← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§4.34-5.28

气象现象的无序性与比较级表述的解释

针对亚里士多德将气象学研究对象规定为“比起物体的第一元素的运动更为无序”之处(338a25),约翰·斐洛庞诺斯立足于天界的绝对规则性,分析了该比较级表述的句法与语义解读(仅作单纯的无序解,抑或气象现象彼此间的比较)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#1

" Λοιπὸν δέ ἐστι μέρος τῆς μεθόδου ταύτης ἔτι θεωρητέον, ὃ πάντες οἱ πρότεροι μετεωρολογίαν ἐκάλουν· ταῦτα δέ ἐστιν, ὅσα συμβαίνει κατὰ φύσιν μέν, ἀτακτοτέραν μέντοι τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων κινήσεως,1 περὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ φορᾷ τῇ τῶν ἄστρων, περί τε γάλακτος καὶ κομητῶν καὶ τῶν ἐκπυρουμένων καὶ κινουμένων φασμάτων, ὅσα τε θείημεν ἂν ἀέρος εἶναι κοινὰ πάθη καὶ ὕδατος." Τῆς φυσικῆς μεθόδου λοιπὸν εἶναι μέρος φησὶ τὸ μετεωρολογικόν, ὡς πρὸς τὴν ἀκολουθίαν τῶν ἤδη προειρημένων ὕστερον μὲν ἐκείνων τῇ τάξει, οὐ μέντοι πάντων ἔσχατον ὑπάρχον· καὶ γὰρ μετὰ τοῦτο λείπεται τῇ φυσικῇ μεθόδῳ ἡ περὶ ζῴων καὶ φυτῶν καὶ μετάλλων πραγματεία. τίνα δέ ἐστι τὰ ἐν τῷ μετεώρῳ συμβαίνοντα, προστίθησι γενικώτερον· ὅσα συμβαίνει, φησί, κατὰ φύσιν μέν, ἀτακτοτέραν δὲ τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων κινήσεως. πέμπτον δὲ στοιχεῖον τῶν σωμάτων φησὶ τὸ πέμπτον, ἐξ οὗ τὰ κατ’ οὐρανὸν ἅπαντα συνεστάναι βούλεται· στοιχεῖον γὰρ οὐ τῶν συνθέτων αὐτό φησι σωμάτων, ἀλλὰ τοῦ κόσμου παντὸς ὡς ὅλου. πάντα γὰρ εἶναι λέγεται τοῦ κόσμου παντὸς τὰ στοιχεῖα τέσσαρα μὲν τῶν ὑπὸ σελήνην, τὸ δὲ πέμπτον τῶν οὐρανίων. τὸ δὲ ἑξῆς οὕτως ἀναγνωστέον ‘ὅσα συμβαίνει περὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ φορᾷ τῶν ἄστρων, ἅπερ συμβαίνει [μὲν] κατὰ φύσιν μέν, ἀτακτοτέραν δὲ τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων κινήσεως’. τὸ δὲ ἀτακτοτέραν οὐ συγκριτικῶς νοητέον, ἀλλὰ μόνως ἄτακτον· οὐδὲν γὰρ ἐν τοῖς οὐρανοῖς ἐστιν ἄτακτον, ἵνα τούτων ἀτακτότερον τὰ ἐν τοῖς μετεώροις γίνεσθαι λέγωμεν. ἡ γὰρ ἐν τοῖς οὐρανοῖς τάξις ἀπαράβατός ἐστι καὶ ἀεὶ ὡσαύτως ἔχουσα, καὶ τοσοῦτον ὡς προλέγειν τοὺς ἀστρονόμους τὰ μετὰ πολλοὺς ἐνιαυτοὺς ἐν ἐκείνοις ἐσόμενα, ἡλίου φημὶ καὶ σελήνης συνόδους ἐκλείψεις τε τούτων ἑκατέρου, φάσεις τε τῶν πλανωμένων καὶ στηριγμούς, προποδισμούς τε καὶ ὑποποδισμοὺς καὶ εἰς ταὐτὸ συνεμπτώσεις αὐτῶν, καὶ ὅσα πρὸς ἀλλήλους ποιοῦνται σχήματα, καὶ τοῦ χρόνους ἑκάστου τούτων2 ἀκριβῶς προαποφαίνονται καὶ τὰς ὥρας μέχρι καὶ τοῦ λεπτοτάτου σχεδὸν καὶ ἀμεροῦς, ἐν ᾧ τῶν εἰρημένων ἕκαστον γίνεται. δυνατὸν δὲ τὸ ἀτακτοτέραν μὴ ἐξακούειν πρὸς τὰ οὐράνια συγκριτικῶς, ἀλλ’ αὐτὰ πρὸς αὑτὰ τὰ ἐν τοῖς μετεώροις συμβαίνοντα.

