- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:25.3-26.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德指责即便不承认元素转化的观点(如恩培多克勒)也会遭到相同反驳,斐洛庞努斯通过举出反例指出能力并不随体积成比例增大,并梳理了随后转向关于中间元素秩序与天体发热原因之探讨的过渡。
" Διαφέρει δ’ οὐδὲν οὐδ’ εἴ τις φήσει μὲν μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν εἶναι·1 καὶ τοῦτον γὰρ τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα τῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ κἂν εἰ γενόμενα ἐξ ἀλλήλων ὑπῆρχε." Πρὸς Ἐμπεδοκλέα νένευκεν αὐτῷ τὰ λεγόμενα· ἐκεῖνος γὰρ ἀμετάβλητα μὲν εἰς ἄλληλα τὰ στοιχεῖα μένειν ἔλεγεν, ὡς ἐν τῷ δευτέρῳ τοῦ Περὶ γενέσεως ἐλέγχων αὐτοῦ τὴν δόξαν ὁ φιλόσοφος ἔγραψεν, ἴσα μέντοι εἶναι κατὰ τὰς δυνάμεις ἀλλήλοις ἅπαντα. ἐπεὶ οὖν αὐτὸς ἐκ τῆς εἰς ἄλληλα τούτων μεταβολῆς τὴν προκειμένην ὑπόθεσιν ἤλεγξεν, Ἐμπεδοκλῆς δὲ οὐ μεταβάλλειν εἰς ἄλληλα ταῦτα βούλεται, οὐδὲν διαφέρειν τοῦτό φησι πρὸς τὸν ἔλεγχον τῶν ὑποθέσεων, ἐν ὅσῳ τὰ τῆς δυνάμεως αὐτῶν ἴσα φησὶν εἶναι, δηλονότι καὶ τῶν ὄγκων αὐτῶν ἀναλογίαν ἐχόντων πρὸς ἀλλήλους. εἰ οὖν κατὰ τὴν ὑπόθεσιν ἑνὸς ἢ δύο στοιχείων τὸ μετὰ τὴν γῆν εἴη μέχρι τῆς ἀπλανοῦς, οὐχ ἕξει συμμετρίαν πρὸς τὴν γῆν ὁ τοῦ ἑνὸς ἢ τῶν δύο στοιχείων ὄγκος, ὡς τῶν δυνάμεων τοῖς ὄγκοις δηλονότι συναυξομένων. ὅπερ οὐκ ἔστιν ἀληθές·2 οὐ γὰρ εἰ κέραμον ὕδατος ἐκ τῆς Μαιώτιδος λίμνης ἀρύσαις, ἀνάγκη τοῦ ἀρυσθέντος ὕδατος τοσοῦτον ταῖς δυνάμεσιν ὑπερέχειν, τῇ ὑγρᾷ λέγω καὶ τῇ ψυχρᾷ, τὸ τῆς λίμνης ἅπαν ὕδωρ, ὅσον καὶ τῷ ὄγκῳ τοῦ μεγέθους ὑπερβέβηκεν· οὐδὲ εἰ δαλὸν ἕνα πυρκαϊᾶς ἀφέλῃς μεγίστης, δεῖ τοσοῦτον αὐτοῦ θερμοτέραν εἶναι τὴν ὅλην πυρκαϊάν, ὅσον ἐστὶ τῷ μεγέθει μεῖζον τοῦ ἀφαιρεθέντος. ὁμοίως καὶ ἐπὶ ὄξους φέρε καὶ οἴνου λευκοῦ τε σώματος ἢ μέλανος καὶ τῶν παραπλησίων ἁπάντων· ἐν οὐδενὶ γὰρ τούτων τοῦ ἀφαιρεθέντος ἐξ αὐτῶν μορίου ἀνάγκη μεῖζον εἶναι τὸ ὅλον ταῖς δυνάμεσι τοσοῦτον, ὅσον καὶ τῷ ὄγκῳ μεῖζόν ἐστι τὸ ὅλον τοῦ μέρους.
