← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§27.18-28.23

光线反射与热对高空及近地结云的阻碍

针对亚里士多德提出的疑难,作者结合光线反射定律、摩擦生热以及镜面成像的光学原理,阐明了为什么在极高空和近地表面均不结云、而唯独在中间区域成云的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#2

καίτοι, φησί, προσῆκον ἦν μᾶλλον1 ἐν τῷ τόπῳ τούτῳ τὴν τῶν νεφῶν γίνεσθαι σύστασιν ὡς ψυχροτέρῳ τοῦ τε ὑπερκειμένου αὐτῶν ἀέρος τοῦ πλησιάζοντος τοῖς ἄστροις καὶ τοῦ περὶ τὴν γῆν αὐτήν, οὔτε τῶν ἄστρων ἐγγὺς ὄντων θερμῶν ὄντων, ὥς τισιν ἔδοξε, καὶ τῇ θερμότητι διαλυόντων τὴν σύστασιν οὔτε πλησίον τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων, αἵτινες κωλύουσι περὶ τὴν γῆν νέφη συνίστασθαι. ὡς γὰρ ἐν κέντρῳ τινὶ συνελθοῦσαι τῇ γῇ πλείονες ἀκτῖνες, εἶτα πάλιν ἀνακλώμεναι μᾶλλον ἀλλήλαις πλησιάζουσι καὶ τὸν ἐναπειλημμένον καθ’ ἑκάστην κλάσιν ἀέρα τῇ κινήσει θερμαίνουσι καὶ συστῆναι κωλύουσιν εἰς νέφη· εἴ τι γὰρ καὶ συμπιληθείη τούτου, ῥᾳδίως αὐτὸ διακρίνουσι τῇ παρατρίψει θερμαίνουσαι. ὅτι γὰρ ἡ κίνησις θερμαίνει, προφανὲς ἅπασι. διὸ καὶ τῶν βελῶν τῶν μετὰ πολλῆς ῥύμης ἐκπεμπομένων ὁ μόλιβδος ὁ τὰς ἀκίδας συνέχων τακεὶς ἢ ἁπλῶς ἡ κόλλα διαπίπτειν αὐτὰς ποιεῖ, εἰ μὴ νεύροις εἶεν συνδεδεμέναι. ἐκεῖ γὰρ τὰ νέφη συνίστανται, φησίν, ἐν ᾧ προϊούσης τῆς ἀνακλάσεως εἰς ἀχανὲς αἱ ἀκτῖνες ἀλλήλων διίστανται πλεῖστον ἀέρα μεταξὺ διαλαμβάνουσαι καὶ διὰ τοῦτο δυσπαθῆ τῷ θερμῷ. εἰκὸς οὖν ἐκεῖ τὰ νέφη συνίστασθαι· δέδεικται γὰρ ἐν τοῖς ὀπτικοῖς ὅτι αἱ τῶν ἀκτίνων κλάσεις κατ’ ἴσας τὰς ἑκατέρωθεν γίνονται γωνίας, διόπερ ἐξαπλοῦσθαι συμβαίνει προϊούσας τὰς ἀνακλωμένας. ἀλλὰ καὶ ἐν τοῖς κατόπτροις αἱ προσπίπτουσαι τῶν ὄψεων ἀκτῖνες καὶ διὰ τὸ λεῖον ἐξ αὐτῶν ἀνακλώμεναι παλινδρομοῦσιν ὅθεν ἐξεληλύθασι· διόπερ ἑαυτοὺς ὁρῶντες ἄλλο τι ὁρᾶν ἐν τοῖς κατόπτροις νομίζομεν, τῆς κρίσεως τῶν ὁρατῶν κατ’ αὐτὴν γινομένης τὴν ἐκ τῆς κλάσεως ἐν τῷ ἐσόπτρῳ συνισταμένην γωνίαν, καὶ διὰ τοῦτο τὸ ἔξω φανὲν εἴδωλον ἔνδον ἐν τῷ κατόπτρῳ εἶναι δοκεῖ. καὶ ἐπειδὴ κατ’ ἴσας τὰς ἑκατέρωθεν γωνίας ἡ κλάσις γίνεται, εἰ μὲν τὰ ὑπὲρ κεφαλῆς ἡμῶν ἰδεῖν ἐθέλοιμεν, πρὸ ποδῶν τὸ κάτοπτρον ὕπτιον θέντες καὶ ἀποβλέψαντες εἰς αὐτὸ τὴν ὀροφὴν ὁρῶμεν, τῶν ἀκτίνων τῆς ὄψεως κατ’ ἀμβλείας τὰς ἑκατέρωθεν κλωμένων γωνίας, ὀξεῖαν δὲ τὴν μεταξὺ ποιουσῶν καὶ οὕτως εἰς ὕψος ἀναφερομένων διὰ τὸ τὴν κλάσιν μὴ χωρεῖν ἐφ’ ἑκατέρα πλατυνομένην· εἰ δὲ τὰ κοῖλα καὶ κάτω βουληθείημεν ἰδεῖν, εἰς ὕψος τὸ κάτοπτρον ἀνατείναντες ἀποβλέπομεν εἰς αὐτό· κλώμεναι δὲ πάλιν αἱ ὄψεις ὁμοίως ταῖς πρώταις ἐπὶ τὸ κάτω χωροῦσιν, ὡς καὶ τὰ ἐν βάθει κατοπτεύειν ἡμᾶς ἐν τῷ ἐνόπτρῳ δοκοῦντα φαίνεσθαι. εἰ δὲ ὕπτιον ὡς ἀπὸ τῆς ὄψεως νεῦον ἐπὶ τὸ ἔδαφος τὸν νῶτον σχηματισθείη τὸ κάτοπτρον,2 ἀνακλωμένων τῶν ὄψεων καὶ ὀξείας τὰς ἑκατέρωθε ποιουσῶν, εἰς ἀμβλεῖαν δὲ τὴν μέσην εὐρυνομένων ἐν τῇ προόδῳ τῶν ἀκτίνων ἑκατέρωθεν, τὰ κατωτέρω μὲν ὀλίγον ἡμῶν, ἐφ’ ἑκάτερα δὲ καὶ ἔμπροσθεν κείμενα βλέπομεν. τούτων τὰς αἰτίας ἐγνωκότες οἱ τῶν τοιούτων ἐπιστήμονες πολλὰς ἰδέας κατόπτρων ἐπινενοήκασι, δεξιοφανῆ τε καὶ ἐξωφανῆ καὶ τὴν † τε συναντίστροφον δεικνύντα τῇ κεφαλῇ, καὶ ἕτερα πλεῖστα· πρὸς γὰρ τὰς ποικίλας τῶν ὄψεων ἀνακλάσεις τὰ κάτοπτρα τῇ διαπλάσει σχηματίσαντες τὰ τοιαῦτα δοκοῦσι θαυματουργεῖν. ἀλλὰ περὶ μὲν τούτων λεγόντων οἱ περὶ τὰ τοιαῦτα· πρὸς δὲ τὴν παροῦσαν χρείαν αὐτάρκως εἴρηται τὴν αἰτίαν δείξασι3 δι’ ἣν οὔτε ἐν τοῖς περιγειοτέροις οὔτε ἐν τοῖς πολὺ διεστῶσι τῆς γῆς νέφη συνίστανται.

