← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§21.12-22.29

地的圆锥形阴影与天界纯火说批判

通过月食等几何学证据证明地的阴影呈圆锥形,从而确定地相对于太阳与全天极为微小后,斐洛波诺斯回到亚里士多德的原文(339b30),探讨对天界为纯火这一观点的批判,并评述亚历山大的相关解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16#3

εἰ δὲ ἔλαττον εἴη τοῦ φωτιζομένου τὸ φωτίζον, τῶν ἀκτίνων ἐξωθουμένων ὑπὸ τοῦ φωτιζομένου καὶ κλωμένων ὑπτίων ἐφ’ ἑκάτερα καὶ οὕτως ἐπὶ τὸ πρόσω φερομένων καὶ διὰ τὴν κλάσιν πρόσω προϊοῦσαν εὐρυνομένων, καὶ εἰς μείζονα τὴν μεταξὺ διάστασιν ἀεὶ χωρούσης αὐτῶν τῆς σχίσεως μέχρι τῆς αὐτῶν συνεμπτώσεως, συμβαίνει καλαθοειδὲς τῆς σκιᾶς γίνεσθαι τὸ σχῆμα ἐκ μικροτέρου πυθμένος εὐρυνομένης μέχρι τῆς τῶν ἀκτίνων συμπτώσεως.1 εἰ δὲ τοὔμπαλιν τὸ φωτίζον μεῖζον εἴη τοῦ φωτιζομένου, τῶν ἀκτίνων ῥεουσῶν ὑπὲρ τὸ φωτιζόμενον καὶ κατὰ μικρόν, ὅσον προβαίνουσι, συμβαινουσῶν εἰς ἀλλήλας, ἕως ἂν τελείως συμπέσωσι, κῶνος ἡ σκιὰ γίνεται. ὁ δὲ κῶνος κυκλοτερῆ μὲν ἔχει τὴν βάσιν, ἐκ ταύτης δὲ πρόεισιν εἰς ὕψος κατὰ μικρὸν δι’ ἀναλογίας ἐν τῇ προόδῳ στενούμενος, ἄχρις ἂν εἰς σημεῖον τὴν ἑαυτοῦ κορυφὴν ἀποτελευτήσῃ. ὅτι δὲ κωνοειδές ἐστι τὸ σκίασμα τῆς γῆς, πάλιν αἱ τῆς σελήνης δεικνύουσιν ἐκλείψεις. εἰ μὲν γὰρ περιγειοτέρα οὖσα τελείως ἐκλίποι, πλείονα χρόνον τελείως ἀφώτιστος μένει, ὡς εὐρυτέρῳ μέρει τοῦ κώνου προσπίπτουσα, εἰ δὲ ἀπόγειος, ἐλάττονα· ὡς γὰρ στενωτέρα προσβαλοῦσα τῇ σκιᾷ θᾶττον αὐτὴν παραλλάττει. ἔχει γὰρ ὁ τῆς σκιᾶς δηλονότι κῶνος τὴν μὲν βάσιν πρὸς αὐτῇ τῇ γῇ, ὑπερεκπίπτων δὲ τὴν σεληνιακὴν σφαῖραν τὴν κορυφὴν αὐτοῦ τῇ Ἑρμαϊκῇ προσβάλλουσαν ἔχει·2 εἰ μὴ γὰρ ὑπερέπιπτε τὴν σεληνιακήν, οὐκ ἔμελλεν εἰς αὐτὸν ἐμπίπτειν ἡ σελήνη πᾶσα καὶ χρόνον διατρίβειν ἀφώτιστος, διὰ τὸ τῆς σκιᾶς πλάτος τοῦ λεπτοτάτου μέρους τοῦ κώνου περαιτέρω ταύτης κεχωρηκότος. εἰ οὖν κῶνός ἐστιν ἡ σκιὰ τῆς γῆς, πολλῷ ἄρα ἐστὶ τοῦ ἡλίου ἐλάττων ἡ γῆ. τίς οὖν ἂν εἴη τῷ ἔξωθεν οὐρανῷ παραβαλλομένη, εἰ μὴ τῷ ὄντι σημείῳ; διὰ μὲν οὖν τούτων ἡ τοῦ μεγέθους τῶν περιεχόντων σωμάτων ὑπερβολὴ πρὸς τὴν ἀπὸ τῆς γῆς καὶ τοῦ ὕδατος ἀποτελουμένην σφαῖραν ἐδείχθη. τί δέ ἐστι τὸ ἐκ τούτου τῷ φιλοσόφῳ συγκατασκευαζόμενον, ἴδωμεν τὴν λέξιν αὐτοῦ πάλιν ὑπομνήσαντες· ὅσοι δὲ πῦρ καθαρὸν εἶναί φασι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τὸν δὲ μεταξὺ γῆς καὶ τῶν ἄστρων ἀέρα, θεωρήσαντες3 ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς ἴσως ἂν ἐπαύσαντο ταύτης τῆς παιδικῆς δόξης· λίαν γὰρ ἁπλοῦν τὸ νομίζειν μικρὸν τοῖς μεγέθεσι τῶν φερομένων εἶναι ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἐντεῦθεν ἡμῖν οὕτως. ὁ μὲν Ἀλέξανδρος ζητεῖν ἐνταῦθά φησι τὸν φιλόσοφον, εἰ τὰ οὐράνια πάντα πυρός εἰσι καθαροῦ καὶ μὴ τὰ ἄστρα μόνον (τὰ γὰρ φερόμενα σώματα λέγειν τὰ ἄστρα), ἀλλὰ καὶ τὰ μεταξὺ τῶν ἄστρων διαστήματα· τοῖς γὰρ τοῦτο λέγουσιν ἕπεσθαι τὸ πάντα τὰ μετὰ τὴν γῆν καὶ τὸ ὕδωρ μέχρι τῆς σφαίρας τῆς σεληνιακῆς ἀέρα λέγειν. ἐμοὶ δὲ οὐ δοκεῖ τοῦτο δηλοῦν ἡ λέξις, ἀλλὰ τὸ μετὰ τὴν γῆν ὅλον συνειλημμένου δηλονότι τοῦ ὕδατος μέχρι τοῦ ἐσχάτου οὐρανοῦ. τί γάρ φησι; καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τουτέστι πάντα τὰ κυκλοφορούμενα (κυκλοφορεῖται δὲ καὶ τὰ ἄστρα καὶ ὁ πᾶς οὐρανός), ἀλλὰ καὶ τὸν μεταξὺ τῆς γῆς καὶ τῶν ἄστρων ἀέρα, ὡς τοῦ ἀέρος δηλονότι τοῦ μεταξὺ μὴ κυκλοφορουμένου. ψυχρὰ δὲ λίαν ἡ ὑπόθεσις τὸ νομίζειν ἐν μέσῳ διαιτᾶσθαι πυρὸς τὰ χερσαῖα ζῷα καὶ τὰ φυτά. οἱ τοῦτο οὖν ὑποθέμενοι, φησίν, εἴπερ τὰ δεδειγμένα διὰ τῶν μαθημάτων ἐθεώρησαν, ἐπαύσαντο ἂν ἴσως τῆς παιδικῆς ταύτης ὑπονοίας, τοῦ νομίζειν μικρὸν εἶναι τῷ μεγέθει τῶν φερομένων ἕκαστον, ὡς ἐκείνων ἴσως οἰομένων ὅτι κἂν ἐκ πυρὸς εἴη τὰ ἄστρα, οὐ λυμαίνεσθαι τὰ τῇδε διὰ τὴν τοῦ μεγέθους μικρότητα. τί οὖν ἂν εἴποιεν περὶ αὐτῶν τῶν σφαιρῶν, καὶ εἰ μικρὰ ἦν ἐκεῖνα, καὶ ἔτι τοῦ μεταξὺ τῆς γῆς ἀέρος καὶ τῆς σελήνης; ἡ λύσις οὖν τῆς ἀπορίας ἀπὸ μόνων γέγονε τῶν ἄστρων, καὶ ἴσως ἐντεῦθεν ὁ Ἀλέξανδρος οὐ περὶ πάντων τῶν μεταξὺ σωμάτων τὴν ἀπορίαν γινομένην ἐξείληφε. τὸ δὲ ἱκανῶς πρὸς τὸ δεδειγμένα φησίν, ἱκανῶς δεδειγμένα, ἢ πρὸς τὸ θεωρήσαντες, ἱκανῶς θεωρήσαντες, καὶ μὴ παρέργως δηλονότι καὶ ἀτημελῶς. πάλαι γὰρ ἂν κατεφλέχθη, φησί, τὰ μεταξὺ καὶ οὐδ’ ὑποστῆναι τὴν ἀρχὴν ἠδύναντο. καὶ ἡ αἴσθησις δὲ λίαν αὐτοὺς ἐντρέπειν ὤφειλε· πυρὸς γὰρ οὐδὲ τὴν τυχοῦσαν φέρομεν προσβολήν. ταῦτα δέ φησι καὶ ἐν τοῖς περὶ τὸν ἄνω τόπον θεωρήμασιν εἰρῆσθαι, τουτέστιν ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ.