“这一探究方法尚有一部分仍待考察,所有先人都称之为气象学;这些事物包括:凡是虽按照自然发生,然而比起物体的第一元素的运动更为无序的事物,它们发生于同天体的运行最为邻近的场所周围,并关于银河、彗星以及燃烧着并运动着的幻象,以及凡是我们可设想为空气与水共有的受动。” 他说气象部分是物理学探究方法的剩余部分,就与已经预先提及的事物的连续性而言,它在次序上虽落后于那些事物,但决非一切事物中最后的;因为在此之后,关于动物、植物和矿物的著作对于物理学探究方法而言仍然剩余着。至于在上空发生的事物究竟是何种事物,他以更概括的方式补充道:凡是,正如他所说,“虽按照自然发生,然而比起物体的第一元素的运动更为无序”的事物。而他所说的物体的“第五元素”,是指第五种[物体],他主张天界的一切事物都由它构成;因为他不是称它为复合构成的物体的元素,而是称它为作为整体的整个宇宙的元素。因为可以说整个宇宙的全部元素对于月下的事物是四种,而对于天界的事物则是第五种。接下来的文句必须这样来读:“凡是发生于同天体的运行最为邻近的场所周围的事物,这些事物[固然]按照自然发生,[但]比起物体的第一元素的运动更为无序”。而“更为无序”不应被理解为比较级的,而仅仅理解为“无序的”;因为在天界中没有任何东西是无序的,以至于我们会说上空的事物比它们发生得更为无序。因为天界中的秩序是不可违背且始终处于同一状态的,以至于天文学家能够预言许多年之后在天界中将要发生的事物——我指的是太阳和月亮的会合以及它们各自的交食、行星的显隐与留、顺行与逆行以及它们在同一地点的交会,还有它们相互之间所形成的一切构型——并且他们能够精确地预先宣告它们各自的时间,以及精确到几乎极其微细且不可分的瞬间的时刻,在这一瞬间所提及的每一事物得以发生。但也可以不把“更为无序”理解为相对于天界事物的比较,而是理解为上空发生的事物彼此之间的相互比较。

语法注2 条
  1. 1.2ἀτακτοτέραν μέντοι τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων κινήσεως

    阴性宾格单数形容词 ἀτακτοτέραν 与前面的 κατὰ φύσιν μέν 相对照,在此或者作为副词性用法(内涵同源名词如 κίνησιν 或 τάξιν),或者松散地充当 ὅσα 引导的关系从句中的述语修饰成分。随后的属格短语 τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων κινήσεως 是比较属格(genitive of comparison)。斐洛庞诺斯在此指出,鉴于天界绝无无序可言,该比较级应理解为非比较性的单纯无序(μόνως ἄτακτον),或者理解为气象现象内部的彼此互勘。

  2. 1.2τοῦ χρόνους ἑκάστου τούτων

    文本中的 τοῦ χρόνους 系 τοὺς χρόνους 之讹误,与后文的 καὶ τὰς ὥρας 并列,充当及物动词 προαποφαίνονται 的直接宾语(复数宾格)。在整体句构上,它属于以 τοσοῦτον ὡς... 引出的长篇结果从句,用以说明天文学家不仅能预告天象,而且能精确宣告其发生的时间与时刻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:4.34-5.28