← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§28.24-29.37

空气化水假说与元素体积比例疑难

基于亚里士多德《气象学》340a32–35,探讨究竟是所有空气都能化为水,还是仅近地空气如水气一般的假说,并阐明若取后者则会导致元素间体积比例失衡的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22

" Ἢ οὖν οὐκ ἐξ ἅπαντος τοῦ ἀέρος πέφυκεν ὕδωρ γίνεσθαι, ἢ εἰ ὁμοίως ἐξ ἅπαντος, ὁ περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν ἀλλ’ οἷον ἀτμίς, διὸ πάλιν συνίσταται εἰς ὕδωρ." Ὡς ἐν ἀπορίᾳ δείξας1 ὅτι μὴ ἐκ παντὸς ἀέρος αἱ τῶν νεφῶν γίνονται συστάσεις, ὅπερ ἄν τις εἶπε προχείρως ὑπαντῶν πρὸς τὰ εἰρημένα, τοῦτο τίθησι καὶ διελέγχει. εἴποι γὰρ ἄν τις, ὡς εἰ μὴ πανταχῇ συνίστανται τὰ νέφη, οὐ πᾶς ὁ ἀὴρ πέφυκε μεταβάλλειν εἰς ὕδωρ. τοῦτο δὲ ἀποκληρωτικόν τε καὶ ἄλογον καὶ ἐν τοῖς ἔμπροσθεν ἐληλεγμένον θήσει· ὁμοίως γὰρ ἐκ παντὸς ὕδωρ γενέσθαι δυνατὸν διὰ τὸ μίαν εἶναι τοῦ παντὸς ἀέρος τὴν φύσιν, ἢ οὐκ ἔστι καθαρὸς ὁ περὶ τὴν γῆν ἀήρ, ἐν ᾧ τὰ νέφη συνίσταται, οὐδὲ τοιοῦτος οἷος ὁ ἀνωτάτω, ἐν ᾧ μὴ γίνεται νέφη, ἀλλ’ οἷον ἀτμίς, ἐξ ἧς τὰ νέφη συνίσταται, καὶ τὸ ὅλον τοῦτο ὑδατώδης ἀήρ. μέση γάρ ἐστιν ἀέρος καὶ ὕδατος ἡ ἀτμίς, ὁδὸς οὖσα καὶ οἷον γένεσις ἐκ θατέρου εἰς θάτερον, ἐξ ἀέρος μὲν εἰς ὕδωρ παχυνομένου (τοῦτο δ’ ἔστιν ἡ ἀτμίς, παχὺς ἀήρ) ἐξ ὕδατος δὲ πάλιν εἰς ἀέρα λεπτυνομένου· ἡ γὰρ ἀτμὶς ὕδατος μέν ἐστι λεπτοτέρα, ἀέρος δὲ παχυτέρα. διὰ τί δὲ ὁ τῆς γῆς αὐτῆς κατὰ συνέχειαν ἁπτόμενος οὐκ ἐκνεφοῦται, καίτοι γε καὶ αὐτὸς ἀτμιδώδης ὤν, ἔφθασε τὴν αἰτίαν ἀποδοὺς τὴν ἐκεῖ γινομένην τῶν ἀκτίνων ἀνάκλασίν τε καὶ πύκνωσιν ἐκθερμαίνουσαν αὐτὸν καὶ διαλύουσαν. ταύτην δὲ τὴν ἐπίλυσιν πάλιν ἐλέγχων οὕτω γέγραφεν.

“因此,要么水并非天生能由所有的空气产生;要么,如果同样能由所有的[空气]产生,那么大地周围的[空气]就不仅是空气,而且如水气一般,因而它又凝结为水。” 他在疑难中指明了云的凝结并非来自所有空气之后,便提出并驳斥了某人针对上述说法可能随手作出的回答。因为有人可能会说,既然云并非处处凝结,那么就不是所有的空气都天生能转化为水。但他将断定这是随意的、不合逻辑的,并且在先前已被驳斥;因为要么由于所有空气的本性如一,水同样能够由所有[空气]产生;要么大地周围云在其中凝结的空气不是纯净的,也不像没有云生成的最高处[的空气]那样,而是如水气一般,云正由此凝结而成,且这整个部分都是水质的空气。因为水气介于空气与水之间,是两者互变的一种通道和生成过程,由空气增厚浓缩为水(这便是水气,即浓厚的空气),又反过来由水稀释变为空气;因为水气虽比水更稀薄,却比空气更浓厚。至于为什么与大地本身连续相接的[空气]虽然自身也是水气状的,却不化为云,他此前已经给出了原因,即在那里发生的光线反射与密集加热了它并使其消散。但他再次驳斥这一解决方案,这样写道:

