- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:24.11-25.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德根据水转化为空气、空气转化为火时体积膨胀的比例关系,论证了地与天之间的整个间隔不可能仅充满空气或火。斐洛庞努斯阐释了这一比例论证,并由此推导出月下界与月上界第三种元素(以太)领域的划分。
" Ὁρῶμεν δὲ οὐκ ἐν τοσούτῳ μεγέθει γινομένην τὴν ὑπεροχὴν τῶν ὄγκων, ὅταν ἐξ ὕδατος ἀὴρ γίνηται διακριθέντος ἢ πῦρ ἐξ ἀέρος. ἀνάγκη δὲ τὸν αὐτὸν ἔχειν λόγον ὃν ἔχει τὸ τοσόνδε καὶ μικρὸν ὕδωρ πρὸς τὸν ἐξ αὐτοῦ γινόμενον ἀέρα, καὶ τὸν πάντα πρὸς τὸ πᾶν ὕδωρ." Εἰπὼν ὡς οὐκ ἐνδέχεται τι τῶν στοιχείων τὴν πρὸς τὰ λοιπὰ συμμετρίαν ὑπερβαλεῖν, εἰ δέοι σωθῆναι δηλονότι τὸ πᾶν καὶ μένειν ὡς ἔχει φύσεως, αὐτό γε τοῦτο ἐπ’ αὐτῶν δείκνυσι τῶν στοιχείων διὰ τῆς κατὰ μόρια τούτων εἰς ἄλληλα μεταβολῆς. εὔλογον γάρ, φησίν, οἶμαι δὲ καὶ ἀναγκαῖον, ὃν ἔχει λόγον κατὰ τὸν ὄγκον ὁ ἐξ ὕδατός τινος ἐν τῇ μεταβολῇ γενόμενος ἀήρ, τὸν αὐτὸν ἔχειν καὶ τὸν ὅλον ἀέρα πρὸς τὸ ὕδωρ ἅπαν,1 οἷον εἰ κυαθιαῖον ὕδωρ εἰς δεκαπλασίονα τυχὸν ἀέρος ὄγκον μεταβάλοι, καὶ τὸν ὅλον ἀέρα δεκαπλασίονα τοῦ παντὸς εἶναι ὕδατος. τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἀέρος καὶ πυρός· εἰ γὰρ ὁ ξεστιαῖος ἀὴρ μεταβαλὼν εἰς πῦρ εἰκοσαπλασίονα φέρε πυρὸς ὄγκον ποιήσει, καὶ τὸ πῦρ ὅλον ἀνάγκη τοῦ ἀέρος εἰκοσαπλάσιον εἶναι. καὶ ἐπὶ πάσης αὐτῶν τῆς εἰς ἄλληλα μεταβολῆς ὁμοίως· τὰ παχύτερα γὰρ ἐν τῇ διακρίσει καὶ μανώσει αὐτῶν εἰς λεπτότερα ποιούμενα τὴν μεταβολὴν πάντως μὲν ὄγκον ἀποτελεῖ μείζονα, λόγον δέ τινα καὶ συμμετρίαν πρὸς τὸν ἐξ οὗ μετέβαλεν2 ἔχοντα, ὡς αὐτὴ τούτων ἡ πρὸς ἄλληλα μεταβολὴ δέδειχεν. εἰ γὰρ τὸ κυαθιαῖον ὕδωρ δεκαπλασίονα πεποίηκεν ἀέρα, δῆλον ὡς εἰ καὶ τὸ ὅλον ὕδωρ οἷον τε ἦν εἰς ἀέρα μεταβαλεῖν, ἐν τῷ δεκαπλασίονι πάντως ἂν ὄγκῳ μετέβαλεν. οὐκοῦν καὶ ἡ πρώτη γένεσις αὐτῶν ἐν ὄγκῳ τοσούτῳ τὴν ὑπεροχὴν ἔσχε πρὸς ἄλληλα. ἀλλὰ μὴν ὁ τῆς γῆς ἅμα καὶ τοῦ ὕδατος ὄγκος ἐν οὐδενὶ λόγῳ σχεδὸν πρὸς τὸ περιέχον ἐστίν. οὐδενὸς ἄρα στοιχείου τὸ μετὰ τὴν γῆν ἅπαν διάστημα οὐδὲ δύο καὶ μόνων εἶναι πλῆρες δυνατόν· ὡς ἐντεῦθεν λοιπὸν συνάγειν3 ἀέρος μὲν καὶ πυρὸς πλῆρες εἶναι μέχρι σελήνης, τρίτου δέ τινος τὸ μετὰ τοῦτο. περὶ δὲ τούτων ἁπάντων ἑτέρωθι τὰ δοκοῦντα ἡμῖν εἴρηται, καὶ γνῶναι πρόκειται τοῖς ἐθέλουσιν, ἵνα μὴ πολλὰς τὰς παρεκβάσεις νῦν ποιώμεθα.
