← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§2.20-3.20

题名的缘由与全书四卷的划分

约翰·斐洛庞诺解释了本著作题为《气象学》的缘由,概述了全书四卷的划分及各卷探讨的气象现象(由两种发散物在高空及地下产生的现象),从而结束了其序论部分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#2

ἐπιγέγραπται δὲ Μετεωρολογικά, ἐπειδήπερ τὰ περὶ ὧν ἐν τούτοις ποιεῖται τὴν θεωρίαν ἐν τῷ μεταξὺ γῆς καὶ οὐρανοῦ τόπῳ συμβαίνουσι. κἂν γὰρ περί τινων περὶ γῆν ἢ ὑπὸ γῆν συνισταμένων ἐν τούτοις διδάσκῃ, ἀλλὰ πρῶτον μὲν ἐκ τοῦ πλείονος τὴν προσηγορίαν τῇ προκειμένῃ τίθησι πραγματείᾳ, δεύτερον ὅτι1 καὶ τούτοις ἡ αὐτὴ ὑπόκειται ὕλη, φημὶ δὴ τὴν ἀτμιδώδη καὶ τὴν καπνώδη ἀναθυμίασιν, ἥτις ἀναθέουσα μέν, διὸ καὶ ἀναθυμίασις ὠνομάσθη, τὰ ἐν τῷ μετεώρῳ πάθη γεννᾷ, ἐναποκλειομένη δὲ κάτω τὰ ὑπὸ γῆν. διεῖλε δὲ τὴν προκειμένην ὑπόθεσιν εἰς τμήματα τέσσαρα. ὧν ἐν μὲν τῷ πρώτῳ διδάξας περὶ τῶν μεταξὺ γῆς καὶ οὐρανοῦ σωμάτων ὅτι τὰ μετὰ τὴν γῆν καὶ τὸ ὕδωρ ὁ ἀήρ ἐστι καὶ τὸ ὑπέκκαυμα, ἐν οἷς πάντα τὰ ἐν τῷ μετεώρῳ συμβαίνουσι, ζητήσας δὲ καὶ εἰ μὴ τῆς τοῦ πυρὸς οὐσίας ἐστὶν ὁ ἥλιος, πόθεν ἡ ἐξ αὐτοῦ τοῖς τῇδε γινομένη θερμότης, καὶ ὡς ἐξ ὕδατος καὶ γῆς διακρινομένων τῇ ἐξ ἡλίου θερμότητι δύο γεννῶνταί τινες ἀναθυμιάσεις, ἐκ μὲν τῶν ὑδάτων ἡ ἀτμιδώδης, ἐκ δὲ τῆς γῆς ξηρά τε καὶ καπνώδης, ἐξ ὧν πάντα τὰ ἐν τοῖς μετεώροις γινόμενα πάθη συμβαίνουσι, ταῦτα προειρηκὼς ὡς συντελοῦντα τοῖς ἑξῆς ἐπ’ αὐτὴν ἤδη τὴν διδασκαλίαν τῶν ἄνω συνισταμένων παθημάτων προέρχεται.2 καὶ πρῶτον περὶ τῶν ἐκ τῆς ξηρᾶς γινομένων ἀναθυμιάσεως διδάσκει, καὶ ἐπειδὴ τούτων τὰ μέν ἐστιν ὀλιγοχρόνια, τὰ δὲ πλείονα χρόνον ὑπομένοντα φαίνεται, πρῶτον περὶ τῶν ὀλιγοχρονίων ποιεῖται τὸν λόγον. ταῦτα δέ ἐστιν αἱ καλούμεναι φλόγες καὶ οἱ διαθέοντες ἀστέρες αἶγές τε καὶ δαλοὶ χάσματά τε καὶ βόθυνοι, μετὰ δὲ ταῦτα περὶ τῶν πολυχρονίων, κομητῶν τε καὶ τοῦ καλουμένου γάλακτος, εἶτα μέτεισιν ἐντεῦθεν περὶ τῶν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως γινομένων, νεφῶν λέγω καὶ ὁμίχλης ψεκάδων τε καὶ ὑετοῦ, δρόσου καὶ πάχνης χαλάζης τε καὶ χιόνος καὶ κρυστάλλου, καὶ τέλος περὶ ποταμῶν διδάξας (καὶ αὐτοὶ γὰρ ἐξ ὑετῶν τὴν γένεσιν ἔχουσι) τὸν πρῶτον καταπαύει λόγον. ἐν δὲ τῷ δευτέρῳ περὶ τῆς θαλάσσης εἰπὼν μέτεισι πάλιν ἐπὶ τὰ λοιπὰ πάθη τῶν ἐκ τῆς ξηρᾶς γινομένων ἀναθυμιάσεως, τουτέστιν ἀνέμων καὶ σεισμῶν βροντῶν τε καὶ ἀστραπῶν, καὶ ἐν τούτῳ τὸ δεύτερον περαιοῦται βιβλίον. ἐν δὲ τῷ τρίτῳ περί τε τῶν λοιπῶν παθῶν τῶν συμβαινόντων τοῖς πνεύμασι, τίς τε ὁ ἐκνεφίας ἐστὶν ἄνεμος καὶ οἱ τυφῶνες καὶ οἱ πρηστῆρες, καὶ πῶς τούτων ἕκαστος γίνεται, περί τε κεραυνῶν βροντῶν τε καὶ ἀστραπῶν, εἶτα περὶ ἅλω καὶ ἴριδος καὶ παρηλίων καὶ ῥάβδων. τοσαῦτα μὲν οὖν ἐν τοῖς τόποις τοῖς ὑπὲρ τὴν γῆν ἐκ τῶν δύο συμβαίνουσιν ἀναθυμιάσεων, τῆς ἀτμιδώδους τε καὶ τῆς καπνώδους, περὶ ὧν ἐν τοῖς τρισὶ διδάσκει λόγοις. ἐν δὲ τῷ τετάρτῳ ὅσα ὑπὸ τῶν αὐτῶν πάλιν ἐγκατακλειομένων γίνεται τῇ γῇ, ὧν τὰ μέν ἐστιν ὀρυκτὰ τὰ δὲ μεταλλικά, διδάσκει. ὡς τὸ σύμπαν τῆς μετεωρολογικῆς πραγματείας εἶναι συγγενὲς περὶ τῶν συμβαινόντων3 ὑπὸ τῶν δύο ἀναθυμιάσεων εἴτε ἐναποκλειομένων τῇ γῇ εἴτε ὑπὲρ αὐτὴν ἀναθεουσῶν· ἐξ οὗ καὶ μετεωρολογικὴν τὴν πραγματείαν ὠνόμασε. τούτων ἱκανῶς εἰρημένων ἡμῖν ἐπ’ αὐτὴν δὴ τῆς πραγματείας χωρήσωμεν τὴν ἐξέτασιν.

