文的诸星体或天球,而 ἐσχάτης 则指从天界角度而言处于最下端、最内侧的终止界面。