§1.23

"Ἀλλὰ μὴν εἰ τοσοῦτος ὢν ὁ ἀὴρ ἅπας ἀτμίς ἐστι, δόξειεν ἂν πολὺ ὑπερβάλλειν ἡ τοῦ ἀέρος φύσις καὶ ἡ τοῦ ὕδατος, εἴπερ τά τε διαστήματα τῶν ἄνω πλήρη ἐστὶ σώματός τινος, καὶ πυρὸς μὲν ἀδύνατον διὰ τὸ κατεξηράνθαι ἂν τἆλλα πάντα, λείπεται δ’ ἀέρος καὶ τοῦ περὶ τὴν γῆν ἅπασαν ὕδατος·2 ἡ γὰρ ἀτμὶς ὕδατος διάκρισίς ἐστι." Καλῶς ἐνταῦθά φησιν ὁ Ἀλέξανδρος ἐνδεῖν τῷ ἅπας ὁ ἀὴρ τὸ ὁ περὶ τὴν γῆν,3 ἵν’ ᾖ ἅπας ὁ περὶ τὴν γῆν ἀήρ· περὶ τούτου γὰρ εἶπεν. ὁ περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν, ἀλλ’ οἷον ἀτμίς· ἐντεῦθεν γὰρ καὶ ἡ ἀπορία προῆλθε, διὰ τί μὴ ἐν ἑκάστῳ μέρει τοῦ ἀέρος νέφη συνίστανται, ἀλλ’ ἐν μόνῳ τῷ περὶ τὴν γῆν. εἰ οὖν ὁ μὲν περὶ τὴν γῆν ἅπας ἀτμίς ἐστι, ταὐτὸν δὲ εἰπεῖν ὕδωρ λεπτομερὲς καὶ οὐ διακεκριμένον, ὁ δὲ ὑπὲρ τοῦτον καθαρὸς ἀήρ, πρὸς τούτῳ δὲ καὶ τὸ μεταξὺ τῶν ἄστρων σῶμα, ταὐτὸν δὲ εἰπεῖν τὸ τῶν ὀκτὼ σφαιρῶν ἅπαν διάστημα πάλιν ἐστὶν ἀήρ (πῦρ γὰρ εἶναι τοῦτο τῶν ἀδυνάτων ἐδείχθη· κατεφλέχθη γὰρ ἂν ἤδη πάντα τῇ τοῦ μεγέθους ἀσυμμετρίᾳ) τούτων οὕτως ἐχόντων ὑπερβάλλει τὴν πρὸς τὰ λοιπὰ τρία συμμετρίαν ὁ ἀήρ τε καὶ τὸ ὕδωρ. ἀὴρ μὲν γὰρ τό τε ὑπὲρ τὰ νέφη πᾶν ἐστι καὶ τὸ τῶν σφαιρῶν σῶμα πᾶν· τὸ δὲ ὕδωρ οὐχ ἅπαντα ὑπερβάλλει, ἀλλὰ μόνην τὴν γῆν, ἐπεὶ καὶ τὸ ἀπὸ τῶν νεφῶν μέχρι τῆς γῆς ὕδωρ ἐστὶ λεπτομερές (τοιοῦτον γὰρ ἡ ἀτμίς) καὶ τὸ ἐν τοῖς κοιλώμασιν αὐτῆς ἐναπειλημμένον. τοσοῦτον ὑπάρχον ὕδωρ ὑπερβάλλει τῇ δυνάμει τε καὶ τῷ ὄγκῳ τὴν γῆν· τὸ γὰρ πῦρ οὐχ ὑπερέξει, εἴπερ ἅπαντα εἴη τὰ ἄστρα πυρός. οὐκοῦν ὁ μὲν ἀὴρ ὑπερβάλλει πάντα, τὸ δὲ ὕδωρ μόνην τὴν γῆν, τὸ δὲ πῦρ οὐ πρὸς μόνην ἀσύμμετρον ἔσται τὴν γῆν, εἴπερ καὶ μόνος ὁ ἥλιος αὐτῆς ἐστιν ἑκατονταεβδομηκονταπλασίων, ἀλλὰ καὶ πρὸς τὸ ὕδωρ ἀσύμμετρον ἔσται· τί γὰρ ἂν εἴη τὸ μέχρι τῆς τῶν νεφῶν συστάσεως ὕδωρ μετὰ τοῦ ἐναπειλημμένου τῇ γῇ πρὸς τὰ τηλικαῦτα καὶ τοσαῦτα μεγέθη τῶν ἄστρων, εἴπερ καὶ τῶν ἄλλων τινὰ τῆς γῆς ἅμα καὶ τοῦ συναπειλημμένου ὕδατος ἐδείχθη μείζονα; καὶ τοῦτο οὖν διαλυσάμενος ἐπὶ τὰ δοκοῦντα αὐτῷ μέτεισιν ἐντεῦθεν. ἡ δὲ λύσις τῆς προκειμένης ἀπορίας οὐ μόνον αὐτὸ τοῦτο διαρθρώσει τὸ πρόβλημα, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα λέγεσθαι φανεῖται χρήσιμος.