“然而我们看到,当水分离而从中生成空气,或从空气中生成火时,体积的超出并不会达到如此巨大的量。而这特定少量的水相对于由它生成的空气所具有的比例,全部的空气相对于全部的水也必然具有相同的比例。” 在指出诸元素中的任何一个都不可能超出相对于其余元素的对称匀称——显而易见,如果宇宙整体要得以保存并保持其自然本性的状态的话——之后,他[亚里士多德]正是借助诸元素部分之间彼此的相互转化,在诸元素自身上证明了这一点。因为他说,某定量的水在转化中所生成的空气在体积上所具有的比例,全部的空气相对于全部的水也具有相同的比例,这是合乎情理的,而在我[斐洛庞努斯]看来也是必然的;例如,假若一勺水转化成了譬如十倍体积的空气,那么全部的空气也就是全部水的十倍。同样的情形也适用于空气和火;因为如果一升空气转化为火,产生了譬如二十倍体积的火,那么全部的火也必然是空气的二十倍。而在它们彼此间的一切相互转化中同样如此;因为较浓密的物体在分离和稀疏化中向着较轻微精细的物体进行转化时,固然必然会产生更大的体积,但这体积相对于它从中转化而来的原本体积而言具有某种比例和对称匀称,正如它们彼此间的转化本身所表明的那样。因为如果一勺水产生了十倍的空气,显然即使全部的水都能够转化为空气,它也必定会转化为十倍的体积。因此,它们最初的生成在体积上也具有彼此间如此程度的超出。然而,地连同水的体积相对于包围着它们者而言几乎全无比例可言。因此,地之后的整个空间既不可能充满任何单一的元素,也不可能仅由两种元素充满;由此便顺理成章地推论出:直到月亮为止充满着空气和火,而在此之后则充满着某种第三物。关于这一切,我们所持的看法已在别处作了阐述,愿意了解的人可以自行查阅,以免我们现在作过多的偏离论题之言。
- 1.18ὃν ἔχει λόγον κατὰ τὸν ὄγκον ὁ ἐξ ὕδατός τινος ἐν τῇ μεταβολῇ γενόμενος ἀήρ, τὸν αὐτὸν ἔχειν καὶ τὸν ὅλον ἀέρα πρὸς τὸ ὕδωρ ἅπαν
相关从句结构:由关系代词 ὃν 引导的从句(ὃν ἔχει λόγον...)前置且没有外在先行词,随后在受 εὔλογον... καὶ ἀναγκαῖον 支配的带不定式的宾格从句(τὸν ὅλον ἀέρα... ἔχειν)中由 τὸν αὐτόν 承接,暗含充当宾语的 λόγον。骨架即为“正如[A具有怎样的]比例,全部空气[对全部水]也具有相同的比例”。
- 1.18πρὸς τὸν ἐξ οὗ μετέβαλεν
介词短语中的冠词 τὸν 实质化并回指前文的 ὄγκον,接受表明转化起点的关系从句 ἐξ οὗ 的修饰,构成名词性短语(“它从中转化而来的原本体积”)。在句法上,先行词 ὄγκον 在冠词 τὸν 之后被省略。
- 1.18ὡς ἐντεῦθεν λοιπὸν συνάγειν
连词 ὡς 连同不定式(συνάγειν)在此处相当于 ὥστε 加不定式,用以表示推导出的结果或归结(“由此顺理成章地得出结论……”)。
