- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:26.15-27.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德提出了一个疑难:既然元素之间能够相互转化,为何在高耸的上方区域云并不凝结;菲洛波庞通过援引高山上祭祀灰烬的保存、登山者的亲历见闻以及测绘数据,证实了云层高度存在上限,并阐释了元素均等性与相互转化之间的疑难所在。
" Εἰ δὴ γίνεται ὕδωρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος, διὰ τίνα ποτὲ αἰτίαν οὐ συνίσταται νέφη κατὰ τὸν ἄνω τόπον; προσῆκε γὰρ μᾶλλον1 ὅσῳ πορρώτερος ὁ τόπος τῆς γῆς καὶ ψυχρότερος διὰ τὸ μήθ’ οὕτω πλησίον εἶναι τῶν ἄστρων θερμῶν ὄντων μήτε τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων,2 αἳ κωλύουσι πλησίον τῆς γῆς συνίστασθαι νέφη διακρίνουσαι τῇ θερμότητι τὰς συστάσεις." Πρὶν διδάξαι ποίαν ἔχουσι τάξιν ὁ ἀήρ τε καὶ τὸ πῦρ, τὴν προκειμένην ἐκίνησεν ἀπορίαν ὡς εἰς τὸ ζητούμενον αὐτῷ χρησιμεύουσαν· ἅμα γὰρ τῇ λύσει ταύτης καὶ ἡ τάξις εὐθὺς τῶν εἰρημένων δύο στοιχείων συναναφαίνεται. ἔστι δ’ ἡ ἀπορία τοιαύτη· εἰ δέδεικται, φησίν, ὡς εἰς ἄλληλα τὰ τέσσαρα μεταβάλλει στοιχεῖα (δέδεικται γὰρ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς), καὶ διὰ τοῦτο καὶ τὸ ὕδωρ μανούμενον ἀὴρ γίνεται καὶ τοὔμπαλιν πυκνούμενος ὁ ἀὴρ γίνεται ὕδωρ, καὶ οὐχὶ τινὰ μὲν αὐτῶν μόρια τοῦτο πάσχει τινὰ δὲ οὔ, ἀλλ’ ὁτιοῦν ἂν αὐτῶν ληφθείη μέρος πέφυκε μεταβάλλειν εἰς θάτερον, διὰ τί μὴ συνίσταται νέφη ἐν τῷ πολὺ τῆς γῆς ὑπερανεστηκότι τόπῳ; ὅτι γὰρ οὐ συνίσταται, ἐκ τῆς μακρᾶς ἱστορίας ἐστὶ δῆλον. τὰ γὰρ ὑψηλότατα τῶν ὀρῶν ὑπερνεφῆ τέ ἐστι καὶ ὑπερήνεμα. τέφραν γὰρ ἔν τισι τούτων ἀποθέμενοί τινες ἢ καὶ ἐκ θυσιῶν τῶν ἐν ἐκείνοις γινομένων ἀπολελοιπότες, μετὰ πλείστους ἐνιαυτοὺς περιεργασάμενοι κειμένην εὗρον αὐτὴν οὕτως ὡς ἔθεσαν. καὶ ἐν Κυλλήνῃ δέ, φασίν (Ἀρκαδίας δ’ ὄρος ἐστὶ τοῦτο λίαν ὑψηλόν) θύσαντές τινες ἐν τῷ ἐπιόντι θέρει πάλιν θῦσαι ἀνελθόντες ἔτι τὴν τέφραν τῶν ἱερείων οὕτω κειμένην εὗρον μήτε ὑπ’ ὄμβρων κατακλυσθεῖσαν μήτε ὑπὸ πνευμάτων διεσκεδασμένην. ἱστορεῖ δὲ Πλούταρχος καὶ γράμματα μεῖναι εἰς ἑτέραν τῶν ἱερείων ἀνάβασιν ἐκ τῆς προτέρας ἐν τῷ Ὀλύμπῳ τῷ Μακεδονικῷ. ἀλλὰ καὶ οἱ τὰ τοιαῦτα τῶν ὀρῶν διοδεύοντες, ὡς καὶ ἐμοί τις τὸν Ὄλυμπον διοδεύσας ἔλεγε, κατωτέρω τῆς πορείας αὐτῶν τὰς τῶν νεφῶν γινομένας συστάσεις καὶ ὑετὸν συνιστάμενον ἀστραπῶν τε ἐλλάμψεις καὶ κτύπου βροντῶν ἤκουον φερομένου κάτωθεν, καὶ ἁπλῶς ὅσα συμβαίνουσιν ἐκ τῆς τῶν νεφῶν συγκρίσεως καὶ ἡμῖν ἄνω γινόμενα φαίνεται, ἐκείνων κατωτέρω συνίστανται. καίτοι γε οὐδὲ πολύ τι τῆς γῆς τὰ ὑψηλότατα τῶν ὀρῶν ὑπερἧρται· οἱ γὰρ τῆς μηχανικῆς ἐπιστήμονες τέχνης διὰ τῶν ὀργάνων, δι’ ὧν τὰ ὄρη μετρεῖν εἰώθασιν, εὑρόντες τούτων τὰ ὕψη τὰ μέγιστά φασι τῶν ὀρῶν δέκα καὶ δύο σταδίων ἔχειν τὴν κάθετον. τίς οὖν ἀποκλήρωσις τινὰ μὲν τοῦ ἀέρος μόρια μεταβάλλειν εἰς ὕδωρ, τινὰ δὲ μή;3 εἰ γὰρ πᾶν μόριον ὕδατος εἰς ἀέρα μεταβάλλειν ἐξατμιζόμενον δύναται, καὶ πᾶν ἄρα μόριον ἀέρος πυκνούμενον γενήσεται ὕδωρ. ἴσα γὰρ ἀνάγκη ταῖς δυνάμεσιν εἶναι τὰ στοιχεῖα· ὑπερβάλλοντος γὰρ τῶν ἐναντίων θατέρου τὸ λοιπὸν ἅπαν εἰς αὐτὸ μεταβαλεῖ τῷ χρόνῳ, καὶ τὸ πᾶν οἰχήσεται, ἑνὸς τῶν ἐξ ὧν ἔχει τὸ εἶναι λυομένου.