反之,如果照亮者小于被照亮者,光线被被照亮者向外推挤,向两边反向折射,并如此向前运行,由于向前推进的折射而扩散开来,它们之间的间隙在彼此交会之前始终延伸为更大的距离,结果是阴影的形状变成篮状,从较小的底部扩大直至光线相交。 如果相反,照亮者大于被照亮者,光线漫过被照亮者并在前行中逐渐相互收敛,直至完全相交,阴影便成为圆锥形。圆锥具有圆形的底面,并由此向上延伸,在前行中按比例逐渐变细,直到其顶点终止于一点。 而地的阴影是圆锥形的,这再次由月食所证明。因为如果月亮在较近地点完全亏蚀,它完全失去照亮的时间就会更长,因为它是落入圆锥的较宽部位;但如果它在远地点,时间就较短;因为落在阴影较窄的部位,它更快穿过它。因为阴影的圆锥显然其底面紧靠地本身,而穿过月亮天球后,它的顶点触及水星的天球;因为如果它没有穿过月亮天球,月亮就不会在圆锥最细的部分已经延展到它之外的情况下,因阴影的宽度而整个落入其中并度过无光的时光。因此,如果地的阴影是圆锥,那么地就远小于太阳。那么在与外部诸天相比较时,它若非真是一个点,又会是什么呢?因此,通过这些,包围的诸物体相对于由地和水构成的球体在体积上的极度悬殊便得到了证明。 从这一点出发,哲学家[亚里士多德]附带确立了什么,让我们再次重温他的文句来看: “至于那些断言包围之物是纯粹的火,并且不仅运动着的物体是火,地与诸星辰之间的空间则是空气的人,如果他们考察了如今通过数学学科所充分证明的事情,或许就会放弃这种幼稚的见解;因为仅仅由于从此处观察在我们看来是这样,便认为运动者的每一个在体积上都是微小的,这是过于头脑简单了。” 亚历山大说,哲学家在这里探究的是,是否所有天上之物都是纯粹的火,而不仅是诸星辰(因为他说运动着的物体指诸星辰),还有诸星辰之间的间隔也是火;因为对于主张这一点的人而言,必然随之主张地与水之后直到月亮天球的所有东西都是空气。但在我看来,文句并非表明这一点,而是表明地之后(水显然一同被包含在内)直到最外层诸天的全部。因为他说了什么?“不仅是运动着的物体”,也就是所有作圆周运动的物体(因为诸星辰与整个天都在作圆周运动),而且还有“地与诸星辰之间的空气”,这显然就如同中间的空气不作圆周运动一样。然而认为陆生动物与植物生活在火的中央,是一个极其荒谬的假说。因此他说,作此假说的人,倘若他们考察了通过数学学科所证明的事情,或许就会放弃这种幼稚的猜想,即认为运动者的每一个在体积上都是微小的——因为他们或许以为,即使诸星辰是由火构成的,由于体积的微小也不会伤害此处的万物。那么对于天球本身,即使那些〔星辰〕是微小的,以及进一步对于地与月亮之间的空气,他们又会说什么呢?因此疑难的解答仅仅来自诸星辰,或许亚历山大正是由此理解为疑难并非关乎所有处于中间的物体。 至于“充分地”一词,他说它要么连于“被证明的事情”,即“充分被证明的事情”,要么连于“考察了”,即“充分地考察了”,显然不是敷衍且漫不经心地考察。因为他说,中间的事物早就会被焚毁,甚至根本不可能存在。而感觉也理应让他们大为汗颜;因为我们连寻常的火之侵袭都无法承受。他说这些在关于上方位置的定理中也已谈及,也就是在《论天》的研究中。