“然而,如果如此巨量的全部空气都是水气,那么空气的本性与水的本性似乎将大大过量,如果上方诸区之间的间隔确实充满了某种物体,而充满了火是不可能的,因为其他一切都会被烤干,那么剩下的就是[充满了]空气以及遍及全地的水;因为水气乃是水的分离。” 在此,亚历山大恰当地指出,“全部空气”中缺少了“大地周围的”,以便成为“大地周围的全部空气”;因为他正是对此说道:“大地周围的[空气]不仅是空气,而且如水气一般”。因为疑难也正是由此而生:为何云不在空气的每一个部分凝结,而仅在围绕大地的那一部分凝结?因此,如果大地周围的[空气]全部都是水气——也就是微细颗粒且未分离的水——而在它之上的则是纯净空气,并且在此之外,星辰之间的物体——也就是八个天球的全部间距——又都是空气(因为已经证明这绝不可能是火,否则由于体积的不均等,一切早已被焚毁),既然这些情况是这样,那么空气与水就超出了相对于其余三者的均等比例。因为在云层之上的所有一切以及天球的全部物体都是空气;而水并不超出所有事物,仅超出大地,因为从云层直至大地的也是微细颗粒的水(水气即是如此),在大地凹陷处被包容的也是[水]。存在如此之多的水,无论在能力上还是在体积上都超出了大地;因为如果星辰全都是火,它就不会超出火。因此,空气超出所有事物,而水仅超出大地,并且火不仅相对于大地是不成比例的——如果仅太阳就是大地的百七十倍——而且相对于水也是不成比例的;因为假使其他某些星辰也已被证明大于大地及其所包容的水的总和,那么直至形成云层的这部分水加上大地中所包容的水,相对于星辰如此巨大且繁多的体积,又算得了什么呢?因此,在消解了这一点之后,他便从这里转入阐述他自己的见解。而对所提出疑难的解答,不仅将阐明这一问题本身,而且还将证明对今后要讲的内容是有益的。

语法注3 条
  1. 1.22Ὡς ἐν ἀπορίᾳ δείξας

    连词 ὡς 修饰过去时分词 δείξας,表示以疑难的方式进行讨论的语境设定,其后的 ὅτι 从句表达其具体内容。

  2. 1.23λείπεται δ’ ἀέρος καὶ τοῦ περὶ τὴν γῆν ἅπασαν ὕδατος

    无人称动词 λείπεται 承接前文 πλήρη ἐστὶ 所支配的属格,后接属格 ἀέρος...,构成承前省略结构,意为“剩下的便是[这些间隔充满了]空气与水”。

  3. 1.23ἐνδεῖν τῷ ἅπας ὁ ἀὴρ τὸ ὁ περὶ τὴν γῆν

    受 φησιν 支配的间接引语中,不定式 ἐνδεῖν(欠缺)支配与格短语 τῷ ἅπας ὁ ἀὴρ(在“全部空气”这一短语中),并以宾格短语 τὸ ὁ περὶ τὴν γῆν(“大地周围的”这一短语)为主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:28.24-29.37