← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§22.30-24.10

元素的比例均等与纯空气说的反驳

亚里士多德基于破坏元素间对称比例的理由,反驳了包围大地的空间仅由空气充满(或仅由空气和火两种元素充满)的观点。约翰·斐洛庞诺斯首先就火的宇宙整体大块必然存在提出了自己的论据,进而阐释了亚里士多德的论证及亚历山大的注释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17

" Ἀλλὰ μὴν οὐδ’ ἀέρος γε μόνου πλήρη· πολὺ γὰρ ἂν ὑπερβάλλοι τὴν ἰσότητα τῆς κοινῆς ἀναλογίας πρὸς τὰ σύστοιχα σώματα, κἂν εἰ δύο στοιχείων πλήρης ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ τόπος ἐστίν·1 οὐδὲν γὰρ ὡς εἰπεῖν μόριον ὁ τῆς γῆς ἐστιν ὄγκος, ἐν ᾧ συνείληπται πᾶν καὶ τὸ τοῦ ὕδατος πλῆθος, πρὸς τὸ περιέχον μέγεθος." Ἀνελὼν ὅτι μὴ πυρός ἐστι περιέχοντα τὴν γῆν καὶ τὸ ὕδωρ σώματα, μέτεισιν ἐπὶ τὸ δεῖξαι ὅτι μηδὲ μόνου ἀέρος ἅπαντα δυνατὸν εἶναι· πρῶτον μὲν οὖν, ὅτι χωλεύσει τὸ πᾶν μὴ ἔχον τὸ κάλλιστον καὶ ζωογονικώτατον τῶν στοιχείων, λέγω τὸ πῦρ. τὸ γὰρ θερμὸν τῆς ζωῆς ἁπάντων ζῴων τε καὶ φυτῶν αἴτιον φαίνεται· πόθεν οὖν ἡ τοιαύτη φύσις ἐν ἡμῖν, εἰ μὴ τοῦ παντὸς ἦν καὶ τοῦτο στοιχεῖον, ὡς καὶ τῆς τῶν λοιπῶν μετειλήφαμεν ἰδιότητος; οὐ γὰρ ἐν τοῖς ἀτόμοις μὲν τὸ στοιχειῶδες εἶναί τις λέξειε πῦρ, ἐν τῷ παντὶ δὲ μηκέτι.2 εἰ γὰρ γῆς ὕδατός τε καὶ ἀέρος ὑπάρχουσιν ὁλότητες, πῶς οὐκ ἀνάγκη καὶ τοῦ στοιχειώδους εἶναι πυρὸς ὁλότητα; ποῦ γὰρ αἱ ξηραὶ καὶ καπνώδεις χωρήσουσιν ἀναθυμιάσεις; εἰ γὰρ τῶν ἄλλων ἕκαστον στοιχείων ἐκ τῶν ἀτόμων διακρινόμενον εἰς τὴν ὁλότητα χωρεῖ τὴν αὑτοῦ, ἡ μὲν γεώδης ὡς ἡ τέφρα εἰς γῆν καὶ ἡ ἀτμὶς εἰς τὸ ὕδωρ, δῆλον ὅτι καὶ αἱ ξηραὶ καὶ καπνώδεις ἀναθυμιάσεις, οἷαί εἰσιν αἱ ἐκ θυμιωμένων ἀναδιδόμεναι καὶ τῶν καιομένων ξύλων καὶ λίθων εἰς ὁλότητά τινα χωροῦσι πυρός. εἰ οὖν περὶ γῆν ὁλότης πυρὸς οὐ φαίνεται, λείπεται πάντως μετὰ τὴν τοῦ ἀέρος αὐτὴν συνεστάναι. τὸ γὰρ παρ’ ἡμῖν πῦρ οὐ στοιχειῶδες, ἀλλ’ ὡς ὁ κρύσταλλός ἐστιν ὑπερβολὴ ψυχροῦ καὶ ἡ τέφρα ξηροῦ πάλιν ἐστὶν ὑπερβολή, οὕτω τὸ διακονικὸν πῦρ, τὴν φλόγα λέγω τὴν παρ’ ἡμῖν, ὑπερβολὴ τοῦ στοιχειώδους ἐστὶ θερμοῦ. δεῖ οὖν πάντως ὁλότητα τοῦ στοιχείου εἶναι τούτου, ἥτις ἐστὶ τὸ ὑπέκκαυμα, καὶ ὥσπερ δύο βαρέων ὄντων, ὕδατός τε