“然而,即使有人主张这些[元素]并非彼此相互生成,但在能力上却是相等的,这也毫无分别;因为以这种方式,能力上的均等也必然属于它们的大小,正如它们是彼此相互生成而存在的情况一样。” 他所说的话是针对恩培多克勒的;因为那位思想家曾说诸元素保持不变,并不相互转化,正如哲学家在《论生成与消灭》第二卷中驳斥其见解时所写的那样,但在能力上它们全部彼此相等。既然他[亚里士多德]自己是根据诸元素彼此间的相互转化来驳斥当前假设的,而恩培多克勒却不赞同它们彼此相互转化,因此他说,只要恩培多克勒主张它们的能力是相等的,这对于反驳那些假设而言就毫无分别,因为显然它们的体积彼此之间也是成比例的。因此,如果按照该假设,地之后直到恒星天为止的空间是由一种或两种元素构成的,那么这一种或两种元素的体积相对于地而言将不具有对称匀称,因为能力显然是随着体积一同增加的。但这并不是真的;因为即便你从迈奥提斯湖中汲出一罐水,也并不必然导致全湖之水在能力上——我是说在湿和冷上——超出所汲之水的程度,与它在大小的体积上所超出的程度完全一样;同样,即使你从一个极大的篝火中取出一根火把,整个篝火也并不必然比它更热那么多,就像它在大小上大于被取出的部分那么多一样。同样地,在譬如醋与酒、白色物体或黑色物体,以及所有类似的事物上也是如此;因为在这些事物中的任何一个之中,整体在能力上并不必然比从它们之中取出的部分大那么多,就像整体在体积上大于部分那么多一样。
"Ὅτι μὲν οὖν οὔτε ἀὴρ οὔτε πῦρ συμπεπλήρωκε μόνον τὸν μεταξὺ τόπον, φανερόν ἐστι· λοιπὸν δὲ διαπορήσαντας εἰπεῖν, πῶς τέτακται τὰ δύο πρὸς τὴν τοῦ πρώτου σώματος θέσιν, λέγω δ’ ἀέρα τε καὶ πῦρ, καὶ διὰ τίν’ αἰτίαν ἡ θερμότης ἀπὸ τῶν ἄνωθεν ἄστρων γίνεται τοῖς περὶ τὴν γῆν τόποις. περὶ ἀέρος οὖν εἰπόντες πρότερον, ὥσπερ ὑπεθέμεθα, λέγωμεν οὕτω καὶ περὶ τούτων πάλιν." Δύο τινὰ προθεὶς ἐν τοῖς ἔμπροσθεν εἰς ἐξέτασιν, πρῶτον μὲν ἐκ ποίων καὶ ἐκ πόσων σωμάτων ὁ τόπος ὁ μεταξὺ τῆς γῆς καὶ τῆς κυρτῆς ἐπιφανείας τῆς ἀπλανοῦς συμπεπλήρωται, πότερον ἐκ μόνου πυρὸς ἢ ἀέρος μόνου ἢ ἐξ ἀμφοῖν ἢ μετὰ τούτων καὶ ἐκ τρίτου τινὸς ἑτέρου, δεύτερον δὲ ποίαν ἔχουσι τάξιν πρὸς ἄλληλα τὰ μεταξὺ σώματα (τὴν γὰρ τῆς γῆς καὶ τοῦ ὕδατος οὐσίαν καὶ τὸν ἐξ ἀμφοῖν ἕνα συντελούμενον ὄγκον ἐξ αὐτῆς ὁμολογούμενον ἔχομεν τῆς αἰσθήσεως), καὶ ὅτι οὔτε ἐκ μόνου πυρὸς οὔτε ἐκ μόνου ἀέρος οὔτε ἐκ τῶν δύο μόνων, ἀλλ’ ἐκ τούτων τῶν δύο καὶ τρίτου μετὰ ταῦτα, καὶ περὶ τοῦ πέμπτου σώματος συμπεριλαβὼν τοῖς ἐλέγχοις, καὶ ὡς οὐχὶ τὰ μὲν ἄστρα ἐκ μόνου πυρός, αὐτὰ δὲ τὰ χύματα τῶν σφαιρῶν ἐξ ἀέρος, ἐπὶ τὸ δεύτερον νυνὶ πρόβλημα μέτεισιν.3 ἐπειδὴ γὰρ ἔδειξεν ὅτι τὸ οὐράνιον ἅπαν οὔτε πῦρ ἐστιν οὔτε ἀήρ, εἰκότως ζητεῖ, πῶς ἔχουσι πρὸς τοῦτο τάξεως τὰ λοιπὰ δύο πῦρ καὶ ἀήρ, καὶ εἰ μὴ πύριά ἐστι τὰ οὐράνια σώματα, πόθεν ἡ ἐξ αὐτῶν εἰς τὰ τῇδε γενομένη θερμασία. πρῶτον δὲ τὸν περὶ τοῦ δευτέρου ποιεῖται λόγον ἐντεῦθεν ἀρχόμενος.
