← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§3.21-4.33

自然学诸著作的次序与开篇字句的释义

斐洛波诺斯根据《气象学》开篇(338a20)的陈述,阐明了亚里士多德各部自然学著作(《物理学》《论天》《论生成与毁灭》《气象学》)依照普遍性、单纯性与空间层次所确立的编排次序,随后对引文中“自然的第一原因”与“自然的运动”等措辞进行了精细审析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

" Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ περὶ πάσης κινήσεως φυσικῆς, ἔτι δὲ περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν, πόσα τε καὶ ποῖα, καὶ τῆς εἰς ἄλληλα μεταβολῆς, καὶ περὶ γενέσεως καὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον." Εὐθὺς ἐν ἀρχῇ τὰς φυσικὰς ἑαυτοῦ πραγματείας ἀπαριθμεῖται, ὅσαι τῶν μετεωρολογικῶν ἐν τάξει φυσικῇ προηγήσαντο, πρώτην μὲν εἶναι λέγων τὴν Φυσικὴν καλουμένην ἀκρόασιν τὸ κοινὸν ὄνομα τῶν φυσικῶν ὡς ἴδιον ἀποκληρωθεῖσαν1 διὰ τὸ περὶ τῶν κοινῶν ἀρχῶν τῶν φυσικῶν ἁπάντων διδάσκειν, ὅθεν καὶ πασῶν προηγεῖται, δευτέραν τὴν Περὶ οὐρανοῦ. οὐρανὸν δὲ τοῖς παλαιοῖς καὶ τὸν ὅλον κόσμον ὀνομάζειν ἔθος, ὡς καὶ Πλάτων “ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν” ἐν Τιμαίῳ φησί. δευτέραν δὲ τάξιν εἰκότως εἴληφεν· ἐκείνης γὰρ καὶ περὶ τῶν ἀρχῶν τῶν πρώτων διαλαβούσης ὕλης καὶ εἴδους ἡ Περὶ οὐρανοῦ περὶ τῶν προσεχῶς ἐκ τούτων συντεθέντων διαλαμβάνει σωμάτων, ἐκ τούτων μὲν ὡς ἐκ πρωτίστων στοιχείων συντεθέντων, ἁπλῶν δὲ ὄντων ὡς ἐν σώματι.2 καὶ τὰ οὐράνια γὰρ ἐξ ὕλης εἰσὶ κατ’ αὐτὸν τοῦ πέμπτου σώματος κοινῶς τοῖς οὐρανίοις ὑποκειμένου πᾶσι καὶ τοῦ ἐπιτεθέντος εἴδους αὐτοῖς, ἐξ ὧν γέγονεν ἥλιος, σελήνη, τῶν ἀστέρων ἕκαστος καὶ τοῦ χύματος αὐτοῦ τῶν σφαιρῶν ἡ οὐσία. διδάσκει δὲ καὶ περὶ τῶν τεσσάρων στοιχείων· ἁπλᾶ γὰρ ὡς ἐν σώματι καὶ ταῦτα προσεχῶς ἐξ ὕλης καὶ εἴδους συγκείμενα, τὰ δὲ ἐκ τούτων συντεθέντα λοιπὸν ζῷα καὶ φυτὰ καὶ μέταλλα ὑστερογενῆ τὴν φύσιν καὶ μερικωτέραν κεκλήρωται. καὶ ἄλλως ἐπειδὴ καὶ τὰ γινόμενα καὶ φθειρόμενα τῇ εἰς ἄλληλα μεταβολῇ τῶν μὴ οὕτως ἐχόντων δεύτερά τέ ἐστι καὶ ἀτιμότερα, δικαίως οὖν τῶν ἄλλων ἁπάντων τὴν Περὶ οὐρανοῦ προτέταχε πραγματείαν, ἐν ᾗ περὶ τῶν κυκλοφορουμένων σωμάτων ἐδίδαξεν, ἐν οἷς οὐδὲ φθορά τις οὐδὲ γένεσις οὐδὲ μεταβολὴ τούτων εἰς ἄλληλα φαίνεται. τρίτη μετὰ ταύτην ἡ Περὶ γενέσεως ἐστι καὶ φθορᾶς, μερικωτέρα μὲν ἢ κατὰ τὰς προειρημένας,3 καθολικωτέρα δὲ τῶν ἑξῆς ἁπασῶν· ἐν ταύτῃ γὰρ περὶ πάσης ἁπλῶς γενέσεως διδάσκει καὶ φθορᾶς, τίς τέ ἐστι καὶ τί τῶν ἄλλων μεταβολῶν διενήνοχε, καὶ ὅσα τούτοις ἐστὶν ἀκόλουθα. τετάρτην ἐπὶ ταύταις τὴν τῶν Μετεώρων τέταχεν· ἐπειδὴ γὰρ καὶ ταῦτα τῶν γινομένων ἐστὶ καὶ φθειρομένων, εἰκότως ὑστέρα μὲν τῆς περὶ γενέσεως ἁπάσης καὶ φθορᾶς διδασκούσης τετάξεται, προηγήσεται δὲ τῶν λοιπῶν ἁπασῶν, τῆς περὶ ζῴων λέγω καὶ φυτῶν καὶ μετάλλων. εἰ γὰρ ἡ περὶ τῶν οὐρανίων διδάσκουσα σωμάτων προτέτακται δικαίως, ἀκόλουθον ἦν τοῖς περὶ ζῴων καὶ φυτῶν τὰ μετεωρολογικὰ προηγεῖσθαι ὡς ὑπερανεστηκότα μὲν τῶν ἐπὶ γῆς, τοῖς οὐρανίοις δὲ τῷ τόπῳ πλησιάζοντα. ἡ μὲν οὖν τῶν εἰρημένων φυσικῶν πραγματειῶν συνέχειά τε καὶ τάξις συντόμως εἰπεῖν τοιαύτη καὶ οὕτως ἔχουσα· ἴδωμεν δὲ καὶ τῆς λέξεως τὴν ἀκρίβειαν. τῶν πρώτων μὲν οὖν αἰτίων φησὶ τῆς φύσεως, ἐπειδὴ πρώτιστα τῶν φυσικῶν αἴτια πάντων ὕλη καὶ εἶδος. ἔστι γὰρ καὶ ἄλλα προσεχέστερα τῶν φυσικῶν αἴτια, κοινὰ μὲν τῶν συνθέτων ἁπάντων 〈τὰ〉 τέσσαρα στοιχεῖα, προσεχέστερα δὲ καὶ εἰδικώτερά τινων τὸ σπέρμα μὲν ἐν τοῖς ἐκ σπέρματος τὴν γένεσιν ἔχουσι, τὸ δὲ τούτῳ πάντως ἀνάλογον ἐν τοῖς λοιποῖς. καὶ τὰ συναίτια δέ, χρόνον καὶ τόπον καὶ κίνησιν, ἐν τῇ αὐτῇ παρέδωκε πραγματείᾳ. καὶ περὶ πάσης δὲ κινήσεως φυσικῆς ἐν τοῖς ὑστέροις αὐτῆς τέσσαρσι λόγοις διείλεκται, τῆς τε ἐπ’ εὐθείας λέγω καὶ τῆς κύκλῳ. φυσικῆς δέ φησι διὰ τὰς ψυχικὰς καὶ προαιρετικὰς κινήσεις, οἷαί πέρ εἰσιν αἱ τῶν ζῴων, τάς τε ὑπὸ τέχνης ἢ βίας τινὸς γινομένας.

