← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§30.1-31.16

天体实体第五元素及其内在差异

针对亚里士多德提出直至月球的区域是异于火和空气的第五元素但其内部存在纯度与运动差异的论述(340b4),斐洛庞努斯以月球和诸星辰为例加以说明,并驳斥了将差异归因于四元素混合的柏拉图派观点,支持并阐释了亚历山大将之视为单纯物体内在差异的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24

" Περὶ μὲν οὖν τούτων ἠπορήσθω τοῦτον τὸν τρόπον· ἡμεῖς δὲ λέγωμεν ἅμα πρός τε τὰ λεχθησόμενα διορίζοντες καὶ πρὸς τὰ νῦν εἰρημένα. τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος, οὐ μὴν ἀλλ’ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτερον εἶναι τὸ δ’ ἧττον εἰλικρινές, καὶ διαφορὰς ἔχειν, καὶ μάλιστα ᾗ καταλήγει πρὸς τὸν ἀέρα καὶ πρὸς τὸν περὶ τὴν γῆν κόσμον." Πάλιν τῶν ἤδη λεχθέντων ἡμᾶς ὑπομιμνήσκει, λέγω δὴ τίς τῶν οὐρανίων ἐστὶν ἡ οὐσία· τοῦτο γὰρ λαβὼν ἐξ αὐτοῦ συνάγει καὶ τὰ περὶ τῆς τάξεως τοῦ πυρός τε καὶ τοῦ ἀέρος, ἅπερ ἐδείχθη μετὰ τὸ κυκλοφορούμενον ἐφεξῆς ὄντα. ἡμεῖς γάρ, φησί, τὸ ἀπὸ τῆς ἀπλανοῦς μέχρι τῆς σελήνης (ἐσχάτη γὰρ αὕτη τῶν κυκλοφορουμένων, ὅθεν ἐπιπροσθεῖ τοῖς ἄλλοις ἅπασιν ὑποτρέχουσα τούτων ἕκαστον, τὸν τῆς Ἀφροδίτης, τὸν τοῦ Ἑρμοῦ, τὸν ἥλιον αὐτὸν καὶ τοὺς λοιπούς) τοῦτο οὖν ἅπαν τὸ κυκλοφορούμενον σῶμα οὔτε πύριον εἶναί φαμεν οὔτε ἀέριον, ἀλλ’ ἑτέρας παρὰ ταῦτα κυκλοφορικῆς σώματος οὐσίας,1 ὡς δέδεικται μὲν ἤδη, ὑπομιμνήσκομεν δὲ καὶ νῦν. ἀλλ’ ἐν αὐτῷ γε τούτῳ, φησί, διαφορὰς πλείους εὑρίσκομεν. καὶ γὰρ τὰ ὑπὸ σελήνην μιᾶς μέν εἰσι τῆς ἰθυφορικῆς οὐσίας, διαφοραὶ δὲ τούτοις ἐπιγενόμεναι τὰ μὲν ἀνώφορα τὰ δὲ κατώφορα πεποιήκασι, καὶ ἐν αὐτοῖς τούτοις τὰ μὲν θᾶττον τὴν αὐτὴν τὰ δὲ βραδύτερον κινεῖται· ἄνω μὲν πῦρ ἀέρος ἐστὶ ταχύτερον, κάτω δὲ τοῦ ὕδατος ἡ γῆ, καὶ ταῦτα οὐκ ἄνευ φυσικῆς γέγονε διαφορᾶς. οὕτως οὖν καὶ ἐπὶ τῶν οὐρανίων, εἰ καὶ πᾶσι τὸ κυκλοφορούμενον ὑπόκειται σῶμα, ἀλλὰ πάλιν διαφοραί τινες οὐσιώδεις ἄλλοις ἄλλαι προσελθοῦσαι ἐποίησαν τὰ μὲν τὴν ἐπὶ τὰ ἡγούμενα κινεῖσθαι, τὰ δὲ τὴν ἐπὶ τὰ ἑπόμενα, καὶ ταύτην τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον· πάλιν τὰ μὲν αὐτῶν λαμπρότερά τέ ἐστι καὶ εἰλικρινέστερα, τὰ δὲ ἧττόν ἐστι τοιαῦτα. μάλιστα δέ, φησίν, ἡ μείωσις τούτων γίνεται ἐν τοῖς καταλήγουσιν εἰς τὸν ἀέρα καὶ τὸν περὶ γῆν κόσμον, ἀέρα καλῶν κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν πᾶν τὸ ἀπὸ τῆς γῆς σῶμα μέχρι τῆς σελήνης, ὅτι μὴ διακρίνειν τῇ ὄψει τούτου δυνάμεθα τὰς διαφοράς, καὶ ὅτι μήπω δέδειχε νῦν ἣν ἔχουσι πρὸς ἄλληλα τάξιν καὶ πρὸς τὸ ἄνω σῶμα τὸ πῦρ τε καὶ ὁ ἀήρ. καὶ τοῦτο λίαν ἀκολούθως τοῖς οὐρανίοις ὑπάρχειν εὔλογον· ὡς γὰρ τῆς γῆς ἐσχάτης οὔσης τὸ μετ’ αὐτὴν ὕδωρ εὐειδέστερόν ἐστιν αὐτῆς καὶ καθαρώτερον, καὶ τούτου πάλιν ὁ ἀήρ, καὶ τοῦ ἀέρος τὸ ὑπέκκαυμα, εὔλογον ἐκ τούτων ἀνιόντας καὶ ἐπὶ τῶν οὐρανίων τὴν αὐτὴν νομίζειν γίνεσθαι πρόοδον ἐπὶ τὸ εἰλικρινέστερον τῶν ἄνω χωρούντων ἀεὶ καὶ θειότερον. καὶ τοῦτο καὶ ἐκ τῆς σελήνης τεκμαίρεσθαι μάλιστα δεῖ, ἥτις οὐδὲ τὸ φῶς ἴδιον ἔχει, ἀλλ’ ἐξ ἡλίου πᾶν ἄλλοτε κατ’ ἄλλο τι μέρος αὐτῆς ἐρανιζόμενον· τὸ γὰρ οἰκεῖον αὐτῆς καὶ οὐσιῶδες φῶς ἐν ταῖς ἐκλείψεσιν ὁρᾶται λίαν ἀμυδρόν τι καὶ ἀνθρακῶδες καὶ τῶν ἄστρων πάντων ἔλαττον, ὡς ἐν αὐτῇ τῶν οὐρανίων ἀποπερατουμένων. ὅτι δὲ καὶ τῶν ἀστέρων ἄλλος διενήνοχεν ἄλλου μεγέθει τε καὶ φωτὶ καὶ τόποις, φανερόν. εἰ οὖν μὴ κατὰ συμβεβηκὸς γέγονε ταῦτα, δῆλον ὡς ἐκ τῆς οὐσιώδους αὐτῶν ὑπῆρξε διαφορᾶς. Πλατωνικὸς μὲν οὖν ἴσως τις ἀνὴρ ἐκ τῶν τεσσάρων συγκεῖσθαι νομίζων καὶ τὰ οὐράνια τὴν διάφορον τῶν τοιούτων αἰτιάσεται κρᾶσιν καὶ τὸ ἑκάστῃ τῶν κράσεων φυσικῶς ἐπιγενόμενον εἶδος· ὁ δὲ Ἀλέξανδρος Ἀριστοτελικὸς ὑπάρχων τὸ ἧττον εἰλικρινές φησι καὶ τὰς ἐν αὐτοῖς διαφορὰς οὐ τῷ μεμῖχθαί τι καὶ θνητῆς οὐσίας ἐκείνοις γίνεσθαι,2 ἀλλὰ διαφορὰς εἶναι ταύτας τοῦ ἁπλοῦ σώματος. καὶ γὰρ ἐπὶ τῶν τεσσάρων στοιχείων μᾶλλον τὸ ψυχρὸν ἐν ὕδατί ἐστιν ἤπερ ἐν γῇ, καὶ μᾶλλον μὲν τοῦ πυρὸς ξηρά ἐστιν ἡ γῆ, ἀλλ’ οὐχ ὑγρότητος μίξει τὸ πῦρ ἧττόν ἐστι ξηρόν· καὶ μᾶλλον μὲν τοῦ ἀέρος θερμόν ἐστι τὸ πῦρ, ἀλλ’ οὐ μίξει ψυχροῦ ἧττόν ἐστι θερμὸς ὁ ἀήρ· καὶ μᾶλλον μὲν ὑγρὸς ὁ ἀὴρ τοῦ ὕδατος, ἀλλ’ οὐ ξηροῦ μίξει τὸ ὕδωρ ἧττόν ἐστιν ὑγρὸν τοῦ ἀέρος. ἁπλᾶ γάρ ἐστι ταῦτα σώματα μὴ ἐξ ἄλλων συγκείμενα σωμάτων, συνιόντα δὲ πρὸς ἄλλων αὐτὰ γένεσιν ὡς στοιχεῖα.