“因此,无论空气还是火,都并非单凭自身充满了中间的场所,这是显而易见的;剩下的事情便是在探讨了疑难之后说明:这二者——我是说空气和火——相对于第一物体的空间位置是如何排列的,以及由于什么原因,来自上方星辰的热量会产生于地周围的各个场所。那么,按照我们所设定的,先谈论了空气之后,我们再以同样的方式来谈论这些事情。” 在前面提出了两项事物以供考察之后——第一,地与恒星天凸面之间的场所是由什么样的、多少种物体充满的,究竟是仅由火、仅由空气、由二者,还是在这二者之外还由某种其他的第三种物体充满;第二,中介的诸物体彼此之间具有怎样的秩序(因为地与水的实体以及由二者构成的一体体积,我们依据感觉本身就已有公认的把握)——并且证明了[中间场所]既非仅由火、亦非仅由空气、亦非仅由二者充满,而是由这二者以及在它们之后的第三种物体充满,并在反驳中把第五种物体也包括在内,又证明了星辰并非仅由火构成、各天球的广延本身也非由空气构成,如今他[亚里士多德]过渡到了第二个问题。因为既然他已经证明了整个天界既不是火也不是空气,他便顺理成章地探讨:剩下的火与空气这二者相对于此处于怎样的秩序位置,以及如果天体不是火性的,那么从它们之中产生于此地各场所的热气究竟从何而来。他便从这里开始,首先进行关于第二项事物的论述。
- 1.19Διαφέρει δ’ οὐδὲν οὐδ’ εἴ τις φήσει μὲν μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν εἶναι
在由 οὐδὲν διαφέρει(毫无分别)所引导的条件从句(οὐδʼ εἴ τις φήσει)内部,两个对比性的不定式短语 μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων 与 ἴσα μέντοι τὴν δύναμιν εἶναι 借助 μὲν... μέντοι 并列。宾格 τὴν δύναμιν 作关系宾格(限制宾格),谓语形容词 ἴσα 与主语 ταῦτα 在性数上保持一致。
- 1.19ὅπερ οὐκ ἔστιν ἀληθές
关系代词 ὅπερ 的先行词是前一句中的整个前提:ὡς τῶν δυνάμεων τοῖς ὄγκοις δηλονότι συναυξομένων(即能力必然随体积一同增加)。斐洛庞努斯由此展开反驳,通过迈奥提斯湖之水和篝火等反例,说明体积的增大并不必然意味着强度能力(湿、冷、热等)的等比放大。
- 1.20Δύο τινὰ προθεὶς ἐν τοῖς ἔμπροσθεν εἰς ἐξέτασιν... ἐπὶ τὸ δεύτερον νυνὶ πρόβλημα μέτεισιν
整句的句法骨架为长距离离隔结构(hyperbaton):句首的分词 Δύο τινὰ προθεὶς(提出了两项事物后)以及后续修饰主语的分词(如 συμπεριλαβών 等)一直延续,最终落到主动词 ἐπὶ τὸ δεύτερον νυνὶ πρόβλημα μέτεισιν(如今他过渡到了第二个问题)。在分词与主动词之间,插入了对两个问题的具体展开(πρῶτον μέν... δεύτερον δέ...)以及基于感官的说明(τὴν γὰρ... αἰσθήσεως)。