“关于自然的第一原因,关于一切自然的运动,再者关于按照上方运行而整饬的天体,关于物体的元素,它们有多少以及是何种性质,关于它们的相互转变,以及关于共同的生成与毁灭,之前已经谈过。” 他在开篇随即列举了他自己的物理学著作中按自然学次序先于《气象学》的那些,他说第一部是被称作《物理学》的著作,它之所以将自然事物的共同名称据为自身的专称,是因为它讲授关于一切自然事物的共同本原,因而它也先于所有著作;第二部是《论天》。对于古人而言,将整个宇宙也称为“天”是一种习惯,正如柏拉图在《蒂迈欧篇》中也说:“我们称之为天或宇宙的”。这部著作理所当然地获得了第二的位置;因为在前一部著作论及最初的本原即质料与形式之后,《论天》论及直接由这些构成的物体,虽然它们由这些作为最先的元素构成,但就物体而言却是单纯的。因为根据他的观点,天界事物也是由质料构成的——第五种物体作为天界一切事物的共同底层——以及附加于它们的形式构成,由此形成了太阳、月亮、各颗星辰,以及天球弥散体本身的实质。他也讲授了关于四元素的内容;因为直接由质料和形式构成的这些元素,就物体而言也是单纯的,而随后由这些复合而成的动物、植物和矿物,则获得了后生的、更为特殊的本性。在另一方面,由于通过相互转变而生成与毁灭的事物,比起不处于这种状态的事物是居于次位且更为低劣的,因此他理所当然地把《论天》置于所有其他著作之前,他在其中讲授了做圆周运动的物体,在这些物体中既未显现出任何毁灭,也未显现出任何生成或它们之间的相互转变。排在它之后的第三部是《论生成与毁灭》,它比起前述著作而言更为特殊,但比起随后的一切著作而言更为普遍;因为在这一著作中,他讲授关于一切无条件的生成与毁灭,它是什么,与其他的转变有何不同,以及随之而来的一切事物。在这些之后,他将《气象学》排在第四位;因为既然这些事物也属于生成与毁灭的事物,它理所当然会被排在讲授一切生成与毁灭的著作之后,却会先于其余所有的著作,即我所说的关于动物、植物和矿物的著作。因为如果讲授天界物体的著作理所当然地被置于前列,那么气象事物先于关于动物和植物的著作就是合乎逻辑的,因为它们高耸于地上事物之上,但在场所上邻近天界事物。因此,简而言之,所提及的这些物理学著作的连贯性与次序便是如此且处于这种状态;但让我们也来看一下文字的精当之处。他说“自然的第一原因”,是因为一切自然事物最首要的原因就是质料与形式。因为对于自然事物还有其他更为直接的原因,即对于一切复合事物而言共同的四元素,以及对于某些事物而言更为直接且更为特有的原因,例如在从种子获得生成的事物中的种子,以及在其余事物中与此完全相对应者。对于辅助原因,即时间、场所和运动,他也在同一部著作中作了传授。关于“一切自然的运动”,他在该书后四卷中也作了详尽讨论,即我所说的直线运动和圆周运动。他说“自然的”,是为了排除源于灵魂和意图的运动(比如动物的运动),以及由技艺或某种强力所引起的运动。