本书题为《气象学》,是因为他在这些卷中所考察的对象,都发生在天地之间的场所。因为纵使他在本书中也讲授关于在大地周围或地下形成的某些事物,但他首先是根据其中较大的部分为目下的著作确立名称,其次是因为对于这些事物而言也是同样的质料作为底层,即我所说的汽状与烟状的发散物,这种发散物由于向上奔涌——正因如此它也被称为发散物——而产生高空场所中的诸受动,而封闭在下方则产生地下的受动。他将目下的论题分成了四个部分。在第一部分中,他先教授了关于天地之间的物体,即紧随水和大地之后的是空气与可燃层,高空场所中的所有受动都在其中发生;并且探讨了如果太阳不属于火的实质,由它对这里的物类所产生的热量源自何处,以及随着水和大地被来自太阳的热量分离开来,如何产生出两种发散物,即从水中产生汽状发散物,从大地产生干燥且烟状的发散物,由此发生高空场所中产生的一切受动——在预先说明了这些有助于后文理解的内容之后,他随即进入对上方构成的受动本身的教授。首先他教授关于由干燥发散物产生的事物,由于其中有些是短暂的,另一些则显出能持续较长时间,因此他首先论述短暂的事物。这些就是所谓的火焰、流星、“山羊”、火炬、裂缝和凹坑,在此之后论及持续较久的事物,即彗星和所谓的银河;随后他由此转到由潮湿发散物产生的事物,即我所说的云、雾、细雨、降雨、露、霜、冰雹、降雪和冰,最后在教授了关于河流的内容之后(因为河流也是从降雨中获得生成的),他结束了第一卷的论述。在第二部分中,他在谈论了海洋之后,再次转入由干燥发散物所产生的其余受动,即风、地震、雷鸣和闪电,并在本部分中结束了第二卷。在第三部分中,他论述了风所发生的其余受动,即暴风是什么样的风,旋风和热风旋暴是什么,以及它们各自如何产生,并论及雷霆、雷鸣和闪电,随后论及晕轮、彩虹、幻日和光柱。因此,在大地上方的诸场所中,由汽状和烟状这两种发散物产生的现象便有这么多,他在前三卷中就对此进行了讲授。而在第四部分中,他讲授由同样的发散物再次被封闭在大地中所产生的一切事物,其中一些是采掘矿物,另一些是冶金矿物。由此,气象学著作的整体,就关于由两种发散物——无论封闭在大地中还是奔涌在其上方——所产生的诸事物而言,构成了一个同类的整体;正因如此他也将本著作命名为《气象学》。在我们对这些内容作了充分说明之后,就让我们进入对著作本身的考察吧。