语法注3 条
  1. 1.16ἐκ μικροτέρου πυθμένος εὐρυνομένης μέχρι τῆς τῶν ἀκτίνων συμπτώσεως

    阴性属格分词 εὐρυνομένης 与其前面的属格名词 τῆς σκιᾶς 一致修饰。在由 συμβαίνει 引导的宾格不定式结构中,主语为 τὸ σχῆμα,表语为 καλαθοειδὲς,而属格短语 τῆς σκιᾶς... εὐρυνομένης 则修饰说明阴影从较小底部延伸扩散的状态。

  2. 1.16ὑπερεκπίπτων δὲ τὴν σεληνιακὴν σφαῖραν τὴν κορυφὴν αὐτοῦ τῇ Ἑρμαϊκῇ προσβάλλουσαν ἔχει

    主语为 ὁ τῆς σκιᾶς... κῶνος,动词 ἔχει 带有宾语 τὴν κορυφὴν αὐτοῦ 与表语性分词 προσβάλλουσαν,意为“使其顶点触及水星天球”。复合分词 ὑπερεκπίπτων 直接支配宾格 τὴν σεληνιακὴν σφαῖραν,表示“穿过/延伸超出月亮天球”。

  3. 1.16τὸ δὲ ἱκανῶς πρὸς τὸ δεδειγμένα φησίν, ἱκανῶς δεδειγμένα, ἢ πρὸς τὸ θεωρήσαντες

    此处引用亚历山大的注疏,插入了以亚历山大为主语的 φησί。τὸ ἱκανῶς 是将原文词汇名词化作主语(“‘充分地’一词”)。πρός 加宾格是注疏中表示“连于/修饰”的常用句法。句中省略了表示结合的动词,意为“他说,‘充分地’这一词或修饰‘被证明的事情’……或修饰‘考察了’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:21.12-22.29