他说,然而,云的凝结在这个地方发生本该更加合适,因为它既比它们上方靠近星辰的空气更冷,也比大地本身的周围空气更冷;因为这里既不靠近那些如某些人所认为的热的星辰(它们以其热量消散凝结物),也不靠近从大地反射出来的光线(这些光线阻碍云在大地周围凝结)。因为众多光线宛如汇聚于一个中心即大地,随后再次反射出来,彼此更加贴近,并通过运动加热在每一次反射中所截留的空气,从而阻碍它凝结成云;因为即便这部分空气中有任何被压缩凝聚,光线通过摩擦加热也能轻易地将其消散。因为运动产生热量,这对所有人都是显而易见的。因此,在那些以巨大冲力射出的箭矢中,固定箭头的铅熔化,或者仅仅是胶水熔化,便会使箭头脱落,如果它们没有用筋条捆紧的话。他说,云正是在反射向前推进至开阔空间、光线彼此分离开来、在其间包罗了极大量且正因如此对热不敏感的空气的地方凝结的。因此,云在那里凝结是合乎情理的;因为在光学中已经证明,光线的反射在两侧均以相等的角度发生,所以反射的光线随着向前推进必然展开扩展。而且在镜子中,投射其上的视线光线由于镜面的光滑而从那里反射,逆向返回到它们出发的地方;因此我们看着自己时,却以为在镜中看到了别的东西,因为对可见事物的判断是根据在镜中由反射所构成的那个角度本身进行的,正因如此,在外显现的映像看起来似乎是在镜子内部。既然反射是按照两侧相等的角度发生,那么如果我们想要看头顶上方的事物,把镜子仰面放在脚前并注视它,我们便看到了天花板,此时视线的光线在两侧以钝角被反射,使两者之间的夹角成为锐角,并由于反射不向两侧扩展延伸,因而就这样被引向高处;但是如果我们想要看凹陷的和下方的事物,将镜子高高举起并仰望它,视线再次类似于第一种情形被反射而朝向下方进行,以至于我们甚至能观察到深处的事物仿佛在镜中显现。如果镜子仰放,从视线看去将其背面倾斜朝向地面而配置,当视线被反射并在两侧构成锐角,而中央的夹角在两侧光线前行中扩大为钝角时,我们便看到了略低于我们自身、且位于两侧和前方的事物。懂得这些原因的此类事物专家们发明了许多形式的镜子:显示右侧的镜子、向外成像的镜子、展示头部倒置的镜子,以及许多其他的镜子;因为通过在造型上使镜子契合于视线的多样反射,他们在此类事情上显得像在施行奇迹。然而关于这些事情,且由从事此类事物的人去讨论;对于当下的需要,既然指出了云既不在更靠近大地的区域也不在远离大地的区域凝结的原因,便已经充分说明了。

语法注3 条
  1. 1.21προσῆκον ἦν μᾶλλον

    非人称结构,中性分词 προσῆκον 与 ἦν 构成迂回未完成过去时,表达一种与事实相反或未实现的适宜性(“原本更加合适”)。后接的不定词短语 τὴν τῶν νεφῶν γίνεσθαι σύστασιν 作其主语。

  2. 1.21εἰ δὲ ὕπτιον ὡς ἀπὸ τῆς ὄψεως νεῦον ἐπὶ τὸ ἔδαφος τὸν νῶτον σχηματισθείη τὸ κάτοπτρον

    主格名词 τὸ κάτοπτρον 为被动态希求语气动词 σχηματισθείη 的主语。ὕπτιον 作表语性形容词(“面朝上/仰置”)。νεῦον 为中性分词,修饰 τὸ κάτοπτρον,带有限定宾格 τὸν νῶτον(“将其背面倾斜朝向地面”),规定了镜面的放置姿态。

  3. 1.21αὐτάρκως εἴρηται τὴν αἰτίαν δείξασι

    非人称完成时被动态 εἴρηται 与与格分词 δείξασι 结合的结构。此与格表达动作主体或相关者(“对于指出了……的我们而言/通过指出……便已充分论述”),分词本身支配直接宾语 τὴν αἰτίαν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:27.18-28.23