语法注3 条
  1. 1.1τὸ κοινὸν ὄνομα τῶν φυσικῶν ὡς ἴδιον ἀποκληρωθεῖσαν

    阴性单数宾格分词 ἀποκληρωθεῖσαν 修饰前文的 τὴν Φυσικὴν καλουμένην ἀκρόασιν。该结构为双宾动词被动态保留宾语的用法,表明原本作为自然事物/著作通称的名词(τὸ κοινὸν ὄνομα)被赋予该书作为其专称(ὡς ἴδιον)。

  2. 1.1ἁπλῶν δὲ ὄντων ὡς ἐν σώματι

    短语 ὡς ἐν σώματι 限制性地修饰属格分词结构 ἁπλῶν ὄντων(指代物体 σωμάτων)。介词短语结合 ὡς 起到限定作用,意为“在物体的范围内/就物体而言是单纯的”,以区别于如质料和形式等绝对无形而单纯的本原。

  3. 1.1μερικωτέρα μὲν ἢ κατὰ τὰς προειρημένας

    比较级 μερικωτέρα(更为特殊的)后接连词 ἤ 与介词短语 κατὰ τὰς προειρημένας,构成标准比较句式,表示比较的标准:“比起根据前述诸著作的标准而言更为特殊”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:3.21-4.33