语法注3 条
  1. 1.0κἂν γὰρ περί τινων περὶ γῆν ἢ ὑπὸ γῆν συνισταμένων ἐν τούτοις διδάσκῃ, ἀλλὰ πρῶτον μὲν ἐκ τοῦ πλείονος τὴν προσηγορίαν τῇ προκειμένῃ τίθησι πραγματείᾳ, δεύτερον ὅτι

    在让步从句(κἂν... διδάσκῃ)之后,连词 ἀλλά 引导主句以示转折(“即使……然而……”)。主句中并列了两个表达原因的成分:第一项是带介词短语 ἐκ τοῦ πλείονος(“根据较大部分”)的限定动词结构(τίθησι),第二项则是由 ὅτι 从句引导的原因/名词性结构,构成了 πρῶτον μὲν... δεύτερον ὅτι... 的并列对应。

  2. 1.0ὧν ἐν μὲν τῷ πρώτῳ διδάξας... ζητήσας δὲ... ταῦτα προειρηκὼς... ἐπ’ αὐτὴν ἤδη τὴν διδασκαλίαν τῶν ἄνω συνισταμένων παθημάτων προέρχεται

    这是一个复杂的延置句式,主句动词 προέρχεται(“进入/前行”)之前承载了一连串过去分词短语(διδάξας, ζητήσας, προειρηκώς)。由 διδάξας 统辖的 ὅτι 从句以及由 ζητήσας 统辖的间接疑问从句(εἰ μή..., πόθεν..., καὶ ὡς...)所展开的长篇内容,被概括性分词短语 ταῦτα προειρηκὼς ὡς συντελοῦντα τοῖς ἑξῆς(“在预先说明了这些有助于后文的内容之后”)所总括,进而平稳过渡到主句动词 προέρχεται。

  3. 1.0ὡς τὸ σύμπαν τῆς μετεωρολογικῆς πραγματείας εἶναι συγγενὲς περὶ τῶν συμβαινόντων

    此为 ὡς + 不定词(εἶναι)构成的结果/推论句式,意为“以至于/由此使得……构成一个同类的整体”,用来引出基于前述四卷划分的总结性断言。谓语形容词 συγγενές 为中性单数,与主语 τὸ σύμπαν(“整体”)在性数上一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:2.20-3.20