καὶ γῆς, τὸ βαρύτερον ὑπεχώρησε τῷ ἧττον τοιούτῳ, οὕτω καὶ δύο κούφων ὄντων, ἀέρος τε καὶ πυρός, τὸ κουφότερον τῷ ἧττον ἐπεπόλασε τοιούτῳ. πᾶσα οὖν ἀνάγκη μετὰ τὸν ἀέρα τὴν τοῦ στοιχειώδους πυρὸς ὑπάρχειν ὁλότητα. οὕτω μὲν οὖν ἡμεῖς· ὁ δ’ Ἀριστοτέλης ἐκ τοῦ μηδεμίαν εἶναι συμμετρίαν πρὸς τὰ λοιπὰ τοῦ ἀέρος, εἰ οὕτως ἔχει, ποιεῖται τὸν ἔλεγχον. οὐδεμίαν γὰρ ἰσότητα σχήσει πρὸς αὐτά, φησίν, εἴπερ ἡ πᾶσα γῆ μετὰ τοῦ συνειλημμένου ὕδατος σημείου καὶ κέντρου λόγον ἔχουσα δέδεικται πρὸς τὸ πᾶν· ὥστε ὑπερβάλλει τὴν συμμετρίαν τῶν ἄλλων ὁ ἀήρ, ὅπερ ἄτοπον· τὸ πᾶν γὰρ οὕτως ἀπολεῖται, μᾶλλον δὲ οὐδὲ συστήσεται τὴν ἀρχήν. ἡ γὰρ τῶν στοιχείων συμμετρία καὶ τοῦ γενέσθαι καὶ τοῦ τὰ γενόμενα σῴζεσθαι ὡς ὕλη αἰτία ἐστίν,3 ὡς καὶ τὰ ἐξ αὐτῶν συνεστῶτα δηλοῖ σώματα· εἰ γὰρ ὑπερβάλοι τούτων ὁτιοῦν ἐν ἡμῖν, λύσις εὐθὺς τοῦ συνεστῶτος γίνεται· νόσοι γὰρ ἐντεῦθεν ἡμῖν παρακολουθοῦσι καὶ θάνατοι. τὸ αὐτὸ δ’ ἂν ἄτοπον συμβαίνοι, φησί, καὶ εἰ ἐκ δύο στοιχείων ἀέρος καὶ πυρὸς εἴη τὸ διάστημα τὸ μετὰ τὴν γῆν ἄχρι τοῦ ἐσχάτου οὐρανοῦ. οὐδὲν γὰρ ἧττον ἡ ἀσυμμετρία τούτῳ πρὸς τὰ λοιπὰ δύο γῆν καὶ ὕδωρ δειχθήσεται· μεταβαλεῖ γὰρ ἅπαν τὸ ὑπερέχον πρὸς ἑαυτὸ τὰ λοιπά, καὶ οὕτως ὁ κόσμος φροῦδος ἔσται. μεταξὺ δὲ γῆς καὶ οὐρανοῦ τόπον εἶπε, φησὶν ὁ Ἀλέξανδρος λέγων καλῶς, τὸν μεταξὺ τῆς γῆς καὶ τῆς ἐξωτάτω περιφορᾶς· οὐρανὸν γὰρ τὴν ἀπλανῆ σφαῖραν ὠνόμασεν. οὐκοῦν καὶ ὅτε ἐζήτει, εἰ πῦρ καθαρὸν εἴη τὸ μεταξὺ τῆς γῆς καὶ τῶν ἄστρων, οὐ τὸν μέχρι τῆς σελήνης ἔλεγεν, ἀλλὰ τὸν ἀπὸ γῆς μέχρι τῆς ἀπλανοῦς. δῆλον δέ φησιν ὁ Ἀλέξανδρος ὅτι ἀέρος καὶ πυρὸς ὑποτιθέμενος εἶναι τοῦτο τὸ διάστημα τὴν ἀπλανῆ σφαῖραν προσνέμοι ἂν τῷ πυρί· οὕτω δ’ ἂν καὶ τὰ λοιπὰ τῷ ἀέρι προσάψειεν. ἀλλ’ οὐδ’ εἰ αἱ σφαῖραι μὲν ἐξ ἀέρος ἦσαν μόνου καὶ τὸ λοιπὸν τὸ μέχρι τῆς γῆς, μόνα δὲ τὰ ἄστρα ἐκ πυρός, ἐνεδέχετο ἂν τὴν πρὸς τὰ λοιπὰ σώζεσθαι συμμετρίαν· ἀπειροπλασίων γὰρ ὕδατος καὶ γῆς ὁ τοῦ πυρὸς ὑπῆρχεν ὄγκος, εἴ γε μόνος ὁ ἥλιος ἑκατονταεβδομηκονταπλασίων ἐστὶ τῆς γῆς. τί ἂν οὖν ἔδρασε μετὰ τῶν λοιπῶν ἄστρων, εἰ πύριος ἦν;