“那么,如果水由空气生成,空气由水生成,究竟由于什么原因在上方区域云并不凝结呢?因为该区域距离地越远、越冷,就越应该凝结,这是由于它既不那么靠近作为热者的星辰,也不那么靠近从地反射的光线,而那些光线正是通过热量消散凝结物从而阻碍云在地附近凝结的。” 在阐明空气和火具有怎样的秩序之前,他[亚里士多德]提出了眼前的这一疑难,因为它对他所探究的事情是有用的;因为随着这一疑难的解决,上述两种元素的秩序也同时立即显露出来。疑难是这样的:他说,如果已经证明了四种元素相互转化(因为这已经在《论生成与消灭》中被证明了),并且由于这一缘故,水稀疏化就成为空气,相反,空气稠密化就成为水,而且并不是它们的部分微粒遭受此种变化而部分并不遭受,而是无论取它们的哪一部分,都天生能够转化为另一方,那么为什么在远高于地的高耸区域中云并不凝结呢?因为它们并不凝结,这从漫长的历史记述中是显而易见的。因为最高的山峰既在云层之上,也在风力之上。实际上,有些人在其中的某些山峰上放置了灰烬,或者在那些山峰上举行的祭祀之后留下了灰烬,经过极多年之后他们前去探查,发现它依然如他们当初放置时那样停留着。人们说,在库勒涅山(这是阿卡迪亚一座极高的山)也是如此,有些人献祭之后,在次年夏天再次登上去献祭时,发现祭品的灰烬仍然那样留存着,既未被暴雨冲走,也未被风吹散。普鲁塔克也记载,在马其顿的奥林匹斯山上,字迹从上一次〔登山〕保留到了另一次为祭品而登山之时。不仅如此,正如一位曾穿越奥林匹斯山的人对我所说的那样,穿越此类高山的人们〔看到〕发生在他们路线下方的云层的形成、凝结的降雨以及闪电的闪光,并听到从下方传来的雷鸣的轰响;简而言之,凡是由云层凝聚而产生、在我们看来发生于上方的事物,都在那些人下方凝结。然而,最高的山峰其实并未比地高耸很多;因为机械工艺的行家们通过他们习惯用于测量山峰的仪器测出它们的高度,说最大的山峰其垂直高度也不过十二斯塔德。那么,凭什么任意认定空气的某些部分转化为水而某些部分却不转化呢?因为如果每一部分水都能通过蒸发转化为空气,那么每一部分空气通过稠密化也就必然会变为水。因为诸元素在能力上必然是均等的;如果相反者之中的一方过度压倒,随着时间推移,其余一切都将转化为它,整个宇宙也将消亡,因为构成其存在的诸事物之一被瓦解了。
- 1.21προσῆκε γὰρ μᾶλλον
προσῆκε 为未完成过去时无人称动词,表示适宜或理应如此,带有与事实相反的潜台词(“理应更加……”),与后面的 ὅσῳ(“越是……”)相呼应。
- 1.21διὰ τὸ μήθ’ οὕτω πλησίον εἶναι τῶν ἄστρων θερμῶν ὄντων μήτε τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων
在介词不定式结构 διὰ τὸ ... εἶναι 中,不定式 εἶναι 的逻辑主语由上下文承接为 ὁ τόπος。πλησίον 作前置词性副词支配属格,并列接引 τῶν ἄστρων 与 τῶν ... ἀκτίνων;θερμῶν ὄντων 为修饰 τῶν ἄστρων 的同格分词短语。
- 1.21τίς οὖν ἀποκλήρωσις τινὰ μὲν τοῦ ἀέρος μόρια μεταβάλλειν εἰς ὕδωρ, τινὰ δὲ μή;
ἀποκλήρωσις(“随意的抽选”、“毫无根据的裁定”)后接说明其具体内容的宾格加不定式结构(τινὰ μὲν ... μεταβάλλειν ..., τινὰ δὲ [μὴ μεταβάλλειν])。系动词 ἐστί 在这一名词性疑问句中被省略。