“因此,关于这些事情的疑难就且以这种方式提出吧;让我们在既针对将要说明的事物又针对刚才谈及的事物作出规定的同时来讨论。因为我们说,上方直至月球的部分是不同于火和空气的物体;然而在其自身内部,一部分较纯净,另一部分则较少纯粹,并且具有差异,特别是在其终止于空气和大地的周围世界的区域。” 他再次提醒我们先前已经说过的事情——我指的当然是天体的实质究竟是什么。因为在确立了这一点之后,他也由此推导出了关于火与空气的秩序的事情,这些已被证明是紧随圆周运动的物体之后的。他说,因为从恒星天直至月球的部分(因为月球在圆周运动的物体中处于最后一位,因此它通过运行在其他每一个星辰之下而遮蔽了所有其他星辰,如金星、水星、太阳自身以及其余星辰)——因此我们说,这整个作圆周运动的物体既不是火性的,也不是空气性的,而是如先前已证明且我们现在再次提醒的那样,是除这些之外的另一种作圆周运动的物体的实质。他说,但就在这一物体本身内部,我们发现了多种差异。因为月下的诸物固然属于作直线运动的单一实质,但附加于其上的差异却使一部分向上运动,另一部分向下运动,并且在这些本身之中,一部分沿同一方向运动得较快,另一部分则较慢:向上运动时火比空气快,向下运动时土比水快,而这些并不是在没有本性差异的情况下发生的。因此在天体的情形中也是如此,即使作圆周运动的物体是所有天体的底层质料,但某些实质性的差异各自分别附加于不同的物体上,使得一部分向前运行,另一部分向后运行,且就这一运动而言,一部分较快,另一部分较慢;再者,它们中的一部分更明亮、更纯粹,另一部分则不那么如此。他说,这些性质的减损主要发生在终止于空气以及大地周围世界的那些部分中;按照常人的猜想,他把从大地直至月球的全部物体称为“空气”,因为我们无法用视力辨别其差异,并且因为他现在尚未证明火与空气彼此之间以及相对于上方的物体具有怎样的秩序。并且有理由认为这极其紧密连贯地属于天体:因为正如由于大地处于最底端,紧随其后的水比它更具形相且更纯净,而空气相对于水、引火物相对于空气又复如此,那么由此上升,有理由认为在天体的情形中也发生同样的进程,因为上方的事物总是通向更纯粹且更神圣者。而这一点尤其必须由月球来推断,月球甚至没有自身的固有光芒,而是在自身不同的部分轮番从太阳那里索取其全部光芒;因为在月食时所见到的它自身本有的、实质性的光芒是极其昏暗的、如木炭一般的,并且低于所有星辰,就如同天体在它这里达到终点一样。而星辰彼此之间在大小、光芒和位置上各有不同,这也是显而易见的。因此,如果这些不是出于偶性而产生,那么显而易见它们是源于它们实质性的差异。 因此,某位柏拉图主义者也许会认为天体也是由四大元素构成的,并把原因归咎于此类事物的不同混合以及自然附加于每种混合上的形式;但作为亚里士多德主义者的亚历山大则说,较少纯粹以及它们之中的差异,并不是由于某种会朽的实质混合在其中而产生的,而是由于这些正是单纯物体本身的差异。因为在四大元素中,冷在水中也比在土中更多,土比火更干燥,但火较少干燥并不是由于掺杂了湿气;火比空气更热,但空气较少热并不是由于掺杂了冷气;空气比水更湿,但水不如空气湿并不是由于掺杂了干燥。因为这些都是单纯物体,并非由其他物体构成,而是它们自身作为元素汇聚在一起以生成其他事物。

语法注2 条
  1. 1.24ἑτέρας παρὰ ταῦτα κυκλοφορικῆς σώματος οὐσίας

    属格名词短语 οὐσίας 作为不定式 εἶναι 的表语,起性质属格或所属属格的作用,解作“[我们说这一物体]属于/是除这些之外的另一种作圆周运动的物体的实质”。

  2. 1.24οὐ τῷ μεμῖχθαί τι καὶ θνητῆς οὐσίας ἐκείνοις γίνεσθαι

    带冠词的不定式与格 τῷ μεμῖχθαι 表示原因或理由。不定式的逻辑主语是带有部分属格 θνητῆς οὐσίας 的 τι,整个结构意为“并不是由于某种会朽的实质混合在其中[而发生]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:30.1-31.16