“然而,[周围的空间]也绝非仅充满了空气;因为这将大大超出与同列诸物体之间共同比例的平等,即便地与天之间的场所充满了两种元素也是如此;因为合算了全部水量的地的体积,与包围的大小相比,可以说根本算不上任何部分。” 在否定了包围地和水的诸物体是火之后,他[亚里士多德]进而指出,一切也不可能是仅由空气构成。首先,如果宇宙不具有诸元素中最优美、最赋予生命的元素——我指的是火——它就会残缺不全。因为热显然是所有动物和植物生命的起因;那么,若非这也是宇宙的一个元素,正如我们也分有其余诸元素的特质一样,我们身上的这种本性又从何而来呢?因为绝不会有人主张元素之火存在于个别物体之中,却不再存在于全宇宙之中。因为如果存在着地、水和空气的整体大块,难道不必然也存在元素之火的整体大块吗?否则干燥且多烟的蒸发物将去往何处呢?因为如果其余各个元素从个别物体中分离出来时都会去往其自身的整体大块——土性的如灰烬去往地,水气去往水——显然,干燥且多烟的蒸发物,诸如从香料以及燃烧的木头和石头中散发出来的蒸发物,也会去往火的某个整体大块。因此,如果在地的周围看不到火的整体大块,那就唯有认为它必然存在于空气的整体大块之后。因为我们身旁的火不是元素性的,而是如同冰是冷的过度、灰烬反过来是干燥的过度一样,实用的火——我指的是我们身旁的火焰——乃是元素之热的过度。因此,必然完全存在着该元素的整体大块,这便是易燃物;正如存在两种重元素即水和地,更重者退让居于较不重者之下,同样存在两种轻元素即空气和火,更轻者浮居于较不轻者之上。因此,在空气之后存在元素之火的整体大块是完全必然的。我们便是这样论证的。 然而亚里士多德则是基于空气与其余元素之间全无对称匀称性(如果情形确是如此的话)来进行驳斥的。因为他说,倘若连同所包含的水在内的整个地已被证明相对于全宇宙具有点和中心的比例,那么空气相对于它们便不具有任何均等。从而空气超出了其他元素的对称匀称,这是荒谬的;因为宇宙如此便会毁灭,或者说甚至根本就不会成立。因为诸元素的对称匀称,作为质料,既是事物生成的原因,也是已生成之物得以保存的原因,正如由它们构成的诸物体所表明的那样;因为在这些元素中若有任何一个在我们内部过度,构成的机体便会立即瓦解;因为疾病和死亡便由此伴随我们而来。他说,即使地之后直到最外层天的间隔是由空气和火这两种元素构成,同样的荒谬也会发生。因为这一间隔相对于剩下的地和水这两种元素的不对称同样会被证明;因为过度者会将剩余者全部转化为自身,这样宇宙就将化为乌有。亚历山大说得很好,他指出,他[亚里士多德]所说的地与天之间的场所,是指地与最外层旋转运动之间的场所;因为他把恒星天球称为“天”。因此,当他此前探究地与诸星辰之间是否为纯粹的火时,他所说的也不是直到月亮为止的间隔,而是从地直到恒星天球的间隔。亚历山大还说,显然,在假设这一间隔由空气和火构成时,他会将恒星天球归于火;如此他也就会把其余部分连于空气。然而,即使诸天球仅由空气构成,直到地为止的其余部分也是如此,而仅有诸星辰由火构成,与其余元素之间的对称匀称也不可能得到保存;因为即使仅仅太阳也是地的一百七十倍,火的体积就已经是水和地的无数倍了。那么,倘若太阳是由火构成的,并且再加上其余诸星辰,又会造成怎样的后果呢?

语法注3 条
  1. 1.17κἂν εἰ δύο στοιχείων πλήρης ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ τόπος ἐστίν

    κἂν εἰ 是 καὶ ἂν εἰ 的缩合形式,引导让步条件从句(“即使……”)。承接前面的主句 πολὺ γὰρ ἂν ὑπερβάλλοι,表明即使假定该空间充满了两种元素(空气和火),相对于地和水的不成比例这一结论仍然成立。

  2. 1.17οὐ γὰρ ἐν τοῖς ἀτόμοις μὲν τὸ στοιχειῶδες εἶναί τις λέξειε πῦρ, ἐν τῷ παντὶ δὲ μηκέτι

    ἐν τοῖς ἀτόμοις 指的不是德谟克利特式的原子,而是“个别复合实体/个体”(individual bodies)。通过 μέν...δέ 的对比构成论证反诘:绝不会有人主张元素之火存在于个别物体之中,而在整个宇宙之中却不再存在。λέξειε 为潜在希求法。

  3. 1.17ὡς ὕλη αἰτία ἐστίν

    ὡς ὕλη 是修饰表语 αἰτία 的同位/限制性短语,意为“作为质料的原因”或“质料因”,指亚里士多德四因说中的质料因功能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:22